- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:551.32-553.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》430b19–23,分析了不可分形式在连续体中的内在存在,点、线、面等界限(划分)如何作为缺乏而被认知为不可分者,缺乏在认知恶与黑(黑暗)中的性质,以及理智通过潜能、同化与内在性认识神圣事物的条件与论证结构。
" Καὶ τοῦτο ὁμοίως ἐν ἅπαντί ἐστι τῷ συνεχεῖ." Τοῦτο ποῖον; ἀντὶ τοῦ τὸ εἶδος τὸ ἀμερὲς καὶ ἀχώριστον ἐν ὅλῳ ἐστὶ τῷ χρόνῳ καὶ τῷ μήκει.
“而这也同样存在于整个连续体之中。” 这是指哪种“这”?是代替说:不可分且不可分离的形式存在于全部时间和全部长度之中。
"Ἡ δὲ στιγμὴ καὶ πᾶσα διαίρεσις." Ἐντεῦθεν ἄλλο ἐστὶ σημαινόμενον τοῦ ἀδιαιρέτου, τὸ ἐν ποσῷ ἀδιαίρετον, ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν πάντῃ ἀδιαιρέτων.1 ἀλλ’ ἐπειδὴ τῶν πάντῃ ἀδιαιρέτων τὰ μὲν κατὰ στέρησιν γινώσκεται, τὰ δὲ καθ’ αὑτά, πρῶτον περὶ τῶν κατὰ στέρησιν λέγει ὡς γνωριμωτέρων ἡμῖν ὄντων, οἷον, φησί, στιγμή· αὕτη γάρ, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται, τῇ ἀποφάσει τοῦ συνεχοῦς γινώσκεται. καὶ μετὰ τὴν στιγμὴν ἐπάγει καὶ τὸ οὕτως ἀδιαίρετον, ἵνα εἴπῃ γραμμὴν καὶ ἐπιφάνειαν· ταῦτα γὰρ ἑτέρων ἐστὶ πέρατα. καὶ ἴσως ἔστιν εἰπεῖν ‘τί οὖν; ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον ἀδιαίρετά ἐστι; καὶ λέγομεν ὅτι, καθὸ μὲν ἑτέρων εἰσὶ πέρατα, ἀδιαίρετά εἰσιν· ὅλως δὲ τούτων ἐμνήσθη, ὅτι οὐ μόνον ἡ στιγμὴ διαίρεσίς ἐστι γραμμῆς, ἀλλ’ ὅτι καὶ γραμμὴ διαίρεσίς ἐστιν ἐπιφανείας καὶ ἡ ἐπιφάνεια στερεοῦ.
“而点和每一个划分。” 从这里开始是不可分者的另一种含义,即在数量上的不可分者,这与论及完全不可分的事物是同一回事。但由于完全不可分的事物中,有些是通过缺乏被认识的,有些则是就其自身被认识的,因此他首先论述通过缺乏被认识的事物,因为它们对我们而言更为可知;他说,比如点;因为正如在总论中所说,点是通过对连续体的否定而被认知的。在点之后,他又补充说“以及以这种方式不可分者”,以便指线和面;因为这些是其他事物的界限。或许有人会问:“那么怎样?难道线和平面也是不可分的吗?”我们回答说:就它们是其他事物的界限而言,它们是不可分的;而且总的来说,他提到这些,是因为不仅点是线的划分,而且线也是面的划分,面也是立体的划分。
"Καὶ τὸ οὕτως ἀδιαίρετον δηλοῦται ὥσπερ ἡ στέρησις." Καὶ τὸ οὕτω, φησίν, ἀδιαίρετον, τουτέστιν ὥσπερ [δὲ] ἡ στιγμή, οὕτω καὶ αὐτὸ δηλοῦται κατὰ στέρησιν. τοῦτο δὲ εἶπε διὰ τὰ ἀσώματα καὶ τὸ θεῖον, ἅτινα οὐ στερήσει γινώσκονται. στερήσει γὰρ βάθους ἡ ἐπιφάνεια γνωρίζεται, ἡ δὲ γραμμὴ γινώσκεται τῇ στερήσει τοῦ βάθους καὶ τοῦ πλάτους, ἡ δὲ στιγμὴ τῇ στερήσει βάθους, πλάτους, μήκους. ταῦτα δὲ διαιρέσεις ἐκάλεσεν εἰκότως· ἡ γὰρ στιγμὴ τὴν γραμμὴν διαιρεῖ, καὶ ἡ γραμμὴ τὴν ἐπιφάνειαν, καὶ ἡ ἐπιφάνεια τὸ σῶμα· καθ’ ἑαυτὰ δὲ ἀδιαίρετά εἰσιν.
“而以这种方式不可分者正如缺乏一样被表明。” 他说,以这种方式不可分者,即正如点一样,它自身也是通过缺乏被表明的。他说这话是由于非物体性的事物和神圣事物,它们并不是通过缺乏被认知的。因为面是通过缺乏深度被认知的,线是通过缺乏深度和宽度被认知的,而点是通过缺乏深度、宽度和长度被认知的。他合乎情理地把这些称为划分;因为点划分线,线划分面,面划分物体;但它们就其自身而言是不可分的。
"Πῶς τὸ κακὸν γνωρίζει ἢ τὸ μέλαν." Ὅτι τὸ κακὸν στέρησίς ἐστι καλοῦ ὡμολόγηται· ὅτι δὲ τὸ μέλαν τοῦ λευκοῦ στέρησίς ἐστι ψεῦδος· εἰδοπεποίηται γὰρ τὸ μέλαν, ὡς εἴπομεν. μήποτε οὖν ἀντὶ σκότους εἶπε τὸ μέλαν, ἵνα ᾖ στέρησις τοῦ λευκοῦ τὸ σκότος, λευκὸν δὲ ἵνα νοήσῃς τὸ φῶς·2 τούτου γὰρ στέρησις τὸ σκότος.
“它如何认知恶或黑。” 恶是善的缺乏,这是公认的;但黑是白的缺乏,这则是虚妄的;因为正如我们所说,黑是具有肯定形式的。那么他难道不是用黑代替了黑暗,从而使黑暗成为白的缺乏,而你通过白理解光吗?因为黑暗正是这[光]的缺乏。
"Δεῖ δὲ δυνάμει εἶναι τὸ γνωρίζον καὶ ἐνεῖναι ἐν αὐτῷ." Ἐνεῖναι λέγει ἀντὶ τοῦ ἐνυπάρχειν. νυνὶ δὲ ζητεῖ πῶς δεῖ νοεῖν τὸ θεῖον, καὶ προλαμβάνει δύο τινά, πρῶτον μὲν ὅτι δεῖ τὸ νοοῦν δυνάμει εἶναι ὡς τὸ νοούμενον· δυνάμει δὲ λέγει κατ’ ἐπιτηδειότητα· οὐ γὰρ βούλεται Ἀριστοτέλης εἶναι λόγους ἐν τῇ ψυχῇ τῶν πραγμάτων. ὥσπερ οὖν, φησί, δυνάμει ἐστὶ τὸ νοούμενον, οὕτω δεῖ εἶναι καὶ τὸ νοοῦν· δεῖ γὰρ τὸ γνωρίζον οὕτως ἐξομοιοῦσθαι τῷ γνωριζομένῳ καὶ ὁμοιοῦσθαι αὐτῷ καὶ δυνάμει αὐτὸ εἶναι· καὶ πάλιν τὸ γνωριζόμενον ἐνυπάρχειν αὐτῷ τῷ γνωρίζοντι, ὅταν γνωρίζῃ αὐτό, ὅπερ ἐστὶ δεύτερον. καὶ ὅτε οὕτω ταῦτα ἔχει τὸ νοοῦν, τὸ θεῖον γινώσκει κατὰ τὰ εἰρημένα πέντε. καὶ λέγει αὐτὰ πλὴν τοῦ ὡς αἰτίου· εἶπε δὲ αὐτὸ μηδὲν ἔχειν ἐναντίον, ὡς μηδεμίαν ἔχοντος αὐτοῦ σύζευξιν μετά τινος ἢ ὅλως ἀντίθεσιν διὰ τὸ ἐπαναβεβηκέναι αὐτό. ὅτι δὲ καὶ ἐνεργείᾳ ἐστί, δῆλον, ὅτι καὶ αὐτὸ ἑαυτὸ γινώσκει. τὸ δὲ χωριστόν, ὡς Πλούταρχός φησι, μὴ μόνον νόει μοι τῆς ὕλης τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχικῶν δυνάμεων, ὧν ὀφείλων εἰπεῖν κεχωρισμένον εἶπε χωριστόν·3 τὸ θεῖον γὰρ κεχώρισται. ὥστε κατὰ τὸν λόγον Ἀριστοτέλους ᾧτινι πράγματι αἰτίῳ ὄντι ἐναντίον οὐκ ἔστιν, ἐκεῖνο τὸ πρᾶγμα αὐτὸ ἑαυτὸ γινώσκει4 καὶ ἐνεργείᾳ ἐστὶ καὶ χωριστόν ἐστι, καὶ οὐ μόνον νοῦς, ἀλλὰ καὶ εἴ τι ἕτερον εἴη τοιοῦτον. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.
“而认知者必须在潜能上[与被认知者相同],且〔被认知者〕必须存在于其中。” 他用“存在于其中”代替“内在存在”。现在他探究应当如何思考神圣事物,并预先设定了两点:第一,思考者必须像被思考者一样在潜能上存在;而他说在潜能上,是按照适应性而言的;因为亚里士多德不赞同诸事物的理路存在于灵魂之中。因此他说,正如被思考者是在潜能上的一样,思考者也必须是这样;因为认知者必须这样被同化于被认知者,变得与它相似,并在潜能上就是它;其次,当认知者认知被认知者时,被认知者又必须内在存在于那认知者自身之中,这是第二点。当思考者以这种方式具有这些条件时,它就按照上述五种情况认知神圣事物。他阐述了它们,除了作为原因之外;并且他说它没有任何对立者,因为由于它的超越,它与任何事物都没有结合,也根本没有任何对立。至于它也在现实中存在,这是显而易见的,因为它也认知自身。而关于“可分离的”,正如普鲁塔克所说,请你不要仅仅理解为从物体的质料中分离,而且也要理解为从灵魂的诸能力中分离;对于这些能力,他本应说“已分离的”,却说了“可分离的”;因为神圣事物是已分离的。因此按照亚里士多德的论证,任何作为原因且没有对立面的事物,该事物都会认知自身,并在现实中存在且是可分离的;不仅理智如此,而且如果有任何其他事物是如此的,它也是如此。在这些论述中,本讲在神的襄助下得以完成。
- 3.136ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν πάντῃ ἀδιαιρέτων
ταὐτὸν δὲ εἰπεῖν 是独立不定词习语,意为“也就是相当于说……”。它将前面的 τὸ ἐν ποσῷ ἀδιαίρετον(数量上的不可分者)换用等价表达 περὶ τῶν πάντῃ ἀδιαιρέτων(关于完全不可分的事物)加以阐释。
- 3.138ἵνα ᾖ στέρησις τοῦ λευκοῦ τὸ σκότος, λευκὸν δὲ ἵνα νοήσῃς τὸ φῶς
由两个 ἵνα 子句并列构成。前半句中 τὸ σκότος 是主语,στέρησις τοῦ λευκοῦ 是表语名词。后半句中 λευκόν 前置于动词 νοήσῃς 之前,宾语为 τὸ φῶς(“以便你通过白来理解光”)。该句法结构用以解释亚里士多德为何用“黑”代指“黑暗”。
- 3.139ὧν ὀφείλων εἰπεῖν κεχωρισμένον εἶπε χωριστόν
关系代名词 ὧν 是分离属格,依存于分词 κεχωρισμένον,先行词为 τῶν ψυχικῶν δυνάμεων(灵魂的诸能力)。分词 ὀφείλων 表让步或应然(“本应当说……”),主句动词 εἶπε 的主语是亚里士多德。此处解释亚里士多德为何使用了动词性形容词 χωριστόν(可分离的)而非完成时被动态分词 κεχωρισμένον(已分离的)。
- 3.139ᾧτινι πράγματι αἰτίῳ ὄντι ἐναντίον οὐκ ἔστιν, ἐκεῖνο τὸ πρᾶγμα αὐτὸ ἑαυτὸ γινώσκει
在关系从句 ᾧτινι πράγματι αἰτίῳ ὄντι ἐναντίον οὐκ ἔστιν 中,ᾧτινι 是与 ἐναντίον οὐκ ἔστιν 连用的占有与格(“对它而言没有对立者”),分词 αἰτίῳ ὄντι 作同位修饰。主句用 ἐκεῖνο τὸ πρᾶγμα 复指先行词,构成通则性的条件命题(“任何作为原因且没有对立面的事物,该事物……”)。
