← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§550.16-551.31

思考形式上的不可分者与偶然的可分性

注释亚里士多德《论灵魂》430b14–16,讨论了对形式上不可分之物的思考,并解释了质料形式以及思考的工具(理智或表象)在何种意义上是偶然地不可分或可分的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.133

" Τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει." Τὸ τρίτον ἐστὶ σημαινόμενον τοῦ ἀδιαιρέτου, ὡσεὶ ἔλεγεν ὅτι καὶ τὸ συνεχὲς μὲν οὐδὲν κωλύει νοεῖν ὡς ἀδιαίρετον, διότι ἐστὶν ἐν αὐτῷ τι ἀδιαίρετον, τὸ δὲ ὂν τῷ εἴδει ἓν καὶ ἀδιαίρετον ὁμολογουμένως ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἐν ἀδιαιρέτῳ τῆς ψυχῆς δυνάμει γινώσκεται. τίς δέ ἐστιν ἡ ἀδιαίρετος τῆς ψυχῆς δύναμις; ἢ δῆλον ὅτι ὁ νοῦς.

“但在形式上而非在数量上不可分者。” 这是不可分者的第三种含义,仿佛他在说:没有任何东西阻止人们把连续体也作为不可分者来思考(因为在其中有某种不可分之物),但公认的是,在形式上为一且不可分者,是在不可分的时间中并通过灵魂的不可分能力被认知的。那么灵魂的不可分能力是什么呢?显然就是理智。

§3.134

"Κατὰ συμβεβηκὸς δὲ καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ." Τὸ ἔνυλον εἶδος, φησίν, ὁ νοῦς νοεῖ ἀδιαίρετον κατὰ συμβεβηκός· καθ’ ἑαυτὸ γὰρ τὸ ἔνυλον εἶδος διαιρετόν ἐστι, καθὸ καὶ μετ’ ἐκτάσεως τινος θεωροῦμεν τὴν ἐπ’ ἄπειρον γινομένην διαίρεσιν τοῦ συνεχοῦς. κατὰ συμβεβηκὸς δὲ λέγονται ἔχειν τὸ ἀδιαίρετον, διότι ἔξωθεν αὐτοῖς ἡ ἕνωσις ἐπεγένετο. τοῦτο οὖν ἐστιν1 ὃ λέγει, ὅτι οὐχ ᾗ (ἀντὶ τοῦ οὐ καθάπερ) ἐκεῖνα τὰ ἔνυλα εἴδη διαιρετά ἐστιν, οὐχ οὕτως αὐτὰ νοεῖ ὁ νοῦς, ἀλλὰ κἂν ὦσι διαιρετά, ὁ νοῦς ἀδιαιρέτως αὐτὰ νοεῖ, διότι τῷ ἀδιαιρέτῳ ἡ ψυχὴ ἑαυτῆς μέρει νοεῖ αὐτά (ἔστι δὲ τὸ ἀδιαίρετον μέρος τῆς ψυχῆς ὁ νοῦς) καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. ἐξήγησαι δὲ καὶ οὕτως ὅτι τὰ μήκη καὶ τὰς μορφὰς ὁ νοῦς γινώσκει ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἐν ἀδιαιρέτῳ τῆς ψυχῆς δυνάμει κατὰ συμβεβηκός, διότι οὐδ’ ἐκεῖνα καθ’ αὑτό εἰσιν ἀδιαίρετα, ἀλλὰ κατὰ συμβεβηκὸς τὴν ἕνωσιν ἔχουσιν. τί οὖν; ἔστι τι ὅπερ νοεῖ ὁ νοῦς ἀδιαίρετον κατὰ συμβεβηκός; καὶ λέγομεν ὅτι αὐτὸς μὲν ἐκ φύσεως ἔχει τὸ ἀδιαιρέτως νοεῖν, κατὰ δὲ συμβεβηκὸς νοεῖ ἀδιαίρετον, διότι ἐκείνοις τοῖς νοητοῖς συνέβη κατὰ συμβεβηκὸς εἶναι ἀδιαιρέτοις. τινὲς δέ φασιν αὐτὸν ψυχὴν λέγειν τὴν φαντασίαν. καὶ τί βούλεται εἰπεῖν; ὅτι κεχρημένος τῇ φαντασίᾳ ὁ νοῦς γινώσκει τὸ ἔνυλον εἶδος· κέχρηται δέ, φησίν, τῷ ἀδιαιρέτῳ μέρει τῆς φαντασίας· ἔχει γὰρ ἀδιαίρετον μέρος, ὡς δηλοῖ τὸ μὴ ἀφανίζεσθαι ἐν αὐτῇ τοὺς πρώτους τύπους ἐκ τῶν δευτέρων. κατὰ συμβεβηκὸς δέ, φησί, διαιρεῖται καὶ ἡ φαντασία τῷ ὑποκειμένῳ εἶναι διαιρετῷ·2 καὶ τὸ εἶδος γὰρ ταύτῃ διαιρετόν. ᾧ οὖν, φησίν, ὀργάνῳ κεχρημένος ὁ νοῦς νοεῖ, οἷον τῇ φαντασίᾳ, κατὰ συμβεβηκός ἐστιν αὐτὴ διαιρετὴ καὶ οὐχ ᾗ φαντασία. καὶ ἐν τῷ χρόνῳ δὲ ἐν ᾧ νοεῖ ὁ νοῦς, ἀδιαίρετός ἐστι· πάλιν δὲ χρόνον τὸ νῦν εἶπεν. ἔστι δὲ διαιρετὸν τὸ νῦν καὶ αὐτὸ κατὰ συμβεβηκός, τῷ ἐν χρόνῳ εἶναι διαιρετῷ. ὡς ἔστιν οὖν συνάξαι, τοῦτο λέγει ὅτι εἰ καὶ κατὰ συμβεβηκὸς διαιρεῖται φαντασία καὶ ὁ νῦν χρόνος, ἀλλ’ οὖν ὡς ἀδιαίρετα λαμβάνων ταῦτα καὶ ὡς ἓν ὁ νοῦς νοεῖ τὸ ἔνυλον εἶδος. μήποτε δὲ ἔστιν εἰπεῖν ὅτι καὶ κοινωνίαν ἠθέλησεν εἰπεῖν φαντασίας καὶ ἐνύλου εἴδους, τὸ εἶναι ἀμφότερα κατὰ συμβεβηκὸς διαιρετά.3 ἔνεστι γὰρ κἀν τούτοις τι ἀδιαίρετον, ἀλλ’ ἴσως οὐ χωριστόν. ἔστι, φησί, καὶ ἐν τῷ χρόνῳ ἀδιαίρετον τὸ νῦν (πάλιν δὲ κατακέχρηται), ἀλλὰ καὶ ἐν τῇ φαντασίᾳ ἐστὶν ἀδιαίρετον, ᾧ κέχρηται ὁ νοῦς. διὰ τί δὲ εἶπεν ἴσως καὶ ἀμφέβαλεν; οὐχ ὡμολόγηται ὅτι ἡ φαντασία οὐκ ἔστι χωριστὴ ἀλλὰ φθαρτή; μήποτε οὖν ἔστιν εἰπεῖν, ἐπειδὴ νοῦν αὐτὴν ἐκάλεσε παθητικὸν καὶ συνεργεῖν τῷ νῷ, διὰ τοῦτο οὐκ ἐδυνήθη αὐτὴν εἰπεῖν ἀχώριστον ὡς νοῦν· διὸ ἀμφέβαλεν. εἶτα ἐπειδὴ εἶπεν † ὅτι οὐκ ἔστι χωριστή φησιν ὅτι οὐκ ἔστι χωριστή, ᾧπερ χωριστῷ πάντα ὡς ἓν νοεῖται καὶ μῆκος καὶ χρόνος· τοῦτο γὰρ τὸ χωριστὸν ἐν ἅπαντι τῷ μήκει ἢ τῷ χρόνῳ ἢ τῷ συνεχεῖ ὡς ἐν ἑνί ἐστιν. διὸ καὶ ὁ νοῦς ὡς χωριστὸς πάντα ὡς ἓν οἶδεν.

“而它据以思考之物以及在其中[思考]的时间[之不可分],是偶然的,且并非按照那些事物是可分的方面。” 他说,理智是在偶然意义上把质料形式思考为不可分的;因为质料形式就其自身而言是可分的,这正如我们在伴随某种延展的情况下观察连续体进行至无穷的划分一样。但它们被称为具有不可分性是偶然的,因为统一性是从外部附加于它们的。因此他所说的就是:理智并不是按照那些质料形式是可分的方式去思考它们(“并非按照…方面”代替“并非像…那样”),而是即便它们是可分的,理智也是以不可分的方式思考它们,因为灵魂是通过自身的不可分部分(灵魂的不可分部分就是理智)并且在不可分的时间中思考它们的。你也可以这样解释:理智在不可分的时间中并通过灵魂的不可分能力来认知长度与形态是偶然的,因为那些事物自身也不是不可分的,而是偶然地具有统一性。那么又怎样呢?是否存在某种被理智偶然地作为不可分者来思考的事物?我们回答说,理智自身固然出于本性具有不可分地思考的特质,但它是偶然地思考不可分者,因为那些被思想的对象偶然地具有不可分性。但有些人说他用“灵魂”指的是表象。那么他想说明什么呢?理智是运用表象来认知质料形式的;并且他说,理智使用的是表象的不可分部分;因为表象具有不可分的部分,正如其中在先的印迹不被后来的印迹所泯灭所表明的那样。他说,表象自身也因其基底是可分的而偶然地被划分;因为形式在这一方面也是可分的。因此他说,理智所运用以思考的工具(如表象),是偶然地可分的,而不是作为表象而言是可分的。而在理智进行思考的时间中,它也是不可分的;但他再次把“现在”称为时间。而“现在”自身也因处于可分的时间中而偶然地是可分的。因此可以概括说,他指的是:即便表象和当下的时间是偶然地被划分的,但理智把它们作为不可分的且作为单一者来把握,从而思考质料形式。或者也可以说,他也想指出表象与质料形式之间的共性,即二者都是偶然可分的。因为在这些事物中也内在具有某种不可分之物,但或许并非可分离的。他说,在时间中也有不可分者,即“现在”(他再次转借了词语),在表象中也有理智所运用的不可分者。但他为什么说“或许”并表现出犹疑呢?表象不是可分离的而是必朽的,这难道不是公认的吗?那么难道可以说,既然他把表象称为被动理智,并把它视为协助理智之物,因此他无法把作为理智的它称为不可分离的;所以他犹疑了。接着,既然他说了[表象]不是可分离的,他说,虽然它并非可分离的,但正是借助那可分离之物,一切事物(无论长度还是时间)才被作为单一者来思考;因为这一可分离之物内在存在于整个长度或时间或连续体之中,正如存在于一之中一样。因此理智也作为可分离者,把一切事物作为单一者来认知。

语法注3 条
  1. 3.134οὐχ ᾗ (ἀντὶ τοῦ οὐ καθάπερ) ἐκεῖνα τὰ ἔνυλα εἴδη διαιρετά ἐστιν

    关于亚里士多德原文 οὐχ ᾗ ἐκεῖνα διαιρετά 中的连词 ᾗ,菲洛波诺斯将其解释为相当于表示比较或相似的 καθάπερ(“正如……那样”),而非单纯的限制性用法(“在……的范围内”)。

  2. 3.134τῷ ὑποκειμένῳ εἶναι διαιρετῷ

    由带冠词不定式 τῷ ... εἶναι 及其与格主语和补足语(ὑποκειμένῳ ... διαιρετῷ)构成的结构,作原因与格使用(“因其基底是可分的”)。紧随其后的 τῷ ἐν χρόνῳ εἶναι διαιρετῷ 亦属同类结构。

  3. 3.134κοινωνίαν ἠθέλησεν εἰπεῖν φαντασίας καὶ ἐνύλου εἴδους, τὸ εἶναι ἀμφότερα κατὰ συμβεβηκὸς διαιρετά

    带冠词的对格不定式短语 τὸ εἶναι ἀμφότερα κατὰ συμβεβηκὸς διαιρετά 作为同位语,具体解释前文宾语 κοινωνίαν(“共性”)的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:550.16-551.31