- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:54.12-55.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》403a24–27,阐明由于情感等受动状态是具质的定义(形式),自然学家的定义必须包含质料、形式与目的因,并论述对灵魂的考察在何种范围内(具质灵魂还是超越灵魂)属于自然哲学家的研究领域。
" Εἰ δὲ οὕτως ἔχει, δῆλον ὅτι τὰ πάθη λόγοι ἔνυλοί εἰσιν." Εἰ οὕτως ἔχει, φησί, τουτέστιν εἰ μὴ ἴδια ταῦτα πάθη εἰσὶ ψυχῆς, ἀλλὰ τοῦ συναμφοτέρου, λόγοι εἰσὶν ἔνυλοι, τουτέστιν εἴδη εἰσὶν ἐν ὕλῃ τὸ εἶναι ἔχοντα καὶ οὐ χωριστά. ὥστε οἱ ὅροι τοιοῦτοι οἷον τὸ ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε ἕνεκα τοῦδε. εἰ γὰρ φυσικοῦ ἔργον τὸ περὶ τῶν ἐνύλων εἰδῶν διαλέγεσθαι, ἄλλα δὲ ἐν ἄλλῃ ὕλῃ εἴδη, ἀνάγκη ἄρα τῷ φυσικῷ τοὺς ὁρισμοὺς ἀποδιδόναι ἔκ τε τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν τὸ εἶδος ἐν τῇ ὕλῃ γίνεται. περὶ μὲν γὰρ τοῦ εἴδους διαλεγόμενος ἀνάγκη καὶ περὶ τῆς ὕλης διαλέξεται·1 τῶν πρός τι γὰρ ταῦτα· ἀναγκαίως δὲ καὶ περὶ τῆς αἰτίας δι’ ἣν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ διαλέξεται, εἴπερ ὁ μὲν φυσικὸς τεχνίτης, ἡ δὲ τέχνη τοὺς λόγους ὀφείλει εἰδέναι τῶν ὧν ἐστι τέχνη.2 “ἐγὼ γάρ,” φησὶν ὁ Πλάτων, “τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”. ὡς ἐν τύπῳ οὖν παραδίδωσι τὸ εἶδος τῶν φυσικῶν ὁρισμῶν· κίνησις, φησίν, ὡς λέγομεν ἐπὶ τοῦ θυμοῦ ζέσις (κίνησις γὰρ ἡ ζέσις), τοῦ τοιοῦδε σώματος, τουτέστι φυσικοῦ ὀργανικοῦ, ἢ μέρους. πολλάκις μὲν γὰρ περὶ ὅλον τὸ σῶμα τὸ πάθος γίνεται, ὃ βουλόμεθα ὁρίσασθαι, οἷον εἰ τὴν ἁφὴν ὁριζόμεθα· τοῦ γὰρ ὅλου σώματος κίνησιν εἶναι φήσομεν· μέρους δὲ ὡς ἐπὶ τῆς ὀργῆς, λέγοντες ζέσιν εἶναι τοῦ περικαρδίου αἵματος. ἢ δυνάμεως, ὡς εἰ μὴ λέγοιμεν ζέσιν τοῦ περικαρδίου αἵματος, ἀλλὰ ζέσιν τοῦ περικαρδίου θερμοῦ· δῆλον δὲ ὅτι καὶ διὰ τοῦ αἵματος τὸ θερμὸν καὶ διὰ τοῦ θερμοῦ τὸ αἷμα σημανθήσεται. ὑπὸ τοῦδε ἕνεκα τοῦδε, ὑπὸ τοῦ λυπήσαντος δηλονότι διὰ τὸ ἀντιλυπῆσαι αὐτόν. εἰπόντες οὖν ‘δι’ ὄρεξιν ἀντιλυπήσεως’ ἀμφότερα ἐσημάναμεν· ἡ γὰρ ἀντιλύπησις καὶ τὸν λυπήσαντα σημαίνει, καὶ τὴν ἄμυναν.
“如果情况如此,显然诸受动状态就是具质的定义。” 他说,如果情况如此——也就是说,如果这些受动状态不是灵魂所特有,而是属于复合物——它们就是具质的定义,也就是说,它们是在质料中具有存在且不可分离的形式。因此定义也是如此,例如:发怒是此种身体或其部分或其机能由某物引起且为了某目的的某种运动。因为如果自然哲学家的工作是探讨具质的形式,而不同的形式在不同的质料中,那么自然哲学家就必然要根据质料、形式以及形式据以在质料中生成的原因来给出定义。因为在探讨形式时,他也必然要探讨质料,因为这些是相关者;而且他也必然要探讨形式因何原因而在质料之中的这一原因,既然自然哲学家是匠人,而技术应当知道作为其对象的事物的说明。“因为我,”柏拉图说,“不把无道理的事情称为技术。”因此,他概括地传授了自然学定义的型式:他说是运动,正如我们对怒气所说的沸腾(因为沸腾是运动);是此种身体的,即自然有机身体的,或是其部分的。因为往往我们想要定义的受动状态是关涉整个身体发生的,正如我们若定义触觉那样,因为我们将说它是整个身体的运动;但关涉部分,正如在发怒的情形中,说它是心包血液的沸腾。或是机能的,正如我们若不说心包血液的沸腾,而是说心包热气的沸腾那样;但显然,通过血液指示了热气,通过热气也指示了血液。由某物引起且为了某目的:显然是由致痛者引起,为了回报以痛苦。因此,只要说“出于回报痛苦的欲求”,我们就指示了这两者:因为回报痛苦既指示了致痛者,也指示了报复。
"Καὶ διὰ ταῦτα φυσικοῦ θεωρῆσαι3 περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης." Ἐπειδὴ γὰρ τὰ φυσικὰ τοιαῦτα εἴδη περὶ ὧν ἐπισκέπτεται ὁ φυσικός, τοιοῦτοι δὲ καὶ οἱ φυσικοὶ ὁρισμοὶ καὶ τὴν ὕλην παραλαμβάνοντες, φυσικοῦ ἄρα τὸ περὶ τῶν τοιούτων ψυχῶν διαλεχθῆναι τῶν οὐκ ἄνευ ὕλης. τὸ γὰρ περὶ τῶν ἀύλων ψυχῶν καὶ νοερῶν διαλέγεσθαι εἴη ἄν, ὡς ἐν τῇ Περὶ μορίων ζῴων εἶπε, τοῦ πρώτου φιλοσόφου· ἀνάγκη γὰρ τὸν περὶ τοῦ νοῦ διαλεγόμενον διαλεχθῆναι καὶ περὶ τῶν νοητῶν, τοῦτο δὲ θεολογίας ἔργον. ἀλλ’ ὡς εἴπομεν ἤδη, ὁ τέλειος φυσικὸς ἀνάξει ἑαυτὸν καὶ ἐπὶ τὰ ἐξῃρημένα αἴτια τῶν φυσικῶν, ὡς καὶ αὐτὸς ἐν τῇ Φυσικῇ μετὰ τοὺς περὶ κινήσεως λόγους περὶ τοῦ ἀκινήτου αἰτίου διαλεχθεὶς εἶπεν ‘ἐκ τοιαύτης ἄρα ἀρχῆς ἤρτηται ὁ οὐρανὸς καὶ ὁ κόσμος’· ὁμοίως καὶ ἐν τῇ Περὶ γενέσεως καὶ ἐνταῦθα, ἐπειδὴ οὖν καὶ περὶ τούτων ὡς αἰτίων τῶν φυσικῶν διαλεχθήσεται· εἶπε γὰρ ἤδη καὶ περὶ τῆς λογικῆς ψυχῆς ὅτι ἔστιν οἷον ἀρχὴ τῶν ζῴων. διὰ τοῦτό φησιν ἐνταῦθα τὸ ἢ πάσης.
“由于这些原因,考察灵魂——无论是全体灵魂还是此类灵魂——属于自然哲学家。” 因为既然自然事物是自然哲学家所考察的这类形式,而自然学的定义也是将质料涵括在内的定义,那么探讨非脱离质料的此类灵魂就属于自然哲学家。因为探讨非质料的、理智的灵魂,正如他在《论动物部分》中所说,应当属于第一哲学家;因为探讨理智者必然也探讨可知解者,而这是神学的工作。但是正如我们已经说过的,完满的自然哲学家也将提升自身直至自然事物的超越原因,正如他自己在《物理学》中在关于运动的论证之后探讨了不动的动因并说“天体与宇宙因此悬挂于此种本原之上”;同样在《论生成与消灭》以及在此处亦是如此。因此,既然他也将探讨这些作为自然事物之原因的事物——因为他此前已经就理性灵魂说过它是动物的某种本原——为了这个缘故,他在此处说了“或者是全体”。
- 1.37ἀνάγκη καὶ περὶ τῆς ὕλης διαλέξεται
非人称表达 ἀνάγκη 之后并未接不定式,而是直接接了直陈式将来时动词(διαλέξεται)。这属于省略了连接词的结构(相当于 ἀνάγκη [ἐστὶν ὅτι]),用以强调后文讨论必然发生的事实性。
- 1.37τῶν ὧν ἐστι τέχνη
定冠词 τῶν 在关系代词前用作指示代词(=τούτων)充当先行词,以属格形式依附于 τοὺς λόγους(“那些事物的说明”);关系代词 ὧν 则作 τέχνη 的客观属格(“关于……的技术”)。
- 1.38φυσικοῦ θεωρῆσαι
属格 φυσικοῦ 在此处作表语性质的属格(表示职责或本分),与隐含的系词 ἐστί 连用,意为“属于……的职责”;不定式 θεωρῆσαι 充当句子的真正主语。
