← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§543.35-545.9

不可分者的划分与单纯思意的无误性

菲洛波庞进一步阐述了大小形式与具质料形式相对立之疑难的解答,并通过划分法系统梳理了不可分者的五种涵义。随后,他考察了亚里士多德关于对不可分者的思意不存在虚妄的断言,对比了《解释篇》与《形而上学》中真理观的分歧,并引证普罗提诺来论证理智在单纯直取中的无误性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.124#2

ἡ γὰρ ὕλη ἐπιδεξαμένη τὸ τοῦ μεγέθους εἶδος ἔμεινεν ἐπινοίᾳ, τὰ δὲ ἄλλα εἴδη δεξαμένη αἰσθητὴ γέγονεν. ἀντιδιέστειλεν οὖν τὸ ἐνεργείᾳ εἶδος τῷ ἐπινοίᾳ, ὅ ἐστι τῷ εἴδει τοῦ μεγέθους· τοῦτο γὰρ καὶ προσελθὸν τῇ ὕλῃ ἐπινοίᾳ αὐτὴν εἴασεν· οὐκ ἔστι γὰρ ἰδεῖν ὕλην μεμεγεθυσμένην αὐτὴν καθ’ ἑαυτὴν ἄνευ ἄλλου εἴδους, εἰ μὴ ἐπινοίᾳ μόνον. ὥστε εἰ καὶ ἔνυλον εἶδός ἐστι τὸ μέγεθος, ἀλλ’ οὖν ἀντιδιέστειλεν αὐτὸ τῷ ἐνύλῳ εἴδει οὐ παντί, ὡς ἤδη εἶπον, ἀλλὰ τῷ ἐνεργείᾳ καὶ αἰσθητὸν ἀποφαίνοντι τὴν ὕλην. ὥστε καὶ ὑπὸ διαίρεσίν τινα πίπτειν τὰ πέντε ταῦτα τοῦ ἀδιαιρέτου σημαινόμενα. ἔστι δὲ ἡ διαίρεσις αὕτη· ὁ ὅρος ἢ ἁπλῶς ἐστιν ὅρος ἢ τοιόσδε. εἰ μὲν οὖν ἐστιν ἁπλῶς ὅρος, ποιεῖ ἓν σημαινόμενον τοῦ ἀδιαιρέτου, τὸν ὅρον. εἰ δὲ τοιόσδε ἐστὶν ὁ ὅρος, ἢ δυνάμει μὲν μεριστός ἐστιν, ἐνεργείᾳ δὲ ἀμερής, 〈ἢ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀμερής1〉. εἰ μὲν οὖν δυνάμει μέν ἐστι μεριστός, ἐνεργείᾳ δὲ ἀμερής, ἢ καθ’ αὑτό ἐστι μεριστὸς ἢ κατὰ συμβεβηκός. εἰ μὲν οὖν καθ’ αὑτὸ εἴη μεριστός, ποιεῖ τὸ συνεχὲς μέγεθος· εἰ δὲ κατὰ συμβεβηκὸς εἴη μεριστός, ποιεῖ τὸ ἔνυλον εἶδος. οὕτω μὲν οὖν, ἐὰν δυνάμει μὲν ᾖ μεριστός, ἐνεργείᾳ δὲ ἀμερής· εἰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστὶν ἀμερής, ἢ μετὰ ὕλης ἐστὶ καὶ ποιεῖ τὸ ἐν ποσῷ ἀδιαίρετον, οἷον μονάδα, στιγμήν, νῦν, ἢ ἄυλόν ἐστι καὶ ποιεῖ τὸ ἄυλον εἶδος. ἐπεὶ οὖν ἐκ διαιρέσεως μεμαθήκαμεν ὅτι πέντε εἰσὶν σημαινόμενα τοῦ ἀδιαιρέτου, ἴδωμεν λοιπὸν πῶς ὁ νοῦς ἕκαστον τούτων νοεῖ. Ἰστέον τοίνυν ὅτι τὸν ὅρον νοεῖ ἀμερῆ ὄντα ἀμερὴς ὢν ὡς ἁπλῆν φωνήν, ὥστε οὔτε ὡς ψευδῆ οὔτε ὡς ἀληθῆ· περὶ γὰρ τὰς ἁπλᾶς φωνὰς οὐ θεωρεῖται οὔτε ἡ ἀλήθεια οὔτε τὸ ψεῦδος, ἀλλὰ περὶ τὰς συνθέτους. καὶ τί δήποτε ἐν τῇ λέξει τοῦ ψεύδους μόνου ἐμνήσθη, οὐκέτι δὲ καὶ τῆς ἀληθείας; ἔφη γὰρ ὅτι ἡ μὲν ἐν τοῖς ἀδιαιρέτοις νόησις περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος, καὶ οὐκ ἐπήγαγε καὶ περὶ ἃ οὐκ ἔστιν ἡ ἀλήθεια. ἔγνωμεν γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι οὐ μόνον ψεῦδος ἀλλὰ ἀλήθεια οὐκ ἔστιν ἐν ταῖς ἁπλαῖς φωναῖς· πῶς οὖν αὐτὸς ἐν τῇ λέξει μόνου τοῦ ψεύδους ἐμνήσθη; καὶ λέγομεν ὅτι ἐν τῇ Μετὰ τὰ φυσικὰ δοξάζει ἐναντία τῷ Περὶ ἑρμηνείας· ἐν μὲν γὰρ τῷ Περὶ ἑρμηνείας οὔτε ἀλήθειαν οὔτε ψεῦδος ἔφη θεωρεῖσθαι περὶ τὰς ἁπλᾶς φωνάς, ἤγουν ἐν τοῖς ὅροις, ἀλλ’ ἐν ταῖς προτάσεσιν εἶπε φαίνεσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἐν δὲ τῇ Μετὰ τὰ φυσικά φησιν ὅτι ἐν ταῖς ἁπλαῖς φωναῖς, ἤγουν ἐν τοῖς ὅροις, ψεῦδος μὲν οὐ θεωρεῖται, ἀλήθεια δὲ θεωρεῖται. ὁ γὰρ νοῦς ὁπηνίκα ἁπλῇ προσβολῇ ἐπιβαλὼν ἑκάστην ἁπλῆν φωνήν, ταὐτὸν δὲ εἰπεῖν ὅρον, ἰδίᾳ καὶ καθ’ ἑαυτὸν νοήσῃ, ἀληθῶς ἐνόησε μηδὲν ἕτερον προσθείς, οἷον ἐν τῷ εἰπεῖν περιπατεῖ2 ἐξαπίνης ὁ νοῦς βάδισιν ἐνόησε μηδὲν ἄλλο προσθείς, ἀλλ’ αὐτὸ μόνον. πάλιν ἐν τῷ ἐσθίειν μάσησιν ἐνόησεν εὐθέως, τουτέστιν ὀδόντα ἐπιστροφῇ δονούμενον, χωρὶς ἄλλης προσθήκης. ταῦτα μὲν οὖν ἐν τῇ Μετὰ τὰ φυσικά φησι· νῦν δὲ ἐκείνῃ ἠκολούθησε τῇ πραγματείᾳ καὶ διὰ τοῦτο ἐκ τῶν ἁπλῶν φωνῶν οὐκ ἀπηγόρευσε τὴν ἀλήθειαν, ἀλλὰ μόνον τὸ ψεῦδος, διότι ὁ νοῦς οὐδέποτε ψεύδεται, ἀλλ’ ἀεὶ ἀληθεύει κατὰ τὸν Πλωτῖνον εἰπόντα ‘ὁ γὰρ νοῦς ἢ ἥψατο ἢ οὐχ ἥψατο, ὥστε ἀναμάρτητος’. ἰστέον δὲ ὅτι διττὴ ἡ ἀλήθεια, ἢ ὑπαρκτικὴ ἢ ἀντιδιῃρημένη τῷ ψεύδει, ὑπαρκτικὴ μὲν ὡς ἵνα εἴπω3 ‘οὗτος ἄνθρωπός ἐστι κυρίως’. τοῦτο δὲ λέγω ὡς πρὸς τὸν ἐν ζωγραφίᾳ· ἐκεῖνος γὰρ οὐκ ἔστι κυρίως ἄνθρωπος· διὰ οὖν τὸ ὑπάρχειν αὐτὸν μόνον ἀληθῶς λέγεται ἄνθρωπος.

因为质料在承受了大小的形式时,依然留在思构之中,而在接受了其他形式之后,才成为可感觉的。因此,他是将现实中的形式与思构中的形式——即大小的形式——相对立;因为后者即使临在于质料,也依然让质料留在思构之中;因为除了仅仅在思构中之外,是不可能见到自身具有大小而没有其他形式的质料的。因此,即便大小是一种具质料的形式,但他并非将其与一切具质料的形式相对立,正如我已说过的那样,而是将其与那种现实中的、并且使质料显现为可感觉者的形式相对立。这样,不可分者的这五种涵义也就归入某一个划分之下了。其划分如下:词项要么是单纯的词项,要么是这样一种特定的词项。如果它是单纯的词项,便构成了不可分者的一个涵义,即词项。如果词项是这样一种特定的词项,它要么在潜能上是可分割的而在现实中是无部分的,〈要么在潜能和现实中都是无部分的〉。如果它在潜能上是可分割的而在现实中是无部分的,它要么是由于自身可分割,要么是偶性地可分割。如果它是由于自身可分割,便构成连续的大小;如果它是偶性地可分割,便构成具质料的形式。如果它在潜能上是可分割而在现实中无部分,情形便是如此;但如果它在潜能和现实中都是无部分的,它要么伴随着质料并构成数量中的不可分者,例如单元、点、现在,要么是无质料的并构成无质料的形式。既然我们已经从划分中得知不可分者有五种涵义,接下来就让我们看看理智是如何思意它们之中的每一个的。 那么应当知道,理智作为无部分的,将作为无部分的词项思意为单纯的语词,从而既不把它思意为虚妄的,也不把它思意为真实的;因为对于单纯的语词,既考察不到真理,也考察不到虚妄,而对于复合的语词才能考察得到。究竟为什么他在文句中只提到了虚妄,而不再提及真理呢?因为他说“对不可分者的思意乃在于那些不存在虚妄的事物之中”,而没有附加上“以及那些不存在真理的事物之中”。我们在《解释篇》中知道,不仅虚妄,而且真理也不存在于单纯的语词之中;那么他自己在文句中为何仅仅提到了虚妄呢?我们说,他在《形而上学》中所持的主张与《解释篇》相反;因为在《解释篇》中他说,关于单纯的语词(即在诸词项中)既考察不到真理也考察不到虚妄,而说真与假表现在命题之中;但在《形而上学》中他说,在单纯的语词中(即在诸词项中),虽然考察不到虚妄,却能考察到真理。因为理智每当以单纯的直取投向每一个单纯的语词——也就是说词项——并单独地且就其自身来思意它时,理智就是真实地思意了它而没有添加任何其他东西;例如在说“散步”时,理智突然思意到了行步,而没有添加任何其他东西,仅仅思意到这本身。又如在“吃”时,理智立刻思意到了咀嚼,也就是牙齿以回转而运动,没有任何其他的添加。这些就是他在《形而上学》中所说的话;而现在他遵循了那部著作,并因此没有从单纯的语词中排除真理,而仅仅排除了虚妄,因为理智从来不产生虚妄,而是始终如实,正如普罗提诺所说:“因为理智要么触及了,要么没有触及,所以它是无误的”。此外应当知道,真理有两种:要么是存在性的,要么是与虚妄相对立划分的;存在性的真理例如我说“这个人严格说来是一个人”。我这么说是相对于画中的人而言的;因为画中的人并不是严格意义上的人;所以,仅仅由于他的实际存在,他才真实地被称为人。

语法注3 条
  1. 3.124〈ἢ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀμερής〉

    尖括号内的短语是校勘者的补文。这是根据下文中紧接着出现的对应条件从句“如果它在潜能和现实中都是无部分的”(εἰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστὶν ἀμερής)来补足二分法中所缺失的相对立肢。

  2. 3.124ἐν τῷ εἰπεῖν περιπατεῖ

    带冠词的不定式 ἐν τῷ εἰπεῖν 用作时间或情境状语(“在[有人]说‘散步’时”),其逻辑主语是不特定的。直接引述的词“περιπατεῖ”作 εἰπεῖν 的宾语。

  3. 3.124ὡς ἵνα εἴπω

    短语 ὡς ἵνα εἴπω 是晚期希腊语中常见的惯用表达,意为“可以说”“譬如我说”,在此用于引出举例说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:543.35-545.9