- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:547.24-549.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》430a28–430b5,论述推论思想关涉真伪及时间与谓项的结合与分离,并阐明理智如何将可分之物作为统一的单纯者予以统摄和思考。
" Ὥσπερ ἓν ὄντων." Ὅρα τί φησιν· ὅτι ὁ μὲν νοῦς ἀλήθειαν μόνον οἶδεν, ἐν οἷς δέ ἐστι ψεῦδος καὶ ἀλήθεια, διανοίας τοῦτο·1 καὶ ἐν οἷς ἐστι σύνθεσις, πάλιν διανοίας ἐστὶ τοῦτο. καὶ ἰδοὺ τὰ δύο ἴδια τῆς διανοίας τέως εἶπε. ταύτην δέ, φησίν, τὴν σύνθεσιν ὥσπερ ἓν διανοεῖται ἡ διάνοια. καὶ καλῶς εἶπε τὸ ὥσπερ· οὐδὲ γὰρ ὡς κυρίως ἓν οἶδεν αὐτήν (τὸ γὰρ ὡς κυρίως ἓν εἰδέναι τοῦ νοῦ ἐστιν), ἀλλ’ ὡς ἐν παραθέσει ἓν οἶδεν αὐτὴν ἡ διάνοια. διὸ καὶ τῇ φιλίᾳ Ἐμπεδοκλέους κοινωνεῖ, καθὸ κἀκείνη ἐν παραθέσει ἑνοῖ καὶ οὐ κυρίως.
“如同是一。” 看他说的是什么:理智只知晓真理,而在有虚假与真理之处,这是推论思想的作用;在有结合之处,这又是推论思想的作用。看哪,他暂时陈述了推论思想的两个特有属性。他说,推论思想将这种结合如同作为一那样去思考。他恰当地说了“如同”;因为推论思想并不是在严格意义上把它认知为一(因为在严格意义上认知为一是属于理智的),而是如同在并置中把它认知为一。因此它也与恩培多克勒的“爱”相通,因为那[爱]也是在并置中使之结合为一,而不是严格意义上的结合。
"Οἷον τὸ ἀσύμμετρον καὶ ἡ διάμετρος." Τί βούλεται εἰπεῖν; ὅτι καὶ παρὰ τὸν κατηγορούμενον ἀληθεύει ἢ ψεύδεται ἡ διάνοια. εἰ μὲν γὰρ εἴποι τὴν διάμετρον σύμμετρον, ψεύδεται διὰ τὸν κατηγορούμενον, τὸ σύμμετρον· ἀεὶ γὰρ ἀσύμμετρός ἐστι τῇ πλευρᾷ * * * ἀληθεύει διὰ τὸν κατηγορούμενον.
“例如不可通约者与对角线。” 他意在说明什么?即推论思想由于谓项的缘故也会言真或言假。因为如果它说对角线是可通约的,它就因谓项“可通约”而言假;因为它相对于边始终是不可通约的,[……因谓项而言真]。
"Ἐὰν δὲ γενομένων ἢ ἐσομένων, τὸν χρόνον προσεννοῶν καὶ συντιθείς." Τί διὰ τούτων προτίθεται εἰπεῖν; ὅτι καὶ παρὰ τὸν χρόνον καλῶς ἢ κακῶς συντιθέμενον γίνεται ἡ ἀλήθεια ἢ ψεῦδος ἐν τοῖς πράγμασιν. εἰ μὲν γὰρ εἴποις ‘ἔσται τὰ Τρωϊκά’, ψεύδῃ διὰ τὸ μέλλον τοῦ χρόνου· εἰ δὲ εἴποις ‘γέγονεν’, ἀληθεύεις διὰ τὸ παρελθὸν τοῦ χρόνου. ἀεὶ γάρ, φησίν, ἐν τῇ συνθέσει ἐστὶν ἀλήθεια καὶ ψεῦδος, οὐκ ἐν ἁπλοῖς πράγμασι. καὶ γὰρ ἐὰν τὸ λευκὸν 〈οἷον〉 Σωκράτην εἴποις μὴ λευκόν, ψεύδῃ, κἂν τὸ μὴ λευκὸν εἴποις λευκόν, ψεύδῃ διὰ τὴν σύνθεσιν ἀναρμόδιον οὖσαν. καὶ ὅρα ὅτι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν σύνθεσιν εἶπεν· δυνατὸν δέ, φησίν, καὶ διαίρεσιν ἄμφω εἰπεῖν, διότι ἐκ διαφόρων ἐστὶ πραγμάτων καὶ δυνατὸν ἐστιν αὐτὰς διαιρεθῆναι εἰς τοὺς ὅρους ἐξ ὧν συνετέθησαν. καλῶς δὲ εἶπε τὸ ἐνδέχεται· ὅτῳ γὰρ ἀκολουθίας μέλει,2 δυνατὸν φάναι τὴν μὲν κατάφασιν διαίρεσιν, ἅτε διαιρουμένην σαφῶς εἰς ὑποκείμενον καὶ κατηγορούμενον, τὴν δὲ ἀπόφασιν σύνθεσίν τινα λέγειν ὡς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου συγκειμένην. καὶ οὕτω μὲν ἐνταῦθά φησιν· ἐν μέντοι τῇ λογικῇ τὴν μὲν κατάφασιν σύνθεσιν λέγει μόνως, τὴν δὲ ἀπόφασιν διαίρεσιν. ἀλλὰ καὶ ὅτι ἦν ἢ ἔσται. τί φησιν; ὅτι ἐὰν ᾖ ὁ κατηγορούμενος ψευδής, ἐν ἑκάστῳ χρόνῳ λεγόμενος ψευδής ἐστιν, οἷον ἐὰν εἴπῃς Κλέωνα λευκὸν μὴ ὄντα λευκόν, κἂν εἴπῃς ὅτι ἔστι λευκὸς ἢ ἦν ἢ ἔσται, ψεύδῃ διὰ τὸν κατηγορούμενον· ὁ γὰρ χρόνος διαφορὰν ἐν τούτῳ οὐκ εἰσάγει. καὶ ὅρα ὅτι καὶ τὰ ἄλλα δύο τῆς διανοίας ἴδια, τὸ περὶ ἀπόφασιν καὶ κατάφασιν καταγίνεσθαι, ἣν ἐκάλεσε σύνθεσιν, καὶ τὸ ψεύδεσθαι αὐτὴν ἢ διὰ τὸν κατηγορούμενον ἢ διὰ τὸν χρόνον εἶπε.
“若是关于过去的或将来的事物,则是额外思及并结合了时间。” 他通过这些打算说明什么?即在事物中,真或假的产生也是由于时间被恰当或不恰当地结合。因为如果你说“特洛伊战事将会发生”,你就因时间的未来性而言假;但如果你说“它发生过了”,你就因时间的过去性而言真。因为他说,真与假始终存在于结合之中,而不是在单纯的事物之中。因为如果你对白的东西,〈例如〉苏格拉底,说他不是白的,你就言假;而如果你对不白的东西说是白的,你就会因结合的不协调而言假。并且看哪,他把肯定和否定都称为结合;但他又说,也可以把两者都称为分离,因为它们由不同的事物构成,并且它们能够被分离为构成它们结合的诸项。他恰当地说了“可能”;因为对于在乎逻辑一致性的人来说,既可以把肯定称为分离——因为它显然被分离为主项和谓项,也可以把否定称为某种结合——因为它是由主项和谓项复合而成的。在这里他虽然这样说,然而在逻辑学著作中,他只把肯定称为结合,而把否定称为分离。此外还有“曾是,或者将是”。他说的是什么?即如果谓项是假的,在每一个时态中陈述它都是假的,例如如果你把不白的克里昂说成是白的,无论你说他是白的、曾是白的、还是将是白的,你都因谓项而言假;因为时间在此并未引入任何区别。看哪,他也指出了推论思想的另外两个特有属性:从事于否定与肯定(他称之为结合),以及它或是由于谓项或是由于时间而言假。
"Τὸ δὴ ἓν ποιοῦν τοῦτο ὁ νοῦς ἕκαστον.3" Τοῦτό ἐστι τὸ καὶ ἀνωτέρω εἰρημένον· ἐν ὑπερβατῷ δὲ τὸν λόγον ἀνάγνωθι οὕτως· τὸ δὲ ποιοῦν τούτων ἕκαστον ἓν ὁ νοῦς· εἴπομεν γὰρ ὅτι ὁ νοῦς καὶ τὰ διαιρετὰ ἀδιαιρέτως νοεῖ. καὶ ὅρα ὅτι ἀντὶ τοῦ νοεῖν ποιεῖν εἶπε πάνυ θαυμασίως· ὥσπερ γὰρ τὸ ὂν πᾶσι μεταδίδωσι τοῦ εἶναι, καὶ τὸ καλὸν τοῦ καλοὺς εἶναι, οὕτω καὶ ὁ νοῦς κατὰ τὸ ἑαυτοῦ ἁπλοῦν καὶ ἑνιαῖον τὰ συγκείμενα ἁπλᾶ ποιεῖ· ὡς γὰρ ἁπλᾶ νοεῖ αὐτὰ ὁ νοῦς καὶ οὐχ ὡς σύνθετα.
“使这些各自成为一的正是理智。” 这就是前面也曾说过的;在倒装结构中把这句话读作:“使这些各自成为一的是理智”;因为我们说过,理智即使对可分割之物也是不可分割地思考的。并且看哪,他用“造就”代替“思考”,这是何其精妙;因为正如存在把存在赋予一切事物,美把美好赋予事物,理智也依其自身的单纯与统一,使结合之物成为单纯之物;因为理智把它们思考为单纯的,而非复合的。
- 3.125ἐν οἷς δέ ἐστι ψεῦδος καὶ ἀλήθεια, διανοίας τοῦτο
διανοίας 为属格表从属或特征,在此充当谓语(“这属于推论思想”)。句首的关系从句 ἐν οἷς δέ ἐστι ψεῦδος καὶ ἀλήθεια 充当主题化从句(“在有虚假与真理之处”),随后由指示代词 τοῦτο 复指。
- 3.127ὅτῳ γὰρ ἀκολουθίας μέλει
非人称动词 μέλει 与与格 ὅτῳ(ᾧτινι 的缩略形式)和属格 ἀκολουθίας(“逻辑一致性”、“推论脉络”)连用构成的固定结构,意为“对于在乎逻辑一致性的人而言”。
- 3.128Τὸ δὴ ἓν ποιοῦν τοῦτο ὁ νοῦς ἕκαστον
亚里士多德原文中的倒装(hyperbaton)。正如注解者所分析的,重构后的句序为 τὸ δὲ ποιοῦν τούτων ἕκαστον ἓν [ἐστιν] ὁ νοῦς,其中 ὁ νοῦς 是主语,实体化的分词短语 τὸ ποιοῦν ἕκαστον ἓν(“使这些各自成为一者”)为表语。
