- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:549.3-550.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《论灵魂》430b6–11,阐释了量度与时间中不可分性与可分性(潜能与现实)的区别。他指出,理智在不可分的时间中整体把握连续的量度,而推论思想则在时间中相继把握各个被划分的部分。
" Τὸ δὲ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ." Ἐπὶ τὸ δεύτερον σημαινόμενον τοῦ ἀδιαιρέτου ἔρχεται, ὅ ἐστι τὸ μέγεθος ἤτοι τὸ συνεχές. ἢ δυνάμει μέν ἐστι διαιρετόν, ἐνεργείᾳ δὲ ἀδιαίρετον, ὡς τὸ μέγεθος, ἢ ἐνεργείᾳ μὲν διαιρετόν, δυνάμει δὲ ἀδιαίρετον, ὡς τὸ ὕδωρ. ὁ νοῦς τοίνυν, φησίν, καὶ τὸ δυνάμει διαιρετὸν ὡς ἐνεργείᾳ ἀδιαίρετον οἶδε, καὶ τὸ ἐνεργείᾳ διαιρετὸν ὡς δυνάμει ἀδιαίρετον. οἶδε δὲ ταῦτα, φησί, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ, ἵνα μὴ ἐν τῷ ἡμίσει εἴη τὸ ἥμισυ. καλεῖ δὲ ἀδιαίρετον χρόνον τὸ νῦν, κακῶς λέγων· τὸ γὰρ νῦν οὐ χρόνος, ἀλλ’ ἀρχὴ χρόνου. νῦν δὲ φημι τὸ ἀκαρές· εἰ δὲ λάβοις τὸ ἐν πλάτει νῦν, τοῦτο καὶ ἀρχὴν ἔχει καὶ πέρας καὶ χρόνος ἐστί· νυνὶ δὲ περὶ τοῦ ἀκαροῦς νῦν ἐστιν ἡμῖν ὁ λόγος. οὐχ ὅτι1 δὲ διχῶς ἐστι τὸ ἀδιαίρετον μόνον, εἶπεν ὅτι τὸ ἀδιαίρετον διχῶς, ἀλλ’ ὅτι κατ’ αὐτὴν τὴν τομὴν τοῦ μεγέθους εἰς δύο μόνον διαιρεῖται· τὸ γὰρ μέγεθος ἢ δυνάμει ἐστὶν ἀδιαίρετον ἢ ἐνεργείᾳ. τὸ δὲ μῆκος ἐνεργείᾳ μὲν συνεχές ἐστι, δυνάμει δὲ διῃρημένον· μῆκος δὲ νῦν ἀντὶ τοῦ συνεχὲς ἄκουε. φησὶν οὖν ὅτι οὐδέν ἐστι τὸ κωλῦον τὸν νοῦν τὸ μῆκος οὐχ ᾗ διῃρημένον ἐστὶ νοεῖν, ἀλλ’ ᾗ συνεχές· ἐνεργείᾳ γὰρ συνεχές ἐστι. τοῦτο δὲ ὡς κατασκευαστικὸν ἔκλαβε τοῦ ἄνω ῥηθέντος ὅτι καὶ τῶν συνθέτων ὁ νοῦς ὡς ἁπλῶν ἀντιλαμβάνεται.
“既然不可分者有两种说法,或者潜能上或者现实上。” 他进而讨论不可分者的第二种含义,即量度或连续体。它要么如量度那样潜能上可分而现实上不可分,要么如水那样现实上可分而潜能上不可分。因此他说,理智把潜能上可分者认知为现实上不可分,也把现实上可分者认知为潜能上不可分。并且他说,理智也是在不可分的时间中认知这些的,以免出现一半[对象]在这一半[时间]中的情况。然而他把“现在”称为不可分的时间,这是不恰当的说法;因为“现在”不是时间,而是时间的始基。我所说的“现在”是指瞬间的现在;若取具有跨度的“现在”,它既有起点也有终点,并且是时间;但当下我们的论述是关于瞬间的“现在”。他说“不可分者有两种说法”,不仅是因为不可分者有两种,而且是因为仅就量度自身的切分而言它被区分为两种;因为量度要么在潜能上要么在现实上是不可分的。而长度在现实上是连续的,在潜能上则是被划分的;在此把“长度”理解为“连续体”。因此他说,没有任何东西阻止理智不按照长度被划分的方面、而是按照它是连续的方面来思考它;因为在现实上它是连续的。应当把这理解为对上述观点的论证支持,即理智把复合之物也作为单纯之物来把握。
"Ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος." Ἐπειδὴ εἶπεν ὅτι ἐν ἀδιαιρέτῳ χρόνῳ νοεῖ, ἵνα μή τις εἴπῃ ὅτι οὐκ ἔστιν ἀδιαίρετος χρόνος, φησὶν ὅτι ὁ χρόνος καὶ διαιρετός ἐστι καὶ ἀδιαίρετος, κακῶς λέγων· τὸ γὰρ νῦν ἀντὶ χρόνου ἔλαβεν ἀδιαιρέτου ἀγνοῶν ὅτι αἱ ἀρχαὶ τοῦ ποσοῦ οὐ ποσά· καὶ ἡ ἀρχὴ οὖν τοῦ χρόνου οὐκ ἔστι χρόνος.
“因为时间同样是可分的和不可分的。” 既然他说了理智是在不可分的时间中思考,为了不让人说不存在不可分的时间,他便说时间既是可分的也是不可分的,但这是不恰当的说法;因为他把“现在”当作了不可分的时间,却忽视了数量的始基并非数量;因此时间的始基也不是时间。
"Οὔκουν ἔστιν εἰπεῖν ἐν τῷ ἡμίσει τί ἐνόει ἑκατέρῳ." Τοῦτο πάλιν τοῦ ἄνω ἐστὶ κατασκευαστικόν, ὅτι εἰ καθὸ διαιρετός ἐστιν ὁ χρόνος ἐνοοῦμεν, καὶ οὐ καθὸ ἀδιαίρετός ἐστι, τὸ δέκα ποδῶν ξύλον, ἐν τῷ ἡμίσει τυχὸν τοῦ χρόνου τὸ ἥμισυ ἐνοοῦμεν τοῦ ξύλου,2 ὅ ἐστι τοὺς πέντε πόδας, καὶ ἐν τῷ ἄλλῳ ἡμίσει τοῦ χρόνου τοὺς ἄλλους πέντε πόδας, ὅπερ οὐχ οὕτω φαίνεται. τὸ γὰρ μέγεθος, φησίν, οὐκ ἔστιν ἐνεργείᾳ διαιρετόν, ἵνα εἴπῃς ὅτι ἥμισυ ἐν τῷ ἡμίσει τοῦ χρόνου ἐνόησεν, ἀλλὰ δυνάμει μόνον ἐστὶ διαιρετόν· ὁ δὲ νοῦς ὡς ἐνεργείᾳ ἀδιαίρετον αὐτὸ οἶδε.
“因此,不能说它在两个一半的每一个之中思考了什么。” 这又是对前文的论证支持:即如果我们是在时间可分的方面、而不是在时间不可分的方面去思考一根十尺的木头,我们或许就会在时间的一半中思考木头的一半(即五尺),而在时间的另一半中思考另五尺,而这显然并非如此。因为他说,量度并不是在现实上可分的(以至于你会说它在时间的一半中思考了一半),而只是在潜能上可分;而理智则是把它认知为在现实上不可分的。
"Χωρὶς δὲ ἑκάτερον νοῶν τῶν ἡμίσεων." Τὸ νοῶν εἶπεν ἀντὶ τοῦ διανοούμενος καταχρησάμενος·3 περὶ διανοίας γάρ ἐστιν νῦν αὐτῷ ὁ λόγος. ἐπειδὴ γὰρ εἶπεν ὅτι ὁ νοῦς ἀδιαιρέτως νοεῖ, φησὶν ὅτι ἡ δὲ διάνοια διῃρημένως καὶ χωρὶς ἕκαστον οἶδε. καὶ ὅταν δὲ οἶδεν αὐτὰ ἡνωμένα καὶ ἅμα, οὕτως οἶδεν αὐτὰ ὡς μήκη ἐκ δύο τινῶν συντιθέμενα, ὃ εἶπεν ἐξ ἀμφοῖν, καὶ ἐν χρόνῳ οἶδεν αὐτὰ τῷ ἐπ’ ἀμφοῖν, τουτέστι διῃρημένως, καὶ οὐκέτι ὡς μῆκος, ἀλλ’ ὡς διάφορα μήκη. τοῦτο γάρ ἐστιν ὃ λέγει οἱονεὶ μήκη. καὶ καλῶς πρόσκειται τὸ οἱονεὶ μήκη· ἓν γὰρ μόνον ὑπέκειτο μέγεθος, ὅπερ εἰ κατὰ διαφόρους χρόνους νοεῖ ὁ νοῦς, μεγέθη ἔσονται τὸ ἐνεργείᾳ ὂν ἓν μέγεθος, ὅπερ ἐστὶν ἄτοπον.
“若是分别思考两个一半。” 他用“思考”转借指代“进行推论思想”;因为此时他的论述是关于推论思想的。因为既然他说了理智以不可分的方式思考,他说推论思想则是以划分的方式分别认知每一项。即便当它把它们作为结合在一起且同时地认知时,也是这样把它们认知为由两部分复合而成的长度(即他所说的“由两者”),并且是在贯穿两部分的时间中认知它们,即以划分的方式,不再是作为一个长度,而是作为相异的长度。因为这就是他所说的“宛如诸长度”。并且添上“宛如诸长度”是恰当的;因为原本设定的只有一个量度,若是理智按照不同的时间去思考,现实上是一个量度的事物就会变成多个量度,而这是荒谬的。
- 3.129οὐχ ὅτι δὲ διχῶς ἐστι τὸ ἀδιαίρετον μόνον, εἶπεν ὅτι τὸ ἀδιαίρετον διχῶς, ἀλλ’ ὅτι
该句的基本句式结构为 οὐχ ὅτι... μόνον εἶπεν... ἀλλ' ὅτι...,意为“他说不可分者有两种,不仅是因为不可分者有两种,而且是因为……”。这是一个倒装结构,主句动词 εἶπεν 被置于第一个原因从句与由 ἀλλ’ ὅτι 引导的第二个原因从句之间,而所引用的命题 ὅτι τὸ ἀδιαίρετον διχῶς 作为宾语从句插入其中。
- 3.131εἰ καθὸ διαιρετός ἐστιν ὁ χρόνος ἐνοοῦμεν, καὶ οὐ καθὸ ἀδιαίρετός ἐστι, τὸ δέκα ποδῶν ξύλον, ἐν τῷ ἡμίσει τυχὸν τοῦ χρόνου τὸ ἥμισυ ἐνοοῦμεν τοῦ ξύλου
此句为在条件从句和归结从句中均使用未完成过去时直陈式 ἐνοοῦμεν 的与过去事实相反的虚拟(反事实推理)或归谬法句式。它从反事实的前提“如果我们在时间可分的方面去思考”推导出了荒谬的结论“我们本应在时间的一半中思考木头的一半”。
- 3.132Τὸ νοῶν εἶπεν ἀντὶ τοῦ διανοούμενος καταχρησάμενος
分词 καταχρησάμενος 是修饰 εἶπεν 的方式副词性分词,意为“借用/不严格地使用[而说了]”。介词短语 ἀντὶ τοῦ διανοούμενος 带有名词化的现在分词 διανοούμενος,指出亚里士多德在此并未严格遵守严格的术语区分,而是在推论思想的语境中宽泛地使用了“思考(νοῶν)”一词。
