- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:53.9-54.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》403a19–22,指出愤怒和恐惧等受动状态会由身体的混合和温度状况引发或调节,从而证明诸受动状态属于灵魂与身体的复合物而非灵魂自身所特有。
" Μηνύει δὲ τὸ ποτὲ μὲν ὑπὸ ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων μηδὲν παροξύνεσθαι ἢ φοβεῖσθαι." Ὅτι, φησίν, οὐκ ἴδια τῆς ψυχῆς ταῦτα παθήματα, ἀλλὰ τοῦ συναμφοτέρου, δῆλον ἐξ ὧν τῇ τοῦ σώματος ποιᾷ διαθέσει ἐπιτείνονται καὶ ἀνίενται.1 εἰσὶ γάρ τινες οἳ οὕτω κατὰ τὴν κρᾶσιν ἔχουσιν, ὥστε κἂν μυρία ᾖ τὰ παροξύνοντα, οὐ κινοῦνται πρὸς ὀργὴν ἀπεψυγμένον ἔχοντες τὸ περὶ τὴν καρδίαν αἷμα καὶ δυσκίνητον, ἕτεροι δὲ εὐεμπτώτως ἔχουσι πρὸς τὸ πάθος, ὥστε καὶ πάνυ μικρῶν καὶ εὐτελῶν ὄντων τῶν παροξυνόντων εὐθὺς ἐρεθίζεσθαι πρὸς τὸν θυμὸν διὰ τὸ ἔχειν ζέον ἀεὶ τὸ περικάρδιον αἷμα· ὅθεν καὶ οἱ μανικῶς διακείμενοι ὑπερζέσαντος τούτου τὸ πάθος ὑπομένουσι. πάλιν εἰς δειλίαν καὶ θάρσος ὁμοίως οἱ μὲν καὶ ὑπὸ μεγάλων φόβων δυσκατάπληκτοι μένουσιν, οἱ δὲ πολλάκις καὶ μηδενὸς φοβεροῦ παρεστῶτος εἰς φόβον καὶ δειλίαν κινοῦνται ῥᾳδίως, ὅταν τοιαύτην τύχωσιν ἔχοντες τὴν κρᾶσιν οἵα γίνεται ἡ τῶν ἐν τοῖς φόβοις γινομένων· συστέλλεται γὰρ τῶν τοιούτων τὸ θερμὸν εἰς τὸ βάθος, ὅθεν καὶ ὠχροὶ γίνονται· “ὦχρος δέ μιν εἷλε παρειάς”. ὅταν οὖν τις τοιαύτης ἐξ ἀρχῆς τύχῃ κράσεως, ῥᾳδίως εὐκίνητός ἐστιν εἰς τὸ πάθος. ὥστε εἰ ἦν τῆς ψυχῆς ἴδια ταῦτα πάθη, οὐκ ἔδει τοῦ σώματος αὐτὰ ἠρτῆσθαι οὐδὲ ἐκ τῆς τούτου διαθέσεως τὴν ἀρχὴν λαμβάνειν, ἀλλ’ ὅπως ἂν ἔχοι τὸ σῶμα, αὐτὴν ὁμοίως ἢ κινεῖσθαι ἢ μὴ κινεῖσθαι πρὸς τὰ πάθη.2 νῦν δὲ καὶ αἱ ἡλικίαι τὰ εἴδη τῶν παθῶν ἐξαλλάττουσι καὶ συμμεταβάλλουσι, τῆς κράσεως δηλονότι συμμεταβληθείσης τῷ χρόνῳ. ὥστε τοῦ συναμφοτέρου ταῦτα· εἰ γὰρ ὡς ὀργάνῳ ἐκέχρητο ἡ ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ τῷ σώματι, οὐκ ἂν ὑπ’ αὐτοῦ ἐκινήθη· οὐδὲν γὰρ τῶν ὀργάνων κινεῖ τὸν τεχνίτην, ἀλλ’ ὑπ’ αὐτοῦ κινεῖται, οὐδὲ μεταβαλλόμενα τὰ ὄργανα συμμεταβάλλει τῶν τεχνιτῶν τὰς ὀρέξεις· τὸ δὲ σῶμα τοιῶσδε ἢ τοιῶσδε κεκραμένον τὰς τοιαύτας συμμεταβάλλει δυνάμεις.
“有时在强烈而明显的经历下却毫不被激怒或恐惧,这一点指明了上述情况。” 他说,这些受动状态并非灵魂所特有,而是属于复合物,这从它们因身体的某种状况而被加强和弛缓这一点显明出来。因为有些人的混合状态如此,以至于即使有无数刺激之事,他们也不会动怒,因为他们心周的血液处于冷却且迟钝的状态;而另一些人则极易陷入该受动状态,以至于即使刺激之事极其微小轻微,他们也会由于心包血液始终沸腾而立刻被激起怒气;这也是狂乱之人在此血液过度沸腾时承受该状态的缘由。再者,就怯懦与勇敢而言亦是如此:有些人即使面临巨大的恐惧也依然难以被震慑,而另一些人往往甚至在没有任何可怕之事在场时,也轻易陷入恐惧和怯懦,只要他们恰巧具有处于恐惧中的人们所具有的那种混合;因为在这类人身上,热气收缩至深处,因而他们也变得苍白:“苍白抓住了他的双颊”。因此,当任何人从一开始就恰好具有这样的混合时,他就极易转向该受动状态。因此,如果这些受动状态是灵魂所特有的,它们本不应当依附于身体,也不应当从身体的状况中获取开端,而是无论身体处于何种状态,灵魂自身都应当同样转向或不转向这些受动状态。但事实上,年龄也会改变并伴随着改变诸受动状态的形式,显然是混合随着时间一同发生了变化。因此,这些属于复合物;因为如果非理性灵魂和植物性灵魂是将身体当作工具使用,灵魂就不会被身体所动;因为没有任何工具会推动匠人,而是被匠人推动,工具发生变化时也不会伴随着改变匠人的欲求;但是按这样或那样被混合的身体,却伴随着改变了这类机能。
"Ἐὰν ὀργᾷ τὸ σῶμα καὶ οὕτως ἔχῃ, ὥσπερ ὅταν ὀργίζηται." Τουτέστιν ἐὰν εἰς ὀργὴν ἐπιτήδειον ᾖ κεκραμένον τὸ σῶμα· ἔσται δὲ οὕτως, ἐὰν σχῇ τοιαύτην τὴν κρᾶσιν, ὥσπερ γίνεται ἡ τῶν ὀργιζομένων· τότε γὰρ εὐκίνητος ὁ τοιοῦτος εἰς ὀργὴν ἔσται.
“如果身体处于昂奋状态,且如同发怒时那样。” 也就是说,如果身体被混合得适于发怒;而如果它具有如同发怒者所具有的那种混合,情况就会是这样;因为那时这样的人将极易动怒。
"Ἔτι δὲ μᾶλλον τοῦτο φανερόν· μηδενὸς γὰρ φοβεροῦ συμβαίνοντος ἐν τοῖς πάθεσι γίνονται τοῖς τοῦ φοβουμένου." Τῷ ὄντι ἐναργεῖς δείξεις τοῦ μὴ εἶναι τῆς ψυχῆς ἴδια ταῦτα πάθη, ὅταν καὶ μηδενὸς ἔξωθεν κινοῦντος διὰ τὴν πολλὴν εἰς τοῦτο τὸ πάθος τοῦ σώματος ἐπιτηδειότητα τὸ αὐτό τις πάσχῃ ὅπερ ἂν ἄλλος ὑπὸ μεγάλων φόβων πείσεται.3
“这一点更加显而易见:因为在没有发生任何可怕之事时,他们就陷入了受惊吓者的受动状态之中。” 这确实明确证明了这些受动状态并非灵魂所特有:当即便没有任何外物推动,由于身体对这种受动状态的高度适合性,某人所承受的恰好就是他人在面临巨大恐惧时所将承受的。
- 1.34ἐξ ὧν τῇ τοῦ σώματος ποιᾷ διαθέσει ἐπιτείνονται καὶ ἀνίενται
ἐξ ὧν 是包含先行词(相当于 ἐκ τούτων ὅτι)的关系代词短语,表示依据或根据(“从……这一事实中”),作主句表语 δῆλον 的根据从句。
- 1.34ἀλλ’ ὅπως ἂν ἔχοι τὸ σῶμα, αὐτὴν ὁμοίως ἢ κινεῖσθαι ἢ μὴ κινεῖσθαι πρὸς τὰ πάθη
紧接在与事实相反的虚拟从句(οὐκ ἔδει ... οὐδὲ λαμβάνειν)之后,非人称动词 ἔδει 被省并支配代词加不定词结构(αὐτὴν ... κινεῖσθαι)。ὅπως ἂν ἔχοι 在过去虚拟语境下采用斜说祈愿法加 ἄν,表达泛指让步条件(“无论身体处于何种状态”)。
- 1.36ὅπερ ἂν ἄλλος ὑπὸ μεγάλων φόβων πείσεται
此处 ἄν 与将来时直陈式 πείσεται(源自 πάσχω)结合,表示潜在或推测的结果(“他人在面临巨大恐惧时所将承受的”)。
