- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:535.38-537.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在补充了马里努斯学说的根据后,展示了普鲁塔克对人类理智说的辩护,并依据理智的时间转变、“唯独不朽且永恒”这一定性以及“可分离”(χωριστός)与“已被分离”(κεχωρισμένος)的区别,对先前三种见解(亚历山大、马里努斯、普罗提诺)展开了反驳。
καὶ τὸ φῶς γὰρ μέσον ἐστὶ φωτίζοντος καὶ φωτιζομένου, καὶ ἡ ἕξις δὲ μέση ἐστὶν ἐπιτηδειότητος καὶ προχειρίσεως· τούτοις δὲ τὸν νοῦν ἀφωμοίωσεν, ὥστε δῆλον ὅτι μέσον τινὰ λέγει νοῦν τοῦ τε ἀνθρωπίνου καὶ τοῦ θύραθεν. ὁ δὲ Πλούταρχος δικαιολογεῖται λέγων ὅτι περὶ ψυχῆς ἐστιν ἡ πραγματεία καὶ οὐκ εἶχεν Ἀριστοτέλης νῦν περὶ τοῦ θύραθεν νοῦ διαλέγεσθαι·1 ἀλλ’ ἐνεργείᾳ νοῦν καλεῖ τὸν ἀνθρώπινον, ἐπειδὴ καὶ περὶ τούτου ἐστὶν ἡ προκειμένη πραγματεία. λοιπὸν κοινὴ καταδρομὴ τῶν τριῶν, Ἀλεξάνδρου φημὶ καὶ Μαρίνου καὶ Πλωτίνου, 〈ἐκ〉 τῆς λέξεως γίνεται. εὑρίσκομεν γὰρ τὸν Ἀριστοτέλην λέγοντα ὅτι ὁ ἐνεργείᾳ νοῦς τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῷ δὲ χρόνῳ διάφορος παρὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· πρότερον γὰρ ὢν δυνάμει ὕστερον ἐνεργείᾳ γέγονεν. εἰ οὖν ταῦτα ἐν τῇ λέξει φησὶν Ἀριστοτέλης, δῆλον ὅτι οὔτε θεὸν λέγει νῦν κατ’ ἐνέργειαν νοῦν, ὡς Ἀλεξάνδρῳ δοκεῖ (ὁ γὰρ θεὸς οὐκ ἦν πρότερον δυνάμει, ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἐστί, πηγὴ ὢν ἀγαθότητος), οὔτε ὁ δαιμόνιος νοῦς ἢ ὁ ἀγγελικὸς πρότερον δυνάμει ἦν· καὶ τούτους γὰρ τοὺς νοῦς Ἀριστοτέλης ἐνεργείᾳ βούλεται εἶναι· ὥστε οὖν καὶ ὁ Μαρῖνος κακῶς λέγει. ἀλλὰ καὶ Πλωτίνῳ ἐναντιοῦται. εἰ γὰρ κατ’ αὐτὸν ἀεὶ ἐνεργεῖ, οὐκ ἦν πρότερον δυνάμει· ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι πρότερον δυνάμει ἦν. δῆλον οὖν ἄρα γέγονεν διὰ τοῦτο ὅτι οὔτε τὸν θεὸν λέγει οὔτε τὸν δαιμόνιον ἢ τὸν ἀγγελικὸν οὔτε τῶν ἀεὶ ἐνεργούντων νοῦν, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν νοῦ ἐστιν ὁ λόγος. αὕτη μὲν πρώτη καταδρομή. δευτέρα δέ ἐστιν αὕτη, πῶς λέγει Ἀριστοτέλης ὅτι ὁ νοῦς μόνος ἐστὶν ἀθάνατος καὶ ἀΐδιος· ἔφη γὰρ καὶ τοῦτο, μόνον ἀθάνατον καὶ ἀΐδιον. εἴ τε γὰρ τὸ πρῶτον αἴτιον νοήσομεν, οὐκ ἔστι μόνον ἀθάνατον (ἔστι γὰρ καὶ ἄλλα ἀθάνατα) οὔτε εἰ τὸν ἀγγελικὸν νοήσομεν ἢ τὸν δαιμόνιον, πάλιν οὗτος μόνος ἀθάνατός ἐστι (καὶ ἡ πρώτη γὰρ αἰτία ἀθάνατος) οὔτε πάλιν κατὰ τὸν Πλωτῖνον εἰ τὸν ἀεὶ νοοῦντα νοῦν νοήσομεν, οὗτος μόνος ἐστὶν ἀθάνατος· εἰσὶ γὰρ καὶ ἄλλα ἀθάνατα, ὡς οἱ ποτὲ νοοῦντες νόες. οὔτε γὰρ μόνοι οἱ ἀεὶ νοοῦντες νόες εἰσὶν ἀθάνατοι, ἀλλὰ καὶ οἱ ποτὲ νοοῦντες κατὰ Πλωτῖνον. ὥστε καὶ αὕτη κοινή ἐστι καταδρομὴ αὐτῶν τὸ μὴ εὑρίσκειν αὐτοὺς περὶ ποίου νοῦ εἶπεν ὅτι μόνος ἐστὶν ἀθάνατος. οἱ δὲ λέγοντες τὸν νοῦν τὸν ἀνθρώπινόν ποτε νοεῖν, καὶ τοῦτον μόνον εἶναι καὶ μὴ ἔχειν ἡμᾶς ἄλλον νοῦν δύνανται ἀπολογήσασθαι καὶ εἰπεῖν οὕτως ὅτι πολλῶν ὄντων τῶν συμπληρούντων τὸν ἄνθρωπον μόνος ὁ νοῦς ἐστιν ἀθάνατος καὶ ἀΐδιος. τὸ οὖν μόνος πρὸς τὰ συμπληροῦντα τὸν ἄνθρωπον λογιστέον.2 Πλωτῖνος δὲ ταύτην τὴν ἀπολογίαν οὐ δύναται εἰπεῖν· δύο γὰρ ὑποτίθεται νοῦς, τόν τε ἀεὶ νοοῦντα καὶ τὸν ποτέ· τίνα οὖν ἔχει εἰπεῖν μόνως ἀθάνατον; εἴτε γὰρ τὸν ἀεὶ νοοῦντα, ψεύδεται· καὶ γὰρ καὶ ὁ ποτὲ νοῶν ἀθάνατός ἐστιν· εἴτε τὸν ποτὲ νοοῦντα εἴποι ἀθάνατον, ἀλλὰ καὶ ὁ ἀεὶ νοῶν κατ’ αὐτόν. ὥστε οὐδὲ Πλωτῖνος ἔχει λέγειν, πῶς λέγομεν μόνως ἀθάνατον τὸν νοῦν. καλῶς δὲ πρόσκειται τὸ ἀθάνατον καὶ ἀίδιον εἶναι τὸν νοῦν· καὶ ἡ ἄλογος γὰρ καὶ ἡ φυτικὴ ἀθάνατοι μέν εἰσιν, οὐκ ἀίδιοι δέ. εἰ γὰρ χορηγοῦσι ζωήν, οὐδὲν δὲ τὸ ἐναντίον δέχεται οὗ χορηγεῖ, εἰ ἄρα ἔχουσι τὴν ζωήν, καὶ ἀθάνατοί εἰσιν. οὐ μὴν ἀίδιοι· ἀίδιον μὲν γὰρ λέγεται κατὰ τὸ ἀεὶ ὑπάρχειν, ἀθάνατον δὲ κατὰ τὸ ἀεὶ ζῆν. ὥστε ὁ νοῦς μόνον τῶν ἐν ἡμῖν καὶ ἀεὶ ὑπάρχει καὶ ἀεὶ ζῇ, ἄλογος δὲ καὶ φυτικὴ ἀεὶ μὲν ζῆν λέγεται, οὐκ ἀεὶ δὲ εἶναι. ὥστε καὶ τοῦτο τῷ ἀνθρωπίνῳ νῷ ὑπάρχει. // αὗταί εἰσιν αἱ κοιναὶ καταδρομαὶ πρὸς τοὺς τρεῖς. πρὸς Ἀλέξανδρον δὲ καὶ Μαρῖνον ταῦτα λέγειν ἔχομεν ὅτι ἐν τῇ λέξει τὸν κατ’ ἐνέργειαν νοῦν χωριστὸν λέγει, οὐ κεχωρισμένον·3 τὸ δὲ πρῶτον αἴτιον, ὃ λέγει Ἀλέξανδρος ἐνεργείᾳ νοῦν εἶναι, ἢ ὁ δαιμόνιος, ὃν Μαρῖνος λέγει, κεχωρισμένοι εἰσίν, οὐ μὴν χωριστοί.
因为光也是介于施照者与受照者之间的,而习性也是介于适应性与运用于实际之间的;而他将理智比作这些,因此显然他是指某种介于人类[理智]与外来[理智]之间的理智。普鲁塔克则通过指出本篇论著是关于灵魂的来为自己辩护,[亚里士多德]此刻没有理由谈论外来的理智;相反,他把人类理智称为现实理智,因为目下的论著也是关于后者的。于是,基于文本对这三者——我是指亚历山大、马里努斯和普罗提诺——产生了一个共同的反驳。因为我们发现亚里士多德说,现实理智在底层载体上是相同的,但在时间上因潜能与现实而有别;因为在先是潜能地存在,在后则生成为现实地存在。因此,如果亚里士多德在文本中说了这些,显然他此刻既没有如亚历山大所认为的那样把神称为现实的理智(因为神以前并不是潜能的,而是始终现实地存在,作为善的源泉),代蒙的或天使的理智以前也不是潜能的;因为亚里士多德意图使这些理智也是现实的;因此马里努斯也说得不对。但这同样也反对了普罗提诺。因为如果照他所说它始终在活动,它以前就不是潜能的;但亚里士多德说它以前是潜能的。因此通过这一点显而易见,他既不是在谈论神,也不是在谈论代蒙的或天使的理智,也不是在谈论始终活动的那些理智之一,而是这一论述是关于我们之中的理智的。这是第一个反驳。// 第二个则是:亚里士多德怎么会说理智“唯独是不朽且永恒的”呢?因为他确实也说了这句话:“唯独不朽且永恒”。因为无论我们理解为第一原因,它并非唯独不朽(因为还有其他不朽者),还是我们理解为天使的或代蒙的理智,它同样不是唯独不朽的(因为第一原因也是不朽的),或者再次按照普罗提诺,如果我们理解为始终思意的理智,它也不是唯独不朽的;因为还有其他不朽者,例如在某个时候思意的那些理智。因为按照普罗提诺,不仅始终思意的理智是不朽的,在某个时候思意的理智也是不朽的。因此这也是对他们的共同反驳,即他们无法指明他说“唯独是不朽的”是指哪种理智。而那些主张人类理智在某个时候思意、并且唯独这理智存在而我们并无其他理智的人,则能够辩解并如此说道:在构成人的许多要素中,唯独理智是不朽且永恒的。因此,“唯独”必须参照构成人的那些要素来考虑。但普罗提诺不能作出这一辩解;因为他设定了两个理智,既有始终思意的,也有在某个时候思意的;那么他能说哪一个是唯独不朽的呢?因为如果说是始终思意的,他说的是假话;因为在某个时候思意的也是不朽的;如果他说在某个时候思意的是不朽的,但按照他,始终思意的也是如此。因此普罗提诺也不能说明我们怎么能称理智为唯独不朽的。然而补充说理智不朽且永恒是恰当的;因为无理性的和植物性的[灵魂]虽然是不朽的,却不是永恒的。因为如果它们提供生命,而且没有任何事物接受与其所提供者相反的东西,那么如果它们拥有生命,它们也是不朽的。然而它们不是永恒的;因为“永恒”是按照始终存在而言的,而“不朽”是按照始终活着而言的。因此在我们之中的事物里,唯独理智既始终存在又始终活着,而无理性的和植物性的虽然被说成是始终活着,却不是始终存在。因此这也属于人类理智。// 这些是对这三者的共同反驳。而针对亚历山大和马里努斯,我们有话可说:在文本中他称现实的理智为可分离的,而不是已被分离的;而亚历山大所说的现实理智即第一原因,或者马里努斯所说的代蒙的理智,都是已被分离的,绝非可分离的。
- 3.116οὐκ εἶχεν Ἀριστοτέλης νῦν περὶ τοῦ θύραθεν νοῦ διαλέγεσθαι
οὐκ εἶχεν+不定词的结构,在此表示“[在语境或逻辑上]没有理由/余地去讨论”。主语是 Ἀριστοτέλης,承接上文论著主题在于灵魂的设定,表明在讨论灵魂的范畴内亚里士多德没有理由去处理外来的超越理智。
- 3.116τὸ οὖν μόνος πρὸς τὰ συμπληροῦντα τὸν ἄνθρωπον λογιστέον
动形容词 λογιστέον 引导的非人称句,介词短语 πρὸς τὰ συμπληροῦντα τὸν ἄνθρωπον 表示关联或对比范围,即“参照构成人的诸要素/与构成人的诸要素相比较”。这构成了将文本中的“唯独”(μόνος)的限定范围从宇宙整体缩小到人类复合体内部诸部分的语法依据。
- 3.116χωριστὸν λέγει, οὐ κεχωρισμένον
表可能性的动词性形容词 χωριστόν(可分离的)与完成时被动分词 κεχωρισμένον(已被分离的、本来就分立的)在宾格谓语上的对比。这一对立将亚里士多德文本中的 χωριστός 解释为具有分离的潜能或能力,从而排除了将其指涉第一原因或代蒙等超越实体(已与身体完全隔离的自存者)的可能性。
