← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§538.23-539.39

能动理智的规定与光之比喻在人类理智上的适用

斐洛庞努斯阐释了现实理智“以其实体活动”与“始终思意”这两项规定适用于人类理智,随后依据Bekker 430a10及以下文本,论证理智具有灵魂性,并将光与习性的类比归属于人类理智而非神圣理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.116#4

ἐκ τοῦ κρείττονος οὖν ὠνόμασε τὸν νοῦν·1 ἐπειδὴ γὰρ τῇ ἐνεργείᾳ ἐνεργεῖ ὁ νοῦς, καὶ ὢν ἐνεργείᾳ ἐνεργεῖ, κρείττων δὲ ἐν πᾶσιν ἡ ἐνέργεια καὶ ἡ οὐσία, διὰ τοῦτο θέλων εἰπεῖν ὅτι τῇ ἐνεργείᾳ ἐνεργεῖ, εἶπεν τῇ οὐσίᾳ ὡς ἀπὸ κρείττονος, ὥσπερ ἀπὸ ἑνὸς τιμιωτέρου πολλάκις τὸ πᾶν δηλοῦμεν, ὡς τὸ “Τεῦκρε, φίλη κεφαλή”. καὶ τοῦτο οὖν ἁρμόττει τῷ ἐνεργείᾳ νῷ τοῦ ἀνθρώπου· ἐνεργείᾳ γὰρ ὢν νοεῖ· ὁ δὲ θύραθεν αὐτόθεν ἐνέργειά ἐστιν. ὅτι δὲ κατὰ τὸ τίμιον ἔλαβε τὴν οὐσίαν, δηλοῖ εἰπὼν ‘ὅτι γὰρ τοῦτο οὕτω, δῆλον· τὸ γὰρ ποιοῦν τοῦ πάσχοντος τιμιώτερον, καὶ ἡ ἀρχὴ τῆς ὕλης’. ὥστε τὴν οὐσίαν ὡς τιμιωτέραν παρέλαβε. καὶ τὸ τρίτον δὲ ἁρμόζει αὐτῷ, ὅτι ὁ νοῦς ἀεὶ νοεῖ, οὐχ ὡς Πλωτῖνος οἴεται, ὅτι ἀεὶ διὰ παντὸς ὁ αὐτὸς νοεῖ (οὐ γὰρ τὸν ἕνα τῷ ἀριθμῷ νοῦν λέγομεν ἀεὶ νοεῖν), ἀλλ’ ὅτι ὁ ἐν ὅλῳ τῷ κόσμῳ ἀνθρώπινος νοῦς ἀεὶ νοεῖ. κἂν γὰρ ἐγὼ μὴ νοῶ, ἀλλ’ οὖν ἄλλος νοεῖ, καὶ τῇ διαδοχῇ γίνεται τὸ ἀεί,2 ἵνα μὴ ἐπιλείψῃ ἡ ἔλλαμψις πρὸς ἡμᾶς ἡ τοῦ θεοῦ· εἰ γὰρ μὴ ἀεὶ νοοῦμεν, ὅτε μὴ νοοῦμεν, ἐπιλείψει. εἰ δὲ οὕτω λέγομεν τὸ ἀεὶ νοεῖν, τοῦτο ἐπὶ τοῦ ἀνθρωπίνου νοῦ ὑπάρχει· ἀεὶ γὰρ νοεῖν λέγομεν οὐκ ἐπὶ τοῦ ἑνὸς κατ’ ἀριθμόν, ἀλλ’ ἐπὶ πάντων, ὥσπερ καὶ ἀεὶ ζῆν λέγομεν ἄνθρωπον οὐ διὰ Σωκράτην, ἀλλ’ ὅτι τις ἄνθρωπος ἀεὶ ζῇ. ἢ ὅτι ἀεὶ νοεῖν λέγεται, ἐπειδὴ ἀεὶ δύναται νοεῖν· ὁ γὰρ ἔχων τὸν νοῦν ἐν οἵᾳ δή ποτε ὥρᾳ βούλεται νοεῖ. ὥστε τῷ ἀνθρωπίνῳ νῷ τοῦτο ὑπάρχει· ὁ γὰρ θύραθεν νοῦς ὁ εἷς κατ’ ἀριθμὸν πάντα νοεῖ. καὶ ταῦτα μὲν εἴρηται πρὸς ὑποτύπωσιν τῆς θεωρίας· ἀγὼν δὲ ἡμῖν ἐστι τὰ δέκα ταῦτα κεφάλαια δεῖξαι ἐν τῇ λέξει καὶ πλατῦναι αὐτά. ἐν οἷς ἡ θεωρία.3 Ἐπεὶ δὲ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει, τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα. ἐκ τούτων τί θέλει δεῖξαι; ὅτι πάντα ποιεῖ ὁ νοῦς καὶ ψυχικός ἐστι. προάγει δὲ οὕτω τὸν λόγον ὅτι ὥσπερ ἐν τοῖς φυσικοῖς καὶ τεχνητοῖς ἐστι τὸ μὲν δυνάμει, ὃ εἶπε ὕλην, τὰ δὲ ἐνεργείᾳ, ὃ εἶπε ποιητικὸν αἴτιον, οὕτω καὶ ἐν τῇ ψυχῇ, φησί, ἐστὶ δυνάμει νοῦς καὶ ἐνεργείᾳ νοῦς. καὶ διὰ μὲν τοῦ εἰπεῖν ἐν τῇ ψυχῇ ἔδειξεν ὅτι ψυχικός ἐστιν. ἐνεργείᾳ ἄρα πάντα ποιεῖ, ἐξ οὗ ἔχεις ὅτι πάντα ποιεῖ. ἰδοὺ οὖν δύο κεφάλαια. διὰ τί δὲ εἰπὼν ἐν ἑκάστῃ φύσει, εἶπεν καὶ ἐν ἑκάστῳ γένει; εἰπὲ ὅτι τὸ ἐν ἑκάστῃ φύσει καθολικώτερον ἔλαβε, τὸ δὲ ἐν ἑκάστῳ γένει μερικώτερον, ἵνα ᾖ τοιοῦτον ὅτι ὥσπερ ἐν ἑκάστῳ ζῴῳ, ὃ εἶπε φύσιν, ἔστι τὸ δυνάμει καὶ ἐνεργείᾳ, οὕτω καὶ ἐν ἑκάστῳ γένει ἐστὶ ταῦτα, οἷον ἀνθρωπείῳ ἢ ἱππείῳ, ἢ τῷδε ἢ τῷδε. ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. ἰδοὺ ἄλλο ἴδιον τοῦ νοῦ, τὸ ἕξει καὶ φωτὶ αὐτὸν ἀναλογεῖν, καὶ δικαίως· ὥσπερ γὰρ τὸ φῶς τὰ χρώματα ποιεῖ ὁρατά (οὐ γὰρ χρώματα αὐτὰ ποιεῖ, ἀλλὰ τὴν ἐνέργειαν αὐτῶν προβάλλεται), καὶ ὥσπερ ἡ ἕξις ἐνέργειαν προβάλλεται καὶ οὐκ οὐσίαν, οὕτω καὶ ὁ ἐν ἡμῖν νοῦς ἐνέργειαν προβάλλεται καὶ οὐκ οὐσίαν· διὸ τούτοις ἀναλογεῖ. εἰ δὲ ταῦτα οὕτως, οὐ περὶ τοῦ θείου νοῦ ἐστιν ὁ λόγος· ἐκεῖνος γὰρ καὶ οὐσίας προβάλλεται. καὶ κατ’ ἄλλο δὲ ἀναλογεῖ ἕξει ὁ ἡμέτερος νοῦς, οὐχ ὅτι ποιότης τίς ἐστιν, ἀλλ’ ὥσπερ ἡ ἕξις ἔχει πρὸς τὸ πρῶτον δυνάμει (τελειοῖ γὰρ αὐτό) οὕτω καὶ ὁ κατ’ ἐνέργειαν νοῦς τελειοῖ τὸ δυνάμει τοῦ νοῦ. διὰ δὲ τὸ εἰκάσαι αὐτὸν φωτὶ ἠπατήθη ὁ Ἀλέξανδρος, διὰ τὸ εἰπεῖν τὸν Ἀριστοτέλην πάντα ποιεῖν αὐτὸν ὥσπερ τὸ φῶς. ἀλλ’ οὐκ ὤφελεν ἀπατηθῆναι· προστέθεικε γὰρ Ἀριστοτέλης τρόπον τινά, ὁ δὲ θεὸς οὐ τρόπον τινὰ πάντα ποιεῖ, ἀλλὰ κατὰ πάντα τρόπον ποιεῖ τὰ πάντα.

因此他是从较优胜的一面来命名理智的;因为既然理智以现实活动而活动,并且在处于现实中时活动,而在一切事物中现实活动与实体更为优胜,为此他本想说它以现实活动而活动,却从较优胜的一面出发说“以实体”,正如我们常常以一个更尊贵的部分来指称整体一样,如“透克洛斯啊,亲爱的头颅(人)”。因此这也适合于人类现实活动中的理智;因为它是处于现实中时进行思意的;而外来的理智则直接就是活动本身。他按照尊贵的一面来理解实体,这一点他通过说以下的话表明了:“因为这是显而易见的:作用者比受动者更尊贵,本原也比质料更尊贵。”所以他把实体作为更尊贵者来采用。第三点也同样适合于它,即理智始终思意——并不像普罗提诺所认为的那样,同一个理智始终且持续不断地思意(因为我们并不说在数目上为一的理智始终思意),而是说整个宇宙中的人类理智始终思意。因为即使我不思意,另一个人也在思意,并且通过承续而产生“始终”,以免神对我们的照耀中断;因为如果我们不是始终思意,那么当我们不思意时,照耀就会中断。如果我们以这种方式来谈论“始终思意”,这便属于人类理智;因为我们所说的“始终思意”不是针对数目上为一者,而是针对整体,正如我们也说“人始终活着”,不是因为苏格拉底,而是因为总有某个人始终活着。或者说,它被称为始终思意,是因为它始终能够思意;因为拥有理智的人在他愿意的任何时刻都能思意。因此这属于人类理智;因为那在数目上为一的外来的理智思意一切事物。这些话是为了勾勒出总论的轮廓而说的;而我们的任务是在文本中展示这十个要点并加以阐发,总论便存在于其中。 “然而既然正如在整个自然中,对每个属而言都有某种作为质料的东西(这就是潜能上为那些所有事物的东西),”从这些话中他想表明什么呢?即理智制造一切并且是灵魂性的。他这样推进论证:正如在自然物和人工物中存在着潜能者(他称之为质料)与现实者(他称之为动力因),同样在灵魂中,他说,也存在着潜能理智与现实理智。而通过说“在灵魂中”,他表明了它是灵魂性的。因此它在现实中制造一切,由此你得知它制造一切。看哪,这就是两个要点。但他为什么在说了“在每个自然中”之后,又说了“在每个属中”呢?当回答说,他把“在每个自然中”理解为更普遍的,而把“在每个属中”理解为更特殊的,以便意思是这样的:正如在每种动物(他称之为自然)中存在着潜能者与现实者,同样在每个属中,例如人类属或马属,或者这个或那个属中,也存在着这些。 “像一种习性,例如光;因为在某种方式上光也使潜能存在的颜色成为现实的颜色。” 看哪,理智的另一个固有属性:它与习性和光相类比,而且合情合理;因为正如光使颜色成为可见的(因为光并不使它们成为颜色,而是展现它们的活动),正如习性展现一种活动而不是实体,我们之中的理智也同样展现一种活动而不是实体;因此它与这些相类比。如果这些确实如此,那么论述就不是关于神圣理智的;因为神圣理智也展现实体。而且在另一方面我们的理智也与习性相类比,并不是因为它是某种性质,而是正如习性相对于第一潜能(因为习性完善它),现实中的理智也同样完善理智的潜能。但亚历山大因〔亚里士多德〕将理智比作光而受骗,因为亚里士多德说它像光一样制造一切。但他本不该受骗;因为亚里士多德添加了“在某种方式上”,而神并非在某种方式上制造一切,而是在一切方式上制造一切。

语法注3 条
  1. 3.116ἐκ τοῦ κρείττονος οὖν ὠνόμασε τὸν νοῦν

    短语 ἐκ τοῦ κρείττονος(“从较优胜的一面”)解释了为何亚里士多德用“以其实体”(τῇ οὐσίᾳ)代替了“以活动”(τῇ ἐνεργείᾳ):这是一种借代(提喻)用法,以更尊贵或优胜的部分指代整体,紧随其后的 ὥσπερ ἀπὸ ἑνὸς τιμιωτέρου 印证了这种修辞解释。

  2. 3.116τῇ διαδοχῇ γίνεται τὸ ἀεί

    带有中性定冠词的状语形式 τὸ ἀεί(“始终这一状态”)作主语。与格 τῇ διαδοχῇ 表示方式或手段,表明并非单个人类理智不间断地思意,而是通过人类个体之间的接续承袭,构成了整体上的“始终思意”。

  3. 3.116ἐν οἷς ἡ θεωρία

    关系从句 ἐν οἷς 的先行词是前文的 τὰ δέκα ταῦτα κεφάλαια(“这十个要点”),省略了系动词 ἐστίν。这是一个定型表达式,表示总论(θεωρία)即包含在这些要点之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:538.23-539.39