← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§542.19-543.35

作为思意对象的不可分者的五种涵义与疑难

针对亚里士多德转向论述对不可分者的思意,斐洛庞奴阐明了不可分者的五种涵义(词项、连续的大小、数量中无部分者、具质料形式和无质料形式),并就其分类提出了两个疑难并予以解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.124#1

" Ἡ μὲν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος." Μετὰ τὸν δυνάμει νοῦν τέσσαρα ἐσχηκότα κεφάλαια καὶ τὸν ἐνεργείᾳ νοῦν τὰ ῥηθέντα δέκα κεφάλαια ἐσχηκότα ἔρχεται λοιπὸν ἐπὶ τὰ νοητά. ἰστέον δὲ ὅτι ἐπὶ μὲν τῆς λογικῆς ψυχῆς ἀπὸ τοῦ νοῦ δεῖ ἄρξασθαι ὡς σαφεστέρου τῶν νοητῶν, ἐπὶ δὲ τῆς ἀλόγου ἀπὸ τῶν αἰσθητῶν ὡς σαφεστέρων· πανταχοῦ γὰρ τῆς διδασκαλίας ἀπὸ τῶν σαφεστέρων καλὸν τὴν ἀρχὴν ποιήσασθαι. περὶ τοῦ νοῦ οὖν διδάξας ἦλθεν ἐπὶ τὸ νοητόν. φησὶ τοίνυν ὅτι τὸ νοητὸν ἀδιαίρετόν ἐστι· μὴ ἐκ τούτου δὲ νομίσῃς ὅτι τὸν νοῦν λέγει μόνα τὰ ἀδιαίρετα εἰδέναι. οἶδε γὰρ καὶ τὰ ἀδιαίρετα καὶ τὰ διαιρούμενα, ἀλλ’ ἀδιαιρέτως καὶ κεντρικῶς οἶδε τὰ διαιρούμενα· καὶ τὸ κέντρον γὰρ τὸν κύκλον σπερματικῶς περιέχει. πάντα οὖν νοεῖ ὁ νοῦς ἀδιαιρέτως· τοῦτο γὰρ ἴδιον τοῦ νοῦ, τὸ συνάγειν καὶ ἑνοποιεῖν τὰ διαιρετὰ καὶ ἀδιαιρέτως αὐτὰ νοεῖν. ὅτι δὲ καὶ τὰ διαιρετὰ οἶδεν ἀδιαιρέτως, δηλοῖ τὸ εἰπεῖν αὐτὸν ἐν τῇ Ἀποδεικτικῇ ὅτι οὐ μόνον ἐπιστήμη ἀλλὰ καὶ ἀρχὴ ἐπιστήμης ἐστὶν ᾗ τοὺς ὅρους γινώσκει,1 ἀρχὴν ἐπιστήμης τὸν νοῦν καλέσας, ἐπιστήμην δὲ τὴν διάνοιαν. καὶ ἰδοὺ τὸν νοῦν ὁρικῶς καὶ ἀδιαιρέτως φησὶν εἰδέναι τὰ πράγματα. ἐπειδὴ δὲ περὶ τοῦ ἀδιαιρέτου ἐστὶν ὁ λόγος, δεῖ εἰδέναι ὅτι πενταχῶς λαμβάνει τὸ ἀδιαίρετον.2 λέγεται γὰρ ἀδιαίρετον ὁ ὅρος. ἴσμεν γὰρ ὅτι ἡ πρότασις δύο ὅρους ἔχει τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, οἷόν ἐστι πρότασις Πλάτων περιπατεῖ, καὶ Πλάτων ὅρος ἐστὶ καὶ τὸ περιπατεῖ ὅρος, καὶ ἁπλῶς ὅρος ἐστίν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν, ἡ ἁπλῆ φωνή. τοῦτο οὖν ἐστι πρῶτον σημαινόμενον τοῦ ἀδιαιρέτου, ὁ ὅρος. δεύτερόν ἐστι σημαινόμενον τὸ συνεχὲς μέγεθος· τοῦτο γὰρ δυνάμει μὲν διαιρετόν ἐστιν, ἐνεργείᾳ δὲ ἀδιαίρετον. τρίτον ἐστὶ σημαινόμενον τὸ ἐν ποσῷ ἀμερές, οἷον στιγμή, μονάς, νῦν· ταῦτα γάρ ἐστι τὰ ἐν ποσῷ ἀδιαίρετα. τέταρτον σημαινόμενόν ἐστι τοῦ ἀδιαιρέτου τὸ ἔνυλον εἶδος· οὐ γὰρ αὐτὸ διαιρεῖται, ἀλλὰ τὸ ὑποκείμενον αὐτῷ. πέμπτον σημαινόμενόν ἐστι τὸ ἄυλον εἶδος. ταῦτά ἐστι τὰ πέντε σημαινόμενα τοῦ ἀδιαιρέτου. ὅθεν καὶ ἀπορῆσαι ἔχομεν δύο ἀπορίας,3 μίαν μὲν ὅτι πῶς ἀντιδιέστειλε τῷ ὅρῳ τὰ ἄλλα δ ἀδιαίρετα, εἴ γε καὶ τὰ ἄλλα τέσσαρα ὅρος εἰσί; ἕκαστον γὰρ αὐτῶν ἁπλῆ φωνή ἐστι, καὶ διὰ τοῦτο ὅρος· οὔτε γὰρ πρότασίς ἐστι τὸ λέγειν συνεχὲς μέγεθος, οὔτε πάλιν πρότασίς ἐστι τὸ εἰπεῖν ἄυλον εἶδος· εἷς γάρ ἐστιν ὅρος μόνον ἕκαστον τούτων, ἐξ ἑνὸς δὲ μόνον ὅρου πρότασις οὐ γίνεται. εἰ οὖν ταῦτα οὕτως, πῶς ἀντιδιέστειλεν αὐτὰ τῷ ὅρῳ, εἴ γε καὶ αὐτὰ ὅροι εἰσίν; αὕτη ἐστὶν ἡ πρώτη ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι ἄλλο ἐστὶ τὸ εἰπεῖν ἁπλῶς ὅρον καὶ ἄλλο ἐστὶ τὸ εἰπεῖν τοιόνδε ὅρον. τὸ οὖν πρῶτον σημαινόμενον τοῦ ἀδιαιρέτου τὸν ἁπλῶς ὅρον αἰνίττεται, τὰ δὲ ἄλλα δ τὸν τοιόνδε ὅρον. οὐκ ἀντιδιέστειλεν οὖν ἀλόγως ἀλλὰ καὶ εὐλόγως τὸν ἁπλῶς ὅρον τῷ τοιῷδε ὅρῳ. αὕτη καὶ ἡ ἐπίλυσις. δευτέραν ἀπορίαν ἀποροῦσι τοιαύτην, διὰ τί ἀντιδιέστειλεν τὸ ἔνυλον εἶδος τῷ μεγέθει; καίτοι αὐτὸ τὸ μέγεθος ἔνυλον εἶδός ἐστι· τῇ γὰρ ἀνειδέῳ ὕλῃ πρῶτον εἶδος πρὸ τῶν ἄλλων πάντων εἰδῶν τοῦτο ἐπιγίνεται, τὸ μέγεθος· πρῶτον γὰρ ποσοῦται, εἶθ’ οὕτω ποιοῦται. εἰ οὖν τὸ μέγεθος ἔνυλον εἶδός ἐστι, διὰ τί ἀντιδιέστειλεν αὐτὸ τῷ ἐνύλῳ εἴδει, εἴ γε τὸ μέγεθος ὑπὸ τὸ ἔνυλον εἶδος ἀνάγεται; αὕτη ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι οὐ πᾶν τὸ ἔνυλον εἶδος ἀντιδιέστειλε τῷ μεγέθει, ἀλλ’ ἐκεῖνο ὃ μετὰ τὸ μεγεθυνθῆναι τὴν ὕλην ἐπιγίνεται.

“那么,对不可分者的思意乃在于那些不存在虚妄的事物之中。” 在探讨了具有四个要点的潜能理智以及具有前述十个要点的现实理智之后,他接下来便转向了可思意者。应当知道,就理性魂而言,应当从理智开始,因为理智比可思意者更为明了;而就非理性魂而言,则应当从感觉对象开始,因为它们更为明了;因为在一切讲授中,从更为明了的事物出发开端都是适宜的。因此,在教导了关于理智之后,他便进入了可思意者。于是他说,可思意者是不可分的;但切勿由此认为他说理智仅认识不可分者。因为理智既认识不可分者,也认识被分割者,但它是不可分地且如中心点般认识被分割者的;因为中心点也是如胚种般包含着圆周的。因此,理智不可分地思意一切事物;因为把被分割者汇聚并统一起来、不可分地思意它们,这正是理智的固有属性。而理智即使对被分割者也是不可分地认识的,这由他在《后分析篇》中所说的显明出来:不仅存在着科学知识,而且还存在着借以认识诸词项[或界说]的科学知识之本原,他把理智称为科学知识的本原,而把推论思考称为科学知识。看哪,他说理智是界说性地且不可分地认识诸事物的。既然当前论述是关于不可分者的,就应当知道,他是从五种意义上来理解不可分者的。因为词项[或界说]被称为不可分者。因为我们知道,一个命题具有两个词项,即主项与谓项,例如“柏拉图在散步”这个命题中,柏拉图是一个词项,在散步也是一个词项;简言之,正如我们在《解释篇》中所学到的,词项就是单纯的语词。因此这是不可分者的第一种涵义,即词项。第二种涵义是连续的大小;因为这一者在潜能上是可分割的,在现实中却是不可分的。第三种涵义是数量中无部分者,例如点、单元、现在;因为这些是在数量中不可分的事物。不可分者的第四种涵义是具质料的形式;因为它自身并不被分割,而是其底护者被分割。第五种涵义是无质料的形式。这就是不可分者的五种涵义。由此我们也可以提出两个疑难:其一,如果其余四种不可分者也同样是词项,他怎么会把其余四者与词项相对立呢?因为它们中的每一个都是单纯的语词,并因此是词项;因为说“连续的大小”并不是一个命题,再说“无质料的形式”也不是一个命题;因为这些之中的每一个都仅仅是一个词项,而仅由一个词项是构不成命题的。因此,如果实情确是如此,既然它们自身也是词项,他怎么会把它们与词项相对立呢?这是第一个疑难。对此我们将说,单纯地说词项是一回事,而说这样一种词项又是另一回事。因此不可分者的第一种涵义暗示着单纯的词项,而其余四种则暗示着这样一种特定的词项。所以,他绝非毫无道理而是极其合理地将单纯的词项与这样一种词项相对立。这就是解答。他们提出的第二个疑难是这样的:为什么他把具质料的形式与大小相对立?然而大小本身就是具质料的形式;因为对于无形式的质料而言,在所有其他形式之前最先附加于其上的形式就是这一个,即大小;因为质料首先被赋予数量,然后才这样被赋予性质。因此,如果大小是具质料的形式,既然大小被归入具质料的形式之下,他为什么把它与具质料的形式相对立呢?这就是该疑难。对此我们将说,他并不是将全部具质料的形式与大小相对立,而是将那种在质料被赋予大小之后才附加于其上的形式与其相对立。

语法注3 条
  1. 3.124ᾗ τοὺς ὅρους γινώσκει

    关系代词与格 ᾗ 为工具与格,先行词指上下文省去的阴性名词(如“能力”δύναμις 或“状态”ἕξις),亦可指前文的 ἀρχὴ ἐπιστήμης(“科学知识之本原”)。它表示理智借以认识诸词项(或界说)的机制。

  2. 3.124πενταχῶς λαμβάνει τὸ ἀδιαίρετον

    动词 λαμβάνει 的主语未显明给出,但依上下文自然指亚里士多德(“他从五种意义上理解不可分者”)。

  3. 3.124ὅθεν καὶ ἀπορῆσαι ἔχομεν δύο ἀπορίας

    结构 ἔχομεν + 不定词(ἀπορῆσαι)表示可能(“我们能够提出”)。其后带有同根宾语 δύο ἀπορίας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:542.19-543.35