← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§540.1-541.4

能动理智的可分离性与本质上的现实性

约翰·斐洛庞诺斯注解了亚里士多德《灵魂论》卷三第五章(430a17–22),论述了能动理智的“可分离、未混合与无受动”的特性、潜能理智在单独个体中而在非整个宇宙中的时间在先性,以及理智唯有在被分离时才成为真正意义上的理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.117

" Καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀμιγὴς καὶ ἀπαθὴς τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ." Ἰδοὺ τὸ ἄλλο ἴδιον λέγει, ὅτι χωριστός ἐστι. καὶ διὰ τί μὴ εἴπομεν ἐν τῇ θεωρίᾳ καὶ τὸ ἀμιγὲς καὶ τὸ ἀπαθές, ὡς νῦν λέγει; ἐπειδὴ ταῦτα συμπεριλαμβάνεται ἐν τῷ χωριστῷ· τὸ γὰρ χωριστὸν καὶ ἀμιγές ἐστι καὶ ἀπαθές. διὰ δὲ τοῦ εἰπεῖν τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ τὸ ἄλλο λέγει ἴδιον, ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ. καὶ ἐπὶ τοῦτο κατὰ τὸ τίμιον ἔλαβε, δηλοῖ τὸ εἰπεῖν ‘ἀεὶ γὰρ τὸ ποιοῦν τοῦ πάσχοντος κρεῖττον’,1 τουτέστι τὸ ἐνεργείᾳ τοῦ δυνάμει· τὸ γὰρ ποιοῦν τὸ ἐνεργείᾳ ἐστί, πάσχον δὲ τὸ δυνάμει. καὶ ἡ ἀρχὴ δὲ τῆς ὕλης τιμιωτέρα, ἀρχὴν λέγων τὸ εἶδος. καὶ ἡ οὐσία οὖν ὡς τιμιωτέρα νῦν εἴρηται, οὐχ ὅτι ὁ νοῦς οὐσίαν ἔχει ἄνευ δυνάμεως· τοῦτο γάρ ἐστιν ἐπὶ τοῦ θύραθεν νοῦ, οὐ περὶ τοῦ ἐν ἡμῖν· οὗτος γὰρ ἔχει δυνάμεις.

“而且这一理智是可分离的、未混合的、无受动的,在其本质上是现实活动。” 看哪,他指出了另一个固有属性:它是可分离的。那么我们为什么在总论中没有像他现在所说的那样,也提及“未混合的”和“无受动的”呢?因为这些已经包含在“可分离的”之中;因为可分离者既是未混合的也是无受动的。而通过说“在其本质上是现实活动”,他指出了另一个固有属性,即它以本质而活动。关于这一点,他是按照尊贵的一面来采用[本质这一词]的,这一点由“因为作用者始终优于受动者”这一说法所表明,即现实者优于潜能者;因为作用者是现实者,而受动者是潜能者。“本原比质料更尊贵”,他把形式称为“本原”。因此,本质如今被说成是更尊贵的,并不是因为理智拥有不具潜能的本质;因为这属于外来的理智,而不是关于我们之中的理智;因为后者具有诸潜能。

§3.118

"Τὸ αὐτὸ δέ ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι." Τοῦτο ἐν μέσῳ ἔρριψεν ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματά ἐστιν, ὥσπερ ὁ δυνάμει νοῦς δυνάμει ἐστὶ τὰ πράγματα.

“现实活动中的知识与事物是同一的。” 他顺便插入了这一点:现实活动中的理智就是诸事物,正如潜能中的理智在潜能上是诸事物一样。

§3.119

"Ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί." Τὸ ἄλλο ἴδιον λέγει τοῦ νοῦ ὅτι ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ πρότερός ἐστι τῷ χρόνῳ. καὶ ἵνα μή τις εἴπῃ ὅτι τοῦτο ψεῦδος ἐν ὅλῳ τῷ κόσμῳ (τὸ γὰρ ἄλλου ἐνεργείᾳ ἄλλου δυνάμει πρότερόν ἐστιν·2 οὐ γὰρ ποτὲ μὲν ἐνεργεῖ ὁ νοῦς ποτὲ δὲ οὐκ ἐν ὅλῳ τῷ κόσμῳ, ἀλλ’ ἀεὶ καὶ τὸ ἄλλου ἐνεργείᾳ ἄλλου δυνάμει πρῶτόν ἐστι, καὶ ἐκ τούτου ἔχεις ἄλλο ἴδιον ὅτι ἀεὶ νοεῖ), διὰ τοῦτο οὖν εἶπεν ὅτι ἐν τῷ ἑνὶ ἀνθρώπῳ τὸ δυνάμει ἐστὶ πρότερον τοῦ ἐνεργείᾳ, οὐκ ἐν τῷ ὅλῳ κόσμῳ· ἐν γὰρ τῷ ὅλῳ κόσμῳ φασί τινες οὐδὲν τοῦ ἄλλου πρότερον, οὔτε τὸ δυνάμει τοῦ ἐνεργείᾳ οὔτε τὸ ἐνεργείᾳ τοῦ δυνάμει. εἰ γὰρ ἀΐδιος ὁ κόσμος κατὰ τὸν Ἀριστοτέλην, οὐδέτερον θατέρου πρότερον, ἀλλ’ ὁμόχρονά ἐστι. καὶ ἔοικε τοῦτο τῷ ζητουμένῳ παρὰ τοῖς ἰδιώταις, ὅτι ποῖον πρότερον, τὸ ᾠὸν ἢ ἡ ὄρνις. τοῦτο δὲ αἰνίττεται εἰπὼν ὅτι ὅλως δ’ οὐ χρόνῳ, ἀντὶ τοῦ ὅλῳ κόσμῳ,3 καὶ ὅλως ἀντὶ τοῦ ὁλικῶς καὶ κοσμικῶς, οὐ χρόνῳ προηγεῖται τὸ δυνάμει τοῦ ἐνεργείᾳ.

“而潜能中的知识在个别者身上在时间上在先。” 他指出了理智的另一个固有属性,即潜能中的理智在时间上先于现实活动中的理智。为了不让人说这在整个宇宙中是错误的(因为一个人处于现实中的理智先于另一个人处于潜能中的理智;因为理智在整个宇宙中并非时而活动时而不活动,而是始终活动,并且一个人处于现实中的理智先于另一个人处于潜能中的理智,由此你得到另一个固有属性:它始终思维),为此他才说在单独一个人身上潜能者先于现实者,而不是在整个宇宙中;因为在整个宇宙中,有人说没有任何一方先于另一方,既非潜能者先于现实者,亦非现实者先于潜能者。因为按照亚里士多德的观点,如果宇宙是永恒的,两者便互不在先,而是同生共存的。这就像常人之间所探究的问题:“究竟是蛋在先还是鸟在先”。他通过说“但整体而言在时间上并不〔在先〕”暗示了这一点,以此代替“在整个宇宙中”,并以“整体而言”代替“整体地且宇宙性地”,意即潜能者在时间上并不先于现实者。

§3.120

"Χωρισθεὶς δέ ἐστι μόνον τοῦτο ὅπερ ἐστί." Καὶ τοῦτο πάλιν ἐν μέσῳ ἔρριπται ὅτι ἡνίκα χωρισθῇ ὁ νοῦς καὶ γένηται κατ’ ἐνέργειαν, τότε γίνεται ὅπερ ἐστί, τούτεστι κυρίως νοῦς· ὁ γὰρ δυνάμει οὐκ ἔστι κυρίως νοῦς.

“而分离之后,它仅仅是其本来所是的那样。” 这又是顺便插入的:当理智被分离并成为现实活动时,它才成为其本来所是的那样,也就是真正意义上的理智;因为潜能中的理智并不是真正意义上的理智。

语法注3 条
  1. 3.117δηλοῖ τὸ εἰπεῖν ‘ἀεὶ γὰρ τὸ ποιοῦν τοῦ πάσχοντος κρεῖττον’

    带冠词不定式短语 τὸ εἰπεῖν ... 作动词 δηλοῖ 的语法主语,而前一分句(ἐπὶ τοῦτο κατὰ τὸ τίμιον ἔλαβε)构成其宾语内容,结构为“‘……’这一说法表明了他……”。

  2. 3.119τὸ γὰρ ἄλλου ἐνεργείᾳ ἄλλου δυνάμει πρότερόν ἐστιν

    高度省略的紧缩句。中性冠词 τὸ 指称理智的状态,而 ἄλλου 是指称个体的阳性所有格:“因为一个处于现实活动中的[理智]先于另一个处于潜能中的[理智]”。

  3. 3.119ὅλως δ’ οὐ χρόνῳ, ἀντὶ τοῦ ὅλῳ κόσμῳ

    针对亚里士多德原句(430a21 ὅλως δὲ οὐδὲ χρόνῳ)的训诂换义结构。前置词短语 ἀντὶ τοῦ 意为“代替/相当于”,斐洛庞诺斯借此将副词 ὅλως(整体而言)解释为相当于“在整个宇宙中(ὅλῳ κόσμῳ)”以及“整体地且宇宙性地(ὁλικῶς καὶ κοσμικῶς)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:540.1-541.4