- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:534.16-535.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞梳理了亚里士多德就现实理智(能动理智)提出的十项特征,并概述了四位主要古代注释家(亚历山大、马里努斯、普罗提诺和普鲁塔克)的见解及其论据。
" Ἐπεὶ δ’ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ αἴτιον καὶ ποιητικόν, ὃ τῷ ποιεῖν πάντα." Μετὰ τὸ ζητῆσαι ἐπὶ τοῦ δυνάμει νοῦ τέσσαρά τινα ἔρχεται λοιπὸν καὶ ἐπὶ τὸν ἐνεργείᾳ νοῦν καὶ δέκα ἐπὶ αὐτοῦ ζητεῖ, πρῶτον μὲν ὅτι πάντα ποιεῖ ὁ νοῦς, δεύτερον ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ. οὐδὲ γὰρ ὡς αἱ ἄλλαι οὐσίαι προβάλλονται ἐνεργείας, οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ ἐνεργείᾳ νοῦ· οὐδὲ γὰρ ἡ οὐσία τοῦ ἐνεργείᾳ νοῦ προβάλλεται τὴν ἐνέργειαν, ἀλλ’ αὐτόθεν αὐτὴ ἡ οὐσία αὐτοῦ ἐνέργειά ἐστι καὶ οὐκ ἔστιν ἕτερον ἡ οὐσία τοῦ ἐνεργείᾳ νοῦ παρὰ τὴν ἐνέργειαν αὐτοῦ. τρίτον, φησί, ὑπάρχει τῷ ἐνεργείᾳ νῷ τὸ ἀεὶ νοεῖν τε καὶ ἐνεργεῖν καὶ μηδέποτε ἀπολήγειν τοῦ ἐνεργεῖν, τέταρτον ὅτι ψυχικός ἐστι, πέμπτον ὅτι ἀθάνατος, ἕκτον ὅτι χωριστός ἐστιν. ἕβδομον ὅτι ἕξει καὶ φωτὶ ἀναλογεῖ· ὥσπερ γὰρ τὸ φῶς οὐκ αὐτὸ ποιεῖ τὰ χρώματα, ἀλλὰ τὰ ἤδη ὄντα φανερὰ ποιεῖ, οὕτω καὶ ὁ ἐνεργείᾳ νοῦς οὐ ποιεῖ τὰ πράγματα, ἀλλὰ τὰ ἤδη ὄντα ἐντυποῖ καὶ ἐγχαράττει τῷ δυνάμει νῷ. ὄγδοον ὅτι ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ χρόνῳ διαφέρει, καὶ οὐ τῷ ὑποκειμένῳ, ἔννατον ὅτι ἐπιλανθάνεται ὁ νοῦς, δέκατον ὅτι ἀεὶ μετὰ φαντασίας ἐνεργεῖ. ταῦτα τὰ κεφάλαια τῆς λέξεως εἰπούσης ὑπάρχειν τῷ ἐνεργείᾳ νῷ καὶ μηδὲν ἕτερον εἰπούσης,1 οἱ ἐξηγηταὶ ἐπὶ πολλὰς καὶ διαφόρους ὁδοὺς ἐτράπησαν, ἄλλων ἄλλως ἐκλαμβανόντων τὸν ἐνεργείᾳ νοῦν. Ἀλέξανδρος μὲν γὰρ ἐνεργείᾳ νοῦν ἐκάλεσε τὴν μίαν τῶν πάντων ἀρχὴν ἤτοι τὸν θύραθεν νοῦν. Μαρῖνος δὲ ἐνεργείᾳ νοῦν εἶπεν οὐ τὴν μίαν τῶν πάντων ἀρχὴν ἀλλὰ δαιμόνιόν τινα ἢ ἀγγελικόν· ἁπλῶς γοῦν οὔτε τὸν ἡμέτερον λέγει ἐνεργείᾳ νοῦν οὔτε τὸν τῆς μιᾶς τῶν πάντων ἀρχῆς. // Πλωτῖνος δὲ ἐνεργείᾳ νοῦν ἐνόησε τὸν ἀνθρώπινον νοῦν, τὸν μὲν ἀεὶ ἐνεργοῦντα, τὸν δέ ποτε ἐνεργοῦντα. πεπλάνηται δὲ Πλωτῖνος ἀπὸ Πλάτωνος· ἀκούσας γὰρ ἐξ ἐκείνου ὅτι ἡ ψυχὴ ἀεικίνητός ἐστιν, ἐνόμισεν ἀεικίνητον αὐτὸν λέγειν τῷ ἀεὶ νοεῖν, καὶ διὰ τοῦτο οἴεται εἶναι νοῦν ἀεὶ νοοῦντα. φησὶν οὖν ὁ Πλωτῖνος ὅτι ἐνεργείᾳ νοῦν λέγει τὸν ἀνθρώπινον νοῦν τὸν ἀεὶ νοοῦντα. // Πλούταρχος δέ, ὃ καὶ ἡμεῖς τιθέμεθα, οὐκ οἴεται εἶναι παρ’ ἡμῖν διττὸν νοῦν, ἀλλ’ ἁπλοῦν, καὶ τοῦτον τὸν ἁπλοῦν οὐ λέγει ἀεὶ νοοῦντα, ἀλλὰ ποτε νοοῦντα. οἴεται οὖν ὁ Πλούταρχος ἐνεργείᾳ λέγειν τὸν νοῦν τὸν ἀνθρώπινον, ὃν οἴεται καὶ ποτὲ νοεῖν. // τοσαῦταί εἰσιν αἱ γινόμεναι δόξαι περὶ τοῦ ἐνεργείᾳ νοῦ, τέτταρες τὸν ἀριθμόν, ἡ Ἀλεξάνδρου, ἡ Μαρίνου, ἡ Πλωτίνου, ἡ Πλουτάρχου, καὶ ἑκάστη αὐτῶν δικαιολογίαις κέχρηται. δίκαιον οὖν ἐκθέσθαι τὰς συνηγορίας ἑκάστης δόξης. Ἀλέξανδρος μὲν οὖν ἔλεγεν ἐνεργείᾳ νοῦν τὸ πρῶτον αἴτιον· ἐπλανᾶτο δὲ ἐκ τοῦ ἀκούειν αὐτὸν ὅτι πάντα ποιεῖ.2 τίς γάρ ἐστι ὁ πάντα ποιῶν, εἰ μὴ ἡ πρώτη αἰτία; εἰ οὖν Ἀριστοτέλης λέγει ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς πάντα ποιεῖ, δῆλον ὅτι κατ’ ἐνέργειαν νοῦν λέγει τὴν πρώτην αἰτίαν. καὶ ὅτι πάλιν λέγει τῇ οὐσίᾳ σύνδρομον ἔχειν τὴν ἐνέργειαν3 τὸν ἐνεργείᾳ νοῦν, ὅπερ μόνῳ θεῷ οἰκεῖον (ὁ γὰρ ἡμέτερος νοῦς φαίνεται διὰ δυνάμεως τὴν ἐνέργειαν ποιούμενος), καὶ πάλιν ὅτι ἀεὶ ἐνεργεῖ. ἐντεῦθεν οὖν ὁ Ἀλέξανδρος ἠπατᾶτο καὶ ἔλεγεν ὅτι οὐδενὶ ταῦτα εἰ μὴ μόνῳ θεῷ ἁρμόττει· θεοῦ γὰρ μόνον οἰκεῖον τὸ σύνδρομον ἔχειν τῇ οὐσίᾳ τὴν ἐνέργειαν καὶ τὸ ἀεὶ ἐνεργεῖν. // ὁ δὲ Πλωτῖνος ἠπατᾶτο ἐκ τοῦ ἀεὶ ἐνεργεῖν καὶ ὑπετίθετο ἐν ἡμῖν νοῦν ἀεὶ ἐνεργοῦντα, καὶ τοῦτον ἔλεγεν ἐνεργείᾳ νοῦν. // Μαρῖνος δὲ τοῖς ἐξ ἀμφοῖν χρησάμενος λόγοις δαιμόνιον νοῦν ἔλεγεν Ἀριστοτέλην εἰπεῖν τὸν ἐνεργείᾳ νοῦν. ἀνθρωπίνου μὲν γὰρ οὐκ ἔστι, διὰ τὸ εἰπεῖν ὅτι πάντα νοεῖ καὶ τῇ οὐσίᾳ ἐνεργεῖ καὶ ἀεὶ νοεῖ· ἀλλὰ μὴν οὔτε τοῦ θύραθέν ἐστι νοῦ· εἰ γὰρ λέγει 〈ὅτι〉 φωτὶ ἀναλογεῖ καὶ ἕξει καὶ ὅτι μετὰ φαντασίας ἐνεργεῖ καὶ ἐπιλανθάνεται, οὐκ ἔστι ταῦτα τοῦ θύραθεν νοῦ. τὸ οὖν εἰπεῖν ὅτι φωτὶ καὶ ἕξει ἀναλογεῖ δείκνυσιν ὅτι ταῦτα ἴδιά ἐστι νοῦ τινος μεταξὺ ὄντος τοῦ θύραθεν καὶ τοῦ ἀνθρωπίνου, οἷον ἀγγελικοῦ νοῦ.
“既然正如在整个自然中,就每一个属而言,一方面有某种作为质料的东西(这就是潜能地是所有那些东西的东西),另一方面有作为原因和能动者的东西,它通过制造所有事物……” 在对潜能理智探讨了四点之后,他终于进而探讨现实理智,并就其探讨了十点:第一,理智制造所有事物;第二,它依其本质而活动。因为现实理智的情形并非像其他实体那样发出活动;现实理智的本质并不发出活动,而是其本质本身就直接是活动,现实理智的本质与其活动绝非二致。他说,第三,始终在思意和活动、绝不止息于活动,属于现实理智;第四,它是灵魂性的;第五,它是不朽的;第六,它是可分离的;第七,它类似于习性和光;因为正如光本身并不制造颜色,而是使已存在者显现,现实理智同样也不制造事物,而是将已存在者铭刻和印画在潜能理智上。第八,潜能理智与现实理智在时间上不同,而在底层载体上则无不同;第九,理智会遗忘;第十,它始终伴随表象而活动。由于文本指出了这些属于现实理智的纲要,并未指出其他,注释家们遂步入了许多各不相同的道路,各人以不同方式理解现实理智。因为亚历山大称现实理智为万物的单一本原,即外来的理智。马里努斯则说现实理智并非万物的单一本原,而是某种代蒙的或天使的理智;总之,他既不把现实理智说成是我们的,也不说成是万物的单一本原的理智。// 普罗提诺则把现实理智设想为人类的理智,一部分始终在活动,另一部分则在某个时候活动。但普罗提诺受了柏拉图的误导;因为他听柏拉图说灵魂是永动的,便以为柏拉图说永动是指始终在思意,并因此认为存在始终在思意的理智。普罗提诺因此说,他把始终在思意的人类理智称为现实理智。// 而普鲁塔克——这也是我们所主张的——则认为我们身上并不存在双重的理智,而是单一的,并且他不称这单一的理智为始终在思意的,而是称其为在某个时候思意的。因此普鲁塔克认为,[亚里士多德]把人类理智(他也认为这理智在某个时候思意)称为现实的。// 关于现实理智所产生的见解就是这么多,数量上有四种:亚历山大的、马里努斯的、普罗提诺的、普鲁塔克的,并且它们各自都使用了论据。因此陈明每种见解的辩护论据是恰当的。亚历山大说现实理智是第一原因;他是由于他听到它制造所有事物而受到误导的。因为如果不是第一原因,制造所有事物的还能是谁呢?因此如果亚里士多德说现实的理智制造所有事物,显然他把第一原因称为现实的理智。并且还因为,他又说现实理智拥有与其本质并驾齐驱的活动,这唯独属于神(因为我们的理智显然是通过能力产生活动的),又因为,它始终在活动。亚历山大因此受骗,并说这些特征除唯独适合于神之外不适合于任何其他人;因为拥有与本质并驾齐驱的活动以及始终在活动,唯独是神特有的。// 普罗提诺则受了“始终活动”的误导,假定我们内部有始终活动的理智,并将此称为现实理智。// 而马里努斯利用了来自双方的论点,说亚里士多德所说的现实理智是代蒙的理智。因为它不属于人类理智,这是因为说它思意所有事物、依本质而活动且始终在思意;但它同样也不属于外来的理智;因为如果他说它类似于光和习性,并且伴随表象而活动并会遗忘,这些并不属于外来的理智。因此,说它类似于光和习性表明,这些特征属于某种介于外来理智与人类理智之间的理智,例如天使的理智。
- 3.116ταῦτα τὰ κεφάλαια τῆς λέξεως εἰπούσης ὑπάρχειν τῷ ἐνεργείᾳ νῷ καὶ μηδὲν ἕτερον εἰπούσης
独立属格结构(τῆς λέξεως εἰπούσης...)。τῆς λέξεως 为逻辑主语,为主句 οἱ ἐξηγηταὶ ἐπὶ πολλὰς καὶ διαφόρους ὁδοὺς ἐτράπησαν 提供原因背景(“由于文本指出了……而未指出其他”)。
- 3.116ἐπλανᾶτο δὲ ἐκ τοῦ ἀκούειν αὐτὸν ὅτι πάντα ποιεῖ
在带冠词的不定式 ἐκ τοῦ ἀκούειν 中,不定式的宾格主语 αὐτόν 指亚历山大(“由他听闻……”),而 ὅτι 从句中省略的主语则指理智(或亚里士多德陈述理智制造所有事物)。
- 3.116τῇ οὐσίᾳ σύνδρομον ἔχειν τὴν ἐνέργειαν
带有述语性形容词 σύνδρομον 的结构,意为“拥有与其本质并驾齐驱/同步的活动”。τῇ οὐσίᾳ 为形容词 σύνδρομον 所支配的与格。
