← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§541.5-542.18

理智的永恒性与受动理智灭亡导致的遗忘

论亚里士多德《灵魂论》430a23–25中理智的永恒性与不朽性、遗忘因受动理智(表象)的可毁灭性而发生的原因,以及理智思意活动对表象的依赖及其适用范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.121

" Καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον." Ἰδοὺ πάλιν ἄλλο ἴδιον λέγει ὅτι ἀθάνατος καὶ ἀίδιός ἐστιν ὁ νοῦς. τοῦτο δὲ μόνον εἶπε τῶν συνιστώντων τὸν ἄνθρωπον· μόνος γὰρ οὗτος ἀίδιος καὶ ἀθάνατος. ἡ γὰρ ἄλογος καὶ ἡ φυτικὴ ψυχή, ὡς ἐρρήθη, ἀθάνατος μέν, οὐκ ἀίδιος δέ· ἀθάνατος δὲ λέγεται κἂν φθαρτὴ δοξάζηται, ἐπειδὴ οὐ καθὸ ψυχὴ φθείρεται, ἀλλὰ καθὸ ἐν σώματί ἐστι. διὸ καὶ ὁ Πλάτων λέγει πᾶσαν ψυχὴν ἀθάνατον, τοῦτο λέγων καὶ ἐπὶ φυτικῆς καὶ ἀλόγου. ἡ δὲ ὕλη τὸ ἀνάπαλιν ἀίδιος μέν, οὐκ ἀθάνατος δέ. διὸ ὁ νοῦς ἀνώλεθρος λέγεται ὡς καὶ ἀίδιος καὶ ἀθάνατος. ὅρα δὲ ὅτι τοῦτο οὐ περὶ τοῦ θύραθεν νοῦ λέγει· τὸ γὰρ τοῦτο μόνον οὐδετέρως κείμενον πρὸς τὸ ἄνω ῥηθὲν συντάττεται ὅτι μόριον ψυχῆς [ὡς] εἶναι τὸν νοῦν·1 τοῦτο δὲ τὸ μόριον τῆς ψυχῆς ἀθάνατόν τε καὶ ἀίδιον, ὁ δὲ θύραθεν οὐ μόριον.

“而唯有这才是不死且永恒的。” 看哪,他再次指出了另一个固有属性:理智是不死且永恒的。而他所说的“唯有这”,是指构成人者的诸成分而言;因为唯有这一成分是永恒且不死的。因为正如已指出的,非理性的魂与植物性的魂固然不死,却非永恒;即便它被认为可毁灭,之所以仍被称为不死,是因为它并不是在其作为魂的意义上被毁灭,而是在其处于身体之中的意义上被毁灭。因此柏拉图也说凡魂皆不死,对植物性的魂和非理性的魂也是这样说的。而质料则相反,是永恒的,却非不死。因此理智被称为不受毁灭的,因其既永恒又不死。但请注意,他并不是关于外来的理智说这番话的;因为中性形式的“唯有这”是与上文所述相连的,即理智是魂的一个部分;而魂的这一部分既是不死的又是永恒的,外来的理智则不是一个部分。

§3.122

"Οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός." Ὅρα ὅτι τὸ ἄλλο ἴδιον λέγει, ὅτι ἐπιλανθάνεται ὁ νοῦς. ὁ μέντοι Πλούταρχός φησιν ὅτι τοῦτο ὡς πρὸς ἀπορίαν εἴρηται τὴν λέγουσαν ‘διὰ τί οὐκ ἀεὶ νοεῖ ὁ νοῦς, εἴπερ ἔνδον ἔχει τὸ γνωστικόν’; καὶ λύων φησὶν ὅτι τούτου αἴτιον τὸ μετὰ φαντασίας ἐνεργεῖν αὐτόν, κἀκείνης φθαρείσης οὐκέτι ἐνεργεῖ δι’ ἐκείνην καὶ οὐχὶ δι’ ἑαυτόν. ἀποροῦσι δὲ ὅτι ναὶ ἐπιλανθάνεται ὁ νοῦς ὧν ἐν τῷ ἄλλῳ βίῳ ἔζησε, τῶν μερικῶν ἐφ’ ὧν ἡ φαντασία συνήργησε, διὰ τὸ ἐκείνην φθαρῆναι. διὰ τί οὖν μὴ μνημονεύει ὧν αὐτὸς ὁ νοῦς κατέσχε τύπον ἀπὸ τῆς φαντασίας καὶ ὧν καθ’ ἑαυτὸν ἐνήργησεν; ἴσμεν γὰρ ὅτι καὶ αὐτῷ Ἀριστοτέλει δοκεῖ ὅτι ἐστί τινα ἃ ὁ νοῦς δίχα φαντασίας ἐνεργεῖ, οἷον τὴν πρὸς ἑαυτὸν ἐπιστροφήν, τὴν τῶν ἀσωμάτων ἔννοιαν, τὴν πρὸς τὸ θεῖον ἐπιστροφήν, τὴν γνῶσιν τῶν καθόλου, καὶ ἁπλῶς ὅσα χωρὶς αἰσθήσεως νοεῖ, ταῦτα καὶ χωρὶς φαντασίας νοεῖ. πρὸς ὃ ἔστιν εἰπεῖν ὅτι εἰ ἐν νόσῳ μερικῇ ἐκτρέπονται καὶ ἐπιλανθάνονται τῶν πρώην, ὡς καὶ Θουκυδίδης ἱστορεῖ λέγων ‘σφᾶς τε αὐτοὺς ἔλαθον,’ πόσῳ μᾶλλον ἐν μεταβολῇ ὅλου βίου οὐκ ἐπιλανθάνονται τῶν πρώην.2 ἐκ τούτου δὲ τρία ἔχε δόγματα, ὅτι τὴν φαντασίαν φθαρτὴν δοξάζει· ἰδοὺ γὰρ λέγει ὅτι ὁ παθητικὸς νοῦς φθαρτός· καὶ ἄλλο δόγμα ὅτι ὃν νοῦν εἶπε μὴ μνημονεύειν, τοῦτον εἶπεν ἀπαθῆ· ὥστε τὸν ἐν ἡμῖν λέγει ἀπαθῆ· ὁ γὰρ θύραθεν οὐ λέγεται ἐπιλανθάνεσθαι.

“然而我们并不记得,因为这一者固然是无受动的,但受动理智却是可毁灭的。” 请注意,他指出了另一个固有属性:理智会遗忘。然而普鲁塔克说,这话是针对以下疑难而言的,即:“如果理智内在地具有认知能力,为什么它不始终思意呢?”他作为解答而指出,其原因在于理智伴随着表象而活动,而在表象毁灭之后,它便因表象的缘故而不再活动,并非因其自身的缘故。然而人们提出疑难:诚然,理智遗忘了在前生所经历的事物,即表象曾参与其中的个别事物,这是由于表象毁灭了;那么,为什么理智并不记得由理智自身从表象处保留下印记的事物,以及由理智自身所活动的事物呢?因为我们知道,就连亚里士多德自己也认为存在着某些理智无需表象而活动的事物,例如向自身的反转、对非肉身者的概念、向神圣者的反转、对普遍者的认识,简言之,凡是它无需感觉而思意的事物,它也是无需表象而思意的。对此可以说:如果说在局部的疾病中人们神志失常并遗忘了从前的事物,正如修昔底德所记叙的那样说“以至连他们自己都不认识了”,那么在整个生命的剧变中,他们又岂能不遗忘从前的事物呢?由此你可得出三项学说:其一,他认为表象是可毁灭的;因为看哪,他说受动理智是可毁灭的;另一项学说是,他曾说不记忆的那个理智,他称之为无受动的;因此他称我们之中的理智为无受动的;因为外来的理智是不会被说成遗忘的。

§3.123

"Καὶ ἄνευ τούτου οὐθὲν νοεῖ." Τὸ ἄλλο ἴδιον λέγει ὅτι ἄνευ φαντασίας ὁ νοῦς οὐκ ἐνεργεῖ. ὅρα δὲ ὅτι παραμυθίας δεῖται ὁ λόγος· οὐ γὰρ ἀεὶ ἐνεργεῖ μετὰ φαντασίας, εἰ μὴ ἄρα εἴποις ὅτι ἡνίκα περὶ τὰ μερικὰ καταγένηται. ἢ εἰπὲ καὶ τὸ ἄλλο ὅτι ὀλίγαι εἰσὶν ἀφάνταστοι ἐνέργειαι· καὶ ὅτε γὰρ περὶ τὰ θεῖα ἐνεργεῖ, παρειστρέχει ἡ φαντασία, τύπον ἐντιθεῖσα τοῖς ἀτυπώτοις, καὶ διὰ τοῦτο ὁ Πλάτων ἔσχατον αὐτὴν λέγει κακόν. εἰ οὖν ὡς ἐπίπαν μετὰ φαντασίας ἐνεργεῖ, εἰπὲ ὅτι νῦν τὸ ὡς ἐπίπαν ἀντὶ τοῦ ἀεὶ ἔλαβεν. ἢ εἰπὲ καὶ τὸ ἄλλο ὅτι ἀεὶ ὁ νοῦς μετὰ φαντασίας ἐνεργεῖ. εἰ γὰρ πάσης ἐπιστήμης ἀρχὴ ἡ αἴσθησις, καὶ ἐὰν ἐκλείψῃ αἴσθησις, καὶ φαντασία ἐκλείπει, εἰ δὲ φαντασία, ἐκλείψει καὶ νόησις3 (διὸ οἱ ἐκ γενετῆς τυφλοὶ οὔτε φαντάζονται περὶ χρωμάτων οὔτε νοοῦσι), δῆλον ἄρα ὅτι δίχα φαντασίας οὐκ ἐνεργεῖ ὁ νοῦς. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“而且没有这一者,它就什么也不思意。” 他指出了另一个固有属性,即没有表象理智就不活动。但请注意,这一说法需要辩护;因为除非你说是在涉及个别事物的时候,否则理智并非始终伴随着表象而活动。或者也可说出另一种解释:无表象的活动是罕见的;因为即便当它关乎神圣事物活动时,表象也会悄悄潜入,把印记施加于无印记的事物之上,为此柏拉图称它为极致的祸患。因此,如果理智多半是伴随着表象而活动,那么可以说他如今是以“多半”代替了“始终”。或者再提出另一种解释:理智始终伴随着表象而活动。因为如果一切知识的本原是感觉,而且一旦感觉缺失,表象亦告缺失,而如果表象缺失,思意也将缺失(因此生来盲目的人既无法表象亦无法思意颜色),那么显然,没有表象理智就不活动。至此,讲义蒙神恩佑圆满结束。

语法注3 条
  1. 3.121τὸ γὰρ τοῦτο μόνον οὐδετέρως κείμενον πρὸς τὸ ἄνω ῥηθὲν συντάττεται ὅτι μόριον ψυχῆς [ὡς] εἶναι τὸν νοῦν

    这解释了亚里士多德正文中中性指示代词 τοῦτο μόνον 的句法联系与指称。菲洛波诺斯将该中性形式在句法上联系(συντάττεται)到前文所说的理智作为“魂的一部分”(μόριον 为中性名词),从而确立此处所指的是人类灵魂内在的认知部分,而非外来的理智(ὁ θύραθεν νοῦς)。

  2. 3.122πόσῳ μᾶλλον ἐν μεταβολῇ ὅλου βίου οὐκ ἐπιλανθάνονται τῶν πρώην

    这是由比较短语 πόσῳ μᾶλλον(“更何况……岂不”)所引导的反诘修辞句,其中否定词 οὐκ 构成反问,表达强烈的肯定含义(“在整个生命的转变中岂能不遗忘从前的事物”)。此句采用举轻明重的论证逻辑:微小的病患尚且使人遗忘,更不用说从前世到今生的全盘剧变必会导致遗忘。

  3. 3.123εἰ δὲ φαντασία, ἐκλείψει καὶ νόησις

    此处为条件句中的动词省略结构。承接前一个从句 ἐὰν ἐκλείψῃ αἴσθησις, καὶ φαντασία ἐκλείπει(“若感觉缺失,表象亦缺失”),在连词 εἰ 之后省略了谓语动词,仅保留主语 φαντασία。主句则使用将来时 ἐκλείψει 作为对应,体现认知层级链条(感觉→表象→思意)中的必然推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:541.5-542.18