- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:537.12-538.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据文本特征驳斥了亚历山大和马里努斯,指出现实理智具有可分离性、灵魂性、伴随表象以及会遗忘等特征,并解释了“制造一切”和“以其实体活动”如何适用于人类理智。
τὸ μὲν γὰρ χωριστὸν σημαίνει ὅτι οὔπω μὲν κεχώρισται, δύναται δὲ χωρισθῆναι· ἐκεῖνοι δὲ ἤδη κεχωρισμένοι εἰσί, καὶ ἡ πρώτη αἰτία καὶ ὁ δαιμόνιος νοῦς ἢ ὁ ἀγγελικός, οὐ μόνον τῷ λόγῳ ἀλλὰ καὶ τῇ οὐσίᾳ, ὅ ἐστι τῷ ὑποκειμένῳ. ὥστε καταδρομή ἐστιν ἐκ τῆς λέξεως τὸ εἰπεῖν τὸν κατ’ ἐνέργειαν νοῦν χωριστὸν ἀλλὰ μὴ κεχωρισμένον.1 καὶ ἄλλη δέ ἐστι καταδρομὴ ὅτι τὸν νοῦν τοῦτον τὸν κατ’ ἐνέργειαν ψυχικὸν καλεῖ· οὔτε δὲ ἡ πρώτη αἰτία, ὦ Ἀλέξανδρε, ψυχική ἐστι οὔτε 〈ὁ〉 δαίμων, ὦ Μαρῖνε· ὥστε τὸν κατ’ ἐνέργειαν νοῦν οὔτε τὸν δαίμονα δυνάμεθα νοῆσαι οὔτε τὴν πρώτην αἰτίαν, ἀλλὰ μόνον τὸν ποτὲ ἐνεργοῦντα νοῦν ἐν ἡμῖν, τὸν ἀνθρώπινον. καὶ ὅτι ἐν τῇ λέξει φησὶ τὸν κατ’ ἐνέργειαν νοῦν μετὰ φαντασίας ἐνεργεῖν· οὔτε δὲ ἡ πρώτη αἰτία μετὰ φαντασίας ἐνεργεῖ οὔτε ὁ δαίμων, ἀλλὰ μόνος ὁ ἐν ἡμῖν νοῦς. καὶ αὕτη οὖν κοινὴ καταδρομή ἐστιν Ἀλεξάνδρου καὶ Μαρίνου. // πρὸς δέ γε Ἀλέξανδρον ἰδίᾳ ταῦτα ἔχομεν λέγειν ὅτι πῶς ἔχομεν νοῆσαι τὸν κατ’ ἐνέργειαν νοῦν λέγειν αὐτὸν τὴν πρώτην αἰτίαν,2 εἴ γε φωτὶ αὐτὸν ἀπεικάζει καὶ ἕξει; ἡ γὰρ πρώτη αἰτία οὐσία ἐστὶ καὶ οὐχ ἕξις, καὶ οὐσίας προάγει καὶ οὐδὲν ἀναλογεῖ φωτὶ ἀλλ’ αὐτῷ τῷ ἡλίῳ· ὥστε οὖν καὶ τοῦτο τῷ ἐν ἡμῖν ὑπάρχοντι νῷ ἁρμόζει. / καὶ πάλιν φησὶν Ἀριστοτέλης ὅτι ὥσπερ τὸ φῶς οὐ ποιεῖ τὰ χρώματα, ἀλλ’ ὄντα αὐτὰ φανεροῖ, οὕτω καὶ ὁ νοῦς πάντα δοκεῖ ποιεῖν τῷ πάντα φανεροῦν. τοῦτο δὲ ἄτοπον περὶ τῆς πρώτης αἰτίας λέγειν· ἡ γὰρ πρώτη αἰτία αὐτὴν τὴν οὐσίαν τῶν ὄντων παράγει, καὶ οὐδέν ἐστιν ὃ οὐκ αὐτὴ ἐποίησε. // καὶ πάλιν, ὦ Ἀλέξανδρε, ἕξιν αὐτὸν ἐκάλεσεν, ἡ δὲ ἕξις τὸ δεύτερον δυνάμει ἐστίν· ἡ δὲ πρώτη αἰτία κατ’ οὐδένα τρόπον δυνάμει ἐστίν. / καὶ πάλιν φησὶ περὶ αὐτοῦ Ἀριστοτέλης ὅτι τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῷ δὲ χρόνῳ διάφορος παρὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ· ἡ δὲ πρώτη αἰτία κατ’ οὐδένα τρόπον πρότερον ἑαυτῆς τι ἔχει ἢ δυνάμει ἢ ἐνεργείᾳ. // ἄλλως τε δὲ καὶ ἐπιλανθάνεσθαι λέγει τὸν νοῦν· τοῦτο δὲ ποῦ ὑπάρξει τῷ θύραθεν; ὁ γὰρ ἐν ἡμῖν νοῦς ἐστιν ὁ ἐπιλανθανόμενος διὰ τὴν πρὸς τὸ σῶμα σχέσιν ἐμποδιζόμενος. πάντα οὖν ὅσα λέγει ἁρμόζειν Ἀριστοτέλης τῷ ἐνεργείᾳ νῷ, περὶ τοῦ ἀνθρωπίνου νοῦ ἐστιν αὐτῷ ὁ λόγος τοῦ ἀπὸ τοῦ δυνάμει φερομένου εἰς τὸ ἐνεργείᾳ. // τοῦτο δὲ ἀποδείκνυται, εἰ τὰ δοκοῦντα μὴ ὑπάρχειν αὐτῷ, λέγω δὴ τὸ πάντα ποιεῖν καὶ τῇ οὐσίᾳ ἐνεργεῖν3 καὶ τὸ ἀεὶ νοεῖν, δείξομεν αὐτῷ ὑπάρχοντα. // δεῖ τοίνυν εἰδέναι ὅτι πάντα λέγεται ποιεῖν ὁ ἐνεργείᾳ νοῦς διὰ τὸ πάντων τοὺς τύπους καταγράφειν ἐν τῷ δυνάμει νῷ. διὸ καὶ Πλάτων γραφείῳ τοῦτον εἰκάζει, Ἀριστοτέλης δὲ αὐτόθεν γραφέα αὐτὸν ὑποτίθεται. εἰ γὰρ ὁ δυνάμει νοῦς πάντα γίνεται, ὁ ἐνεργείᾳ ἄρα πάντα ποιεῖ. ὥστε τοῦτο δυνατὸν ἐπὶ τοῦ ἀνθρωπίνου νοῦ ὑπάρχειν· ὁ γὰρ θύραθεν οὐ καταγράφει ἐν τῷ δυνάμει νῷ πάντα, ἀλλ’ ὁ ἐν ἡμῖν ἐνεργείᾳ. // ἁρμόζει δὲ αὐτῷ καὶ τὸ ἄλλο ῥησίδιον τὸ λέγον ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ· καὶ ἵνα τοῦτο νοήσωμεν, ἄνωθεν ὀλίγον προλάβωμεν. ὁ ἐπιστήμων οὔτε ψυχή ἐστι μόνον οὔτε ἐπιστήμη μόνον, ἀλλὰ κρᾶμά ἐστιν ἐξ ἀμφοτέρων· σύγκειται γὰρ ὁ ἐπιστήμων ἐκ ψυχῆς καὶ ἐπιστήμης. καὶ ἀναλογεῖ ἡ μὲν ψυχὴ ὕλῃ, ἡ δὲ ἐπιστήμη εἴδει· καὶ ἐπειδὴ παντὸς πράγματος, ὡς ἐν τῇ Φυσικῇ ἔγνωμεν, μᾶλλον οὐσία ἐστὶ τὸ εἶδος τῆς ὕλης, οὐσία ἄρα ἐστὶ τοῦ ἐπιστήμονος ἡ ἐπιστήμη, καὶ ὁ ἐπιστήμων κατὰ τὴν ἐπιστήμην ἐνεργεῖ, αὕτη δὲ δέδεικται οὐσία οὖσα τοῦ ἐπιστήμονος. κατὰ τοῦτο οὖν ἄρα λέγεται τῇ οὐσίᾳ ἐνεργεῖν, διὰ τὸ τὴν ἐπιστήμην οὐσίαν εἶναι τοῦ ἐπιστήμονος· οὔτε γὰρ κατὰ τὸ ὑψηλὸν ἐκεῖνο καὶ ἐπηρμένον θεώρημα ὅτι ὡς ἐπὶ θεοῦ ἡ αὐτή ἐστιν ἡ οὐσία τῇ ἐνεργείᾳ· ἐπὶ γὰρ τῶν ψυχῶν καὶ τῶν ἄλλων οὐσιῶν χωρὶς τῆς πρώτης αἰτίας καὶ οὐσία ἐστὶ καὶ δύναμις καὶ ἐνέργεια. τῇ οὖν οὐσίᾳ λέγεται ἐνεργεῖν διὰ τὸ τὴν ἐπιστήμην οἱονεὶ οὐσίαν λέγεσθαι τῆς ψυχῆς.
因为“可分离的”意味着它尚未被分离,但能够被分离;然而那些——无论是第一原因,还是代蒙的或天使的理智——都已经不仅在定义上而且在实体上,即在底层载体上被分离了。因此,把现实活动中的理智说成是可分离的而不是已被分离的,是基于文本的反驳。另一个反驳则是,他把这个现实活动中的理智称为灵魂性的;然而,亚历山大啊,第一原因并不是灵魂性的,马里努斯啊,代蒙也不是;因此我们既不能把现实活动中的理智理解为代蒙,也不能理解为第一原因,而只能理解为在我们之中在某个时候活动的理智,即人类理智。而且在文本中他说现实活动中的理智伴随表象而活动;然而第一原因并不是伴随表象而活动,代蒙也不是,而唯独我们之中的理智是如此。因此这也是对亚历山大和马里努斯的共同反驳。// 针对亚历山大个别而言,我们有话可说:如果他确实将理智比作光和习性,我们怎么能认为他把现实活动中的理智称为第一原因呢?因为第一原因是一个实体而不是习性,并且产生实体,绝不与光类比,而是与太阳本身类比;因此这也适合于存在于我们之中的理智。/ 亚里士多德又说,正如光并不制造颜色,而是使它们如其所存在的那样显现出来,理智也同样通过使一切显现而显得制造一切。但把这用于第一原因则是荒谬的;因为第一原因产生存在者的实体本身,并且没有任何东西不是由它所制造的。// 再者,亚历山大啊,他称它为习性,而习性是第二潜能;但第一原因决不是潜能的。/ 亚里士多德又谈到它说,它在底层载体上是相同的,但在时间上因潜能与现实而有别;但第一原因无论在潜能上还是在现实上,决没有任何先于它自身的东西。// 此外,他还说理智会遗忘;但这怎么会属于外来的[理智]呢?因为发生遗忘的是我们之中的理智,它因与身体的关系而受到阻碍。因此,亚里士多德所说的适合于现实理智的一切,全都是他关于从潜能被引导至现实的人类理智而言的。// 如果我们表明那些看似不属于它的事物——我是指制造一切、以实体活动以及始终思惟——实际上属于它,这一点便得到了证明。// 因此必须明了,现实理智之所以被称为制造一切,是因为它在潜能理智中刻划一切事物的印记。为此柏拉图也将它比作刻笔,而亚里士多德则直接将它假定为书写者。因为如果潜能理智生成为一切,那么现实理智便因此制造一切。所以这可能属于人类理智;因为外来的理智并不在潜能理智中刻划一切,而是我们之中现实的理智在刻划。// 另一个宣称它“以实体活动”的短语也适合于它;为了理解这一点,让我们从前文稍作回顾。认识者既不仅仅是灵魂,也不仅仅是知识,而是两者的混合物;因为认识者是由灵魂和知识构成的。灵魂类比于质料,而知识类比于形式;既然正如我们在《自然学》中所知,一切事物的实体毋宁是形式而非质料,那么知识便是认识者的实体,而且认识者是按照知识而活动的,而这知识已被证明是认识者的实体。因此正是在这个意义上,由于知识是认识者的实体,它被称为以实体活动;而不是按照那条高迈而崇高的定理,即如在神那里实体与活动是相同的;因为在灵魂以及第一原因之外的其他实体那里,实体、潜能和活动是各自分立的。因此,正是由于知识被说成仿佛是灵魂的实体,它才被称为以其实体活动。
- 3.116τὸ εἰπεῖν τὸν κατ’ ἐνέργειαν νοῦν χωριστὸν ἀλλὰ μὴ κεχωρισμένον
带冠词不定式短语 τὸ εἰπεῖν ... 作句子的主语(或主格补足语),καταδρομή ἐστιν ἐκ τῆς λέξεως(“是基于文本的反驳”)为其谓语部分。在不定式短语内部,τὸν κατ' ἐνέργειαν νοῦν 为直接宾语,χωριστὸν ἀλλὰ μὴ κεχωρισμένον 作其宾语补足语。
- 3.116πῶς ἔχομεν νοῆσαι τὸν κατ’ ἐνέργειαν νοῦν λέγειν αὐτὸν τὴν πρώτην αἰτίαν
在从属于 ἔχομεν νοῆσαι(“我们怎能理解”)的“对格+不定式”结构中,αὐτόν(亚里士多德)是不定式 λέγειν 的逻辑主语(主格对格),τὸν κατ’ ἐνέργειαν νοῦν 是直接宾语,而 τὴν πρώτην αἰτίαν 是谓语对格(“把现实活动中的理智称为第一原因”)。
- 3.116τῷ οὐσίᾳ ἐνεργεῖν
与格 οὐσίᾳ 为方式或涉及(方面)与格。正如菲洛波诺斯在后文中所阐明的,此处并非如神那样“其实体等同于活动”,而是指“按照构成认识者形式实体的知识(实体)而活动”。
