← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§545.9-546.17

推论思维的复合认识与理智对不可分大小的思意

斐洛波诺斯阐明了词项中的真理是存在性的,并通过推论思维的诸固有特征(通过复合来认识、因谓词或时间而产生虚妄、涉及命题)将其与理智相对照,随后转向探讨理智如何思意不可分的大小。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.124#3

καὶ ἐν τῷ ὅρῳ οὖν ὑπαρκτικὴν λέγομεν εἶναι τὴν ἀλήθειαν, ὅτι καθὸ ἔστιν ὅρος, ἀληθές ἐστι1 τὸ εἶναι αὐτόν, καὶ οὐ κατ’ ἀντιδιαστολὴν ψεύδους τοῦτο λέγομεν. ταῦτα εἰπὼν περὶ τοῦ νοῦ ὅτι τὸν ὅρον ἀληθῶς γινώσκει, τρέπεται ἐπὶ τὴν διάνοιαν καί φησιν ὅτι αὕτη οὐ μόνον ἀληθεύει, ἀλλὰ καὶ ψεύδεται. καὶ τὸ ἄλλο δὲ ὁ νοῦς πάντα ἑνοειδῶς οἶδεν, ἡ δὲ διάνοια ὡς ἐν συνθέσει, καὶ οὐ ταὐτόν ἐστιν. ὁ μὲν γὰρ νοῦς ὡς συνεχὲς καὶ ἓν οἶδεν, ἡ δὲ διάνοια ὡς συντιθέμενον ἐκ πολλῶν αὐτὸ οἶδεν, οἷον ἐπὶ θύρας· αὕτη γὰρ ἐκ πολλῶν ἐστι ξύλων. καὶ ἔοικεν ἡ διάνοια τῇ Ἐμπεδοκλείῳ φιλίᾳ, ἥτις συνετίθη τὰ ἐκ τοῦ νείκους διῃρημένα. ἀμέλει καὶ εἴρηται τῷ Ἐμπεδοκλεῖ ὅτι εἰ μὴ ἦν ἡ φιλία, ‘πολλῶν ἂν κόρσαι ἀναύχενες ἐβλάστησαν’,2 τουτέστιν ἐγίνοντο κεφαλαὶ ἄνευ αὐχένος, εἰ μὴ ἦν ἡ συνάπτουσα φιλία. τρίτον ἐπὶ τούτοις ἴδιόν φησι τῆς διανοίας τὸ ψεύδεσθαι αὐτὴν ἢ διὰ τὸν κατηγορούμενον ἢ διὰ τὸν χρόνον. ἐὰν γὰρ εἴπω ὅτι ὁ ἄνθρωπος πτερωτὸς ἢ ἔστιν ἢ ἔσται ἢ ἐγεγόνει, ψευδής ἐστιν ἡ πρότασις διὰ τὸν κατηγορούμενον ὅρον, φημὶ δὴ τὸ πτερωτόν· εἰ δὲ εἴπω ὅτι χθὲς ἦν τὰ Τρωϊκά, ἐνταῦθα διὰ τὸν χρόνον γέγονεν ἡ πρότασις ψευδής. ἐπὶ δὲ τῶν ἀιδίων παρὰ τὸν κατηγορούμενον μόνον γίνεται τὸ ψεῦδος, οὐκέτι δὲ καὶ παρὰ τὸν χρόνον· ἐὰν γὰρ εἴπω ὅτι ἦν ἢ ἔστιν ἢ ἔσται ὁ θεός, ἀεὶ ἀληθεύω· τὸ γὰρ ἀεὶ ὂν λέγω. ἐπὶ δὲ τῶν μὴ ἀιδίων καὶ παρὰ τὸν χρόνον γίνεται ψευδὴς ἡ πρότασις καὶ παρὰ τὸν κατηγορούμενον· παρὰ μὲν τὸν κατηγορούμενον ὡς ἐὰν εἴπω ὅτι τραγέλαφός ἐστι νῦν· τὸ ψεῦδος γὰρ γέγονεν οὐ παρὰ τὸν νῦν χρόνον, ἀλλὰ παρὰ τὸ ἐστὶ κατηγορούμενον. καὶ πάλιν ἐὰν εἴπω ‘ἡ σκιὰ νῦν σῶμά ἐστι’, τὸ ψεῦδος γέγονεν οὐ παρὰ τὸ νῦν (οὐ μόνον γὰρ νῦν οὐκ ἔστι σῶμα, ἀλλ’ οὔτε ἦν οὔτε ἔσται), ἀλλὰ παρὰ τὸ εἰπεῖν ὅτι σῶμά ἐστιν. ὥστε ἐπὶ μὲν τῶν γενητῶν διχόθεν γίνεται τὸ ψεῦδος ἐν τῇ διανοίᾳ, ἢ παρὰ τὸν κατηγορούμενον ἢ παρὰ τὸν χρόνον, ἐπὶ δὲ τῶν ἀϊδίων παρὰ μόνον τὸν κατηγορούμενον. ὁ δὲ νοῦς οὐδὲν τούτων ἔχει· ἀεὶ γὰρ νοεῖ πάντα καὶ οὐκ ἔχει ψεῦδος οὔτε παρὰ τὸν κατηγορούμενον οὔτε παρὰ τὸν χρόνον. τέταρτον ἐπὶ τούτοις λέγει ἴδιον τῆς διανοίας ὅτι αὕτη μὲν περὶ προτάσεις καταγίνεται, ὁ δὲ νοῦς περὶ ὅρους. ὅταν δὲ q λέγω3 περὶ προτάσεις, μὴ νόμιζε ὅτι τοῦτο λέγω κατὰ τὸν τρόπον τὸν εἰρημένον ἐν τῇ λογικῇ, ὅτι περὶ μὲν κατάφασιν καταγίνεται ὥσπερ σύνθεσιν, ἐπειδὴ αὕτη συντίθησι τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ, περὶ δὲ ἀπόφασιν ὡς διαίρεσιν, ἐπειδὴ αὕτη ἀποφάσκει καὶ διαιρεῖ τὸ κατηγορούμενον ἐκ τοῦ ὑποκειμένου· οὐ λευκὸς γάρ, φησίν, ἄνθρωπος. νυνὶ γὰρ λέγομεν ὅτι ἡ διάνοια καὶ περὶ κατάφασιν καταγίνεται ὡς διαίρεσιν καὶ σύνθεσιν, καὶ περὶ ἀπόφασιν ὡς διαίρεσιν καὶ σύνθεσιν. ἡ γὰρ κατάφασις καθὸ μὲν συνάπτει, σύνθεσις λέγεται, καθὸ δὲ ἐν δύο δυναμένοις διαιρεθῆναι, διαίρεσίς ἐστι. καὶ ἡ ἀπόφασις δὲ εἰ καὶ λέγει ‘οὐ λευκὸς Σωκράτης’, τὸ μέλαν αὐτῷ συνάπτει καὶ πάλιν σύνθεσίς ἐστιν, ἔστι δὲ καὶ διαίρεσις, καθὸ ἀποχωρίζει ἐξ αὐτοῦ τὸ λευκόν. καὶ οὕτως νῦν ἡ διάνοια λέγεται περὶ προτάσεις καταγίνεσθαι. Ταῦτα εἰπὼν ὡς ἐν παρεκβάσει, ἐπειδὴ εἶπε πῶς νοεῖ ὁ νοῦς τὸν ὅρον, ζητεῖ λοιπὸν πῶς νοεῖ τὸ ἀδιαίρετον μέγεθος, ὅπερ ἦν δεύτερον σημαινόμενον τοῦ ἀδιαιρέτου. τοῦτο δὲ τριττόν ἐστι· τὸ γὰρ μέγεθος τριττόν ἐστι· καὶ ὅλον γάρ ἐστι καὶ μέρη ἔχει καὶ συντιθέμενόν ἐστι.

因此在词项中,我们说真理也是存在性的,因为只要它是一个词项,它的存在就是真实的,并且我们并不是在与虚妄相对立的区分中说这番话的。在这样论述了理智真实地认识词项之后,他转向了推论思维,并说推论思维不仅求得真理,而且也会产生虚妄。此外,理智是以单一的方式认识一切,而推论思维则犹如在复合中认识,二者并不相同。因为理智是将其作为连续且单一的事物来认识,而推论思维则是将其作为由许多事物复合而成者来认识,例如对于门而言:门是由许多木料构成的。推论思维类似于恩培多克勒式的爱,它将由争吵所分割开来的事物复合在一起。确实,恩培多克勒也说过,若不是因为有爱,“许多者的没有脖子的头颅就会生长出来”,也就是说,要不是有把〔它们〕结合起来的爱,就会产生没有脖子的头颅。在此之外第三点,他说推论思维的特有属性在于它要么因谓词而产生虚妄,要么因时间而产生虚妄。因为如果我说“人是、或将是、或曾是有翼的”,这个命题便因作为谓词的词项——我指的就是“有翼”——而是虚妄的;但如果我说“昨天发生过特洛伊战争”,在这里该命题就是因时间而成为虚妄的。但在永恒事物上,虚妄仅产生于谓词,而不再产生于时间;因为如果我说“神曾在、或在、或将在”,我始终是在求真;因为我所说的是永恒存在者。而在非永恒事物上,命题既因时间也因谓词而成为虚妄:因谓词而言,例如如果我说“山羊鹿现在存在”;因为虚妄的产生不是由于“现在”这个时间,而是由于“存在”这一谓词。再如,如果我说“阴影现在是一个物体”,虚妄的产生也不是由于“现在”(因为阴影不仅现在不是物体,过去不是,将来也不会是),而是由于说了“是一个物体”。因此在产生之物上,推论思维中的虚妄产生于两种途径,要么由于谓词,要么由于时间;但在永恒事物上,仅产生于谓词。理智则完全不具有这些;因为理智始终思意一切,既不因谓词也不因时间而产生虚妄。在此之外第四点,他把推论思维忙于命题而理智忙于词项称为推论思维的特有属性。但是,当我谈及它忙于命题时,不要以为我是按照逻辑学中所谈及的那种方式来说的,即推论思维忙于作为结合的肯定,因为肯定将谓词与主词结合在一起;忙于作为分割的否定,因为否定将谓词从主词中否认并分割开来;因为他说“人不是白的”。因为现在我们说,推论思维对于肯定既作为分割又作为结合而涉及,对于否定也既作为分割又作为结合而涉及。因为肯定只要是在连接,就被称为结合;只要是处于两个能够被分割的事物中,它就是分割。而否定即使说“苏格拉底不是白的”,也是把黑连接于他,因而又是结合;并且只要把白从他身上分离出去,它也是分割。以这种方式,推论思维现在被称为忙于命题。 在犹如附论般地谈完了这些之后,既然他已经讲过了理智如何思意词项,接下来他便探求理智如何思意不可分的大小,而这正是不可分者的第二种涵义。而这是三重性的;因为大小是三重性的:它既是一个整体,又具有部分,并且是一个复合体。

语法注3 条
  1. 3.124καθὸ δὲ ἐν δύο δυναμένοις διαιρεθῆναι, διαίρεσίς ἐστι

    在 καθό 从句中省略了系动词(如 ἐστί)的简缩句。意为“只要它处于两个能够被分割的事物(主词与谓词)之中”,用以解释为何肯定命题不仅是结合(synthesis),而且由于以两个概念上可分的事物为前提,也是一种分割。

  2. 3.124εἰ μὴ ἦν ἡ φιλία, ‘πολλῶν ἂν κόρσαι ἀναύχενες ἐβλάστησαν’

    引用恩培多克勒残篇(DK 31 B57)的与过去事实相反的条件句。条件从句(εἰ μὴ ἦν)与结论从句(ἂν ... ἐβλάστησαν)均使用直陈式过去时态(未完成过去时与不定过去时),表示非实在的假设。

  3. 3.124ὅταν δὲ q λέγω

    文本中的“q”是校订符号或排版错讹;在句法上只读作“ὅταν δὲ λέγω”(但当我谈及……时),引导依附于主句祈使动词“μὴ νόμιζε”(不要认为)的时间状语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:545.9-546.17