- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:546.17-547.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论述了理智如何无时间性地将大小作为整体及部分来思意、如何通过表象中的不可分元素认识具质料的形式,以及如何通过否定认识量之中的不可分者;他在对比神圣理智的同时,阐明了非质料形式被认识的五种途径,并以此结束全篇阐述。
καὶ ὡς μὲν ὅλον ἀχρόνως αὐτὸ νοεῖ ὁ νοῦς καὶ ἐν τῷ νῦν· οὐδὲ γὰρ δύναται ἐν χρόνῳ αὐτὸ νοῆσαι ὁ νοῦς. πᾶς γὰρ χρόνος διαιρετός ἐστιν· εἰ οὖν ἐν διαιρετῷ ἐνόει, καὶ τὸ νοούμενον, ὅ ἐστι τὸ μέγεθος, διαιρετὸν ἦν· ὡς γὰρ ἔχει ὁ χρόνος, οὕτως ἔχει καὶ τὸ μέγεθος. ἀλλὰ μὴν ἀδιαίρετόν ἐστιν ἐνεργείᾳ· ὡς ὅλον γὰρ νοεῖ αὐτό, τὸ δὲ ὅλον ἀδιαίρετόν ἐστιν· οὐκ ἄρα ἐν χρόνῳ νοεῖ αὐτό, ἀλλ’ ἐν τῷ νῦν. καὶ ὅτι εἰ μὴ ἀχρόνως1 καὶ ἐν τῷ νῦν ἠπίστατο αὐτὰ ὁ νοῦς, οὐκέτι ὅλον ἐνόει ἐν τῷ αὐτῷ χρόνῳ, καὶ εὑρίσκετό ποτε μὴ γινώσκων. ἡ δὲ διάνοια ἐν χρόνῳ γινώσκει αὐτό. ἀλλὰ μὴν καὶ ὡς μέρη ἔχον τὸ μέγεθος νοεῖ αὐτὸ ὁ νοῦς, τὰ διάφορα μέρη ἐν διαφόροις νῦν νοῶν, ἕκαστον μέρος ἐνεργείᾳ νῦν νοῶν. ὡς δὲ συντιθέμενον αὐτὸ οὐκέτι ὁ νοῦς νοεῖ, ἀλλ’ ἡ διάνοια. τριχῶς οὖν τοῦ μεγέθους νοουμένου, ὡς ὅλου, ὡς μέρη ἔχοντος, ὡς συντιθεμένου, τὰ μὲν δύο ὁ νοῦς νοεῖ, ὡς ὅλον καὶ ὡς μέρη ἔχον, τὸ δὲ ὡς συντιθέμενον ἡ διάνοια. τὸ δὲ ἔνυλον εἶδος οἶδεν ὁ νοῦς οὐκέτι καθ’ ἑαυτόν, ἀλλὰ διὰ μέσης τῆς φαντασίας· τὰ γὰρ αἰσθητὰ οὐ δύναται καθ’ ἑαυτὸν νοῆσαι ὁ νοῦς· χρεία γὰρ φαντασίας. νοεῖ οὖν αὐτὰ διὰ μέσης φαντασίας· οὐχ ὅτι δὲ διὰ μέσης φαντασίας νοεῖ2 ὁ νοῦς, ἤδη διὰ τοῦτο μεριστῶς νοεῖ· ἔνεστι γὰρ καὶ ἐν τῇ φαντασίᾳ ἀδιαίρετόν τι. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ τοὺς πρώτους τύπους μὴ ἀφανίζεσθαι ἐκ τῶν δευτέρων· ᾧ δῆλον ὅτι ἐστί τι ἐν αὐτῇ ἀμερές. καὶ κατὰ τὸ ἀμερὲς τοῦτο νοεῖ ὁ νοῦς, ὡς πάλιν ἀμερῶς αὐτὸν νοεῖν. πάλιν τὸ ἐν τῷ ποσῷ ἀμέριστον νοεῖ ὁ νοῦς κατ’ ἀπόφασιν· ὥσπερ γὰρ τῇ ἀποφάσει τοῦ φωτὸς τὸ σκότος νοοῦμεν, οὕτω καὶ τῇ ἀποφάσει τοῦ ἀριθμοῦ νοοῦμεν τὴν μονάδα καὶ τῇ ἀποφάσει τοῦ χρόνου τὸ νῦν καὶ τῇ ἀποφάσει τοῦ μεγέθους τὴν στιγμήν· ὥστε κατ’ ἀπόφασιν νοοῦμεν τὸ ἐν ποσῷ ἀμέριστον. εἰ δέ τις εἴποι ὅτι καὶ τὸ μέλαν κατ’ ἀπόφασιν τοῦ λευκοῦ γινώσκεται, ψεύδεται· ἄμφω γὰρ εἰδοπεποίηται καὶ ἄμφω ποιεῖ, τὸ μὲν συγκρῖνον τὸ δὲ διακρῖνον, καὶ καθ’ αὑτὸ ἄμφω γινώσκεται καταφατικῶς· εἰ μὴ ἄρα τὸ μέλαν λάβοις ἀντὶ τοῦ σκότου, ὡς τὸ μέλανος θανάτοιο. καὶ ταῦτα μὲν ὁ ἡμέτερος νοῦς ἀποφατικῶς οἶδεν, ὁ δὲ θεῖος νοῦς πάντα καταφατικῶς καὶ ἐπιβλητικῶς οἶδεν χωρὶς τοῦ κακοῦ· τοῦτο γὰρ οὐκ οἶδεν, ἵνα μὴ ποιήσῃ αὐτό. ὃ γὰρ γινώσκει, τοῦτο καὶ ποιεῖ· ὑποστατικὴ γάρ ἐστιν ἡ γνῶσις αὐτοῦ. διὸ εἴρηται ‘εἶπε καὶ ἐγένετο’. τοῦτο δὲ τὸ λόγιον διχῶς ἔστιν ἐξηγήσασθαι· ἐπειδὴ ὃ γινώσκει καὶ λέγει, τοῦτο καὶ γίνεται, ἢ ὅτι ἐπειδὴ ἀθρόα ἐστὶν ἡ ἐνέργεια αὐτοῦ, διὰ τοῦτο εἴρηται ‘εἶπε καὶ ἐγένετο’. ἔχεις δὲ καὶ ἐκ τούτου πόρισμά τι· εἰ γὰρ ἀποφατικῶς λέγει τὸν νοῦν ἐνεργεῖν, οὐκέτι περὶ τοῦ θείου νοῦ ἐστιν αὐτῷ ὁ λόγος. καὶ οὕτω μὲν ὁ ἐν ἡμῖν νοῦς γινώσκει τὸ ἐν ποσῷ ἀμέριστον. τὸ δὲ ἄυλον εἶδος γινώσκει κατὰ πέντε ταῦτα·3 ἢ γὰρ ὡς αἴτιον, καὶ τοῦτο ἢ ποιητικὸν ἢ τελειωτικόν· οὐδὲ γὰρ ὡς τελικὸν μόνον, ὡς τινες ἐνόμισαν, γινώσκει αὐτό· καὶ ὡς μὴ ἔχον δὲ ἐναντίον γινώσκει αὐτό (τῷ γὰρ ἐν ἡμῖν φωτὶ καὶ ἀγαθῷ ἐστιν ἐναντίον τι, παρ’ αὐτῷ δὲ οὐκ ἔστι), γινώσκει δὲ αὐτὸ καὶ ὡς νοοῦν καὶ ὡς νοούμενον· ἔνδον γὰρ ἔχον τὸ θεῖον τὸ γνωστικὸν καὶ ἑαυτὸ νοεῖ. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται.
作为整体,理智无时间性地且在“现在”中思意它;因为理智不能在时间中思意它。因为一切时间都是可分的;因此,如果它是在可分者中进行思意,那么被思意之物(即大小)也就曾是可分的;因为时间处于何种状态,大小也处于何种状态。然而,它在现实中是不可分的;因为它是作为整体来思意它,而整体是不可分的;因此,理智不是在时间中思意它,而是在“现在”中思意它。而且还因为,如果理智不是无时间性地且在“现在”中认识它们,它就无法再在同一时间中作为一个整体来思意,并且会被发现在某个时候是不认识的。相反,推论思维是在时间中认识它。然而,理智也将大小作为具有部分者来思意,在不同的“现在”中思意不同的部分,并在现实中在“现在”中思意每个部分。但作为复合体,不再是理智在思意它,而是推论思维在思意。因此,当大小以三重方式被思意时——作为整体、作为具有部分者、作为复合体——理智思意其中的前两者,即作为整体和作为具有部分者,而推论思维则将其作为复合体来思意。 然而对于具质料的形式,理智不再凭自身来认识,而是通过表象的中介;因为理智不能凭自身思意感觉对象;因为需要表象。因此理智通过表象的中介来思意它们;但这并不意味着,由于理智通过表象的中介来思意,它就因此已经以可分的方式来思意;因为在表象中也存在着某种不可分的东西。这一说法是真实的,从最初的印迹不被后来的印迹所泯灭这一点便显而易见;由此显然,在表象中存在着某种无部分的东西。理智正是根据这种无部分的东西来进行思意,从而再次以无部分的方式来思意它。 再者,量之中的不可分者,理智是通过否定来思意的;因为正如通过光之否定我们思意黑暗一样,同样通过数之否定我们思意单子,通过时间之否定我们思意“现在”,通过大小之否定我们思意点;因此我们通过否定来思意量之中的不可分者。但如果有人说黑也是通过白之否定而被认识的,那他就错了;因为二者都具有形式且二者都产生作用,一者聚合,另一者离散,并且二者都在本质上被肯定地认识;除非你将黑理解为黑暗的替代,如“黑色的死亡”那样。我们的理智是以否定方式认识这些事物,而神圣理智除恶之外以肯定且直观的方式认识一切;因为神圣理智不认识恶,以免造就了它。因为它所认识的,这也就是它所造就的;因为它的认识是产生实体的。因此有言道:“他说了,事便成了。”这句话可以有两种解释:或者是因为凡它所认识和言说的,这便产生;或者是因为它的活动是倏忽一举的,因此才说“他说了,事便成了”。并且你由此还可以得出一个推论:因为如果他说理智是以否定方式活动的,那么他的论述就绝不是关于神圣理智的了。我们体内的理智就是这样认识量之中的不可分者的。 然而非质料的形式,它是根据以下五点来认识的:要么作为原因,而这要么作为动力原因要么作为完善原因(因为它并不像某些人认为的那样仅作为目的原因来认识它);它也将它作为没有相反者来认识(因为对于我们体内的光与善存在着某种相反者,但在它那里则不存在);并且它也将它既作为思意者又作为被思意者来认识;因为神圣者在自身内部拥有认知能力,也思意其自身。因此,既然这些事情已经讲明,在上帝的相助下,理论阐述便在此处圆满完成。
- 3.124καὶ ὅτι εἰ μὴ ἀχρόνως
句首的 καὶ ὅτι 引入了支持前述结论(即理智无时间性地思意)的补充论据。此处可补出如 δῆλον(“……也是显然的”)一类的谓词,或者理解为引出荒谬推论的反证法因果句(若非如此,理智便无法在同一时间把握整体,从而出现不认识的状态)。本译文采取反证法论据的结构予以翻译。
- 3.124οὐχ ὅτι δὲ διὰ μέσης φαντασίας νοεῖ ὁ νοῦς, ἤδη διὰ τοῦτο μεριστῶς νοεῖ
句式 οὐχ ὅτι... ἤδη διὰ τοῦτο... 表达了对一种假定推论的否定:“并不因为……,就由于这个缘故立即……”。作者在此预先排除了可能产生的疑虑,即既然理智通过表象运作,其思意是否也会随之变成可分的或局部的。
- 3.124κατὰ πέντε ταῦτα
短语 κατὰ πέντε ταῦτα(“根据这五点”)统摄下文列出的五项:(1) 作为动力原因,(2) 作为完善原因,(3) 作为没有相反者,(4) 作为思意者,(5) 作为被思意者。紧接着的 οὐδὲ γὰρ ὡς τελικὸν μόνον... 是对第 (2) 项的限定与补充,反驳了某些人仅将其视为目的原因的见解。
