- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:533.14-534.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《论灵魂》429b29–430a5展开注解,通过区分受动的两种含义(完善性与毁灭性)捍卫理智的非质料性,引述扬布里柯将蜡板比喻解释为天赋本质理则的观点,并以本真可思议对象与理智的同一性解决理智认识自身的疑难。
" Ἢ τὸ μὲν πάσχειν κατὰ κοινόν τι διῄρηται πρότερον." Ἐντεῦθεν ἐπιλύεται τὰς δύο ἀπορίας, καὶ πρῶτον τὴν δευτέραν τὴν συνάξασαν ὅτι ὁμόυλος τοῖς αἰσθητοῖς ὁ νοῦς, καί φησιν ὅτι κοινὸν ὄνομά ἐστι τοῦ πάθους· τὸ μὲν γάρ ἐστι τελειωτικόν, τὸ δὲ φθαρτικόν. τὸ οὖν πάθος ὃ πάσχει ὁ νοῦς τελειωτικόν ἐστι, τὸ δὲ τελειωτικὸν κυρίως οὐ λέγεται πάθος.
“或者依照某种共同之物的受动在前面已被区分。” 从这里起他解决这两个疑难,首先是推导出理智与感觉对象同质料的第二个疑难,他说“受动”是一个共通的名词;因为一种是完善性的,另一种则是毁灭性的。因此理智所承受的受动是完善性的,而完善性的受动在本真意义上并不被称为受动。
"Ὅτι δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς." Ἐπειδὴ εἴρηται ὅτι ἔσται τὰ νοητὰ ὁ νοῦς, καὶ ὁ λίθος, εἰπών τε ἄνω διττὸν εἶναι τὸ νοητόν, τό τε κυρίως καὶ οὐ κυρίως, νῦν φησιν ὅτι τὸ κυρίως δυνάμει ἐστὶν ὁ νοῦς τὰ νοητά, ὅταν δὲ νοῇ αὐτά, ἐνεργείᾳ· οὐ γὰρ ἔχει, φησί, τὰ νοητὰ ὁ νοῦς, εἰ μὴ νοῇ αὐτά· ἀγράφῳ γὰρ ἔοικε γραμματείῳ. καὶ ὅρα ὅτι γραμματείῳ εἶπε, φησὶν ὁ Ἰάμβλιχος, καὶ οὐ χαρτίῳ· γραμματεῖον δὲ οὐ λέγεται, εἰ μὴ ἔχει γράμματα. τοῦτο δὲ εἶπεν βουλόμενος τὴν ψυχὴν τῶν παίδων, ὅ ἐστιν ὁ δυνάμει νοῦς, ἔχειν τοὺς λόγους τῶν πραγμάτων. ὥστε εἰ γραμματείῳ αὐτὴν ἀπείκασε, δῆλον ὅτι τοὺς λόγους τῶν πραγμάτων ἔχει, ὥσπερ καὶ τὸ γραμματεῖον ἔχει γράμματα. εἰ δὲ ἀγράφῳ, ἀντὶ τοῦ κακογράφῳ,1 διὰ τὸ λεπτὰ καὶ ἀφανῆ ἔχειν γράμματα, ἐπεὶ καὶ ἄφωνον λέγομεν τραγῳδὸν τὸν κακόφωνον. ὥστε καὶ Ἀριστοτέλης, φησί, δοξάζει εἶναι ἐν τῇ ψυχῇ τὰ νοητά, ὡς Πλάτων, καὶ τοὺς λόγους πάντων, καὶ ἀνάμνησιν εἶναι, οὐ μάθησιν. ταῦτα δὲ εἶπεν, ἵνα δείξῃ καὶ Ἀριστοτέλην ὁμόδοξον αὐτῷ. καὶ αὐτὸς δὲ νοητός ἐστιν ὥσπερ τὰ νοητά. τ’ ἐντεῦθέν ἐστιν ἡ λύσις2 τοῦ τρίτου ἀπόρου, ὅτι πᾶν νοητὸν κυρίως ὂν νοητὸν νοῦς ἐστιν. ἡ γὰρ ἐπιστήμη θεωρητική, τὸ δὲ οὕτως ἐπιστητὸν τὸ αὐτό ἐστιν. τί φησιν; ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ νοοῦν εἶναι καὶ νοούμενον. τὸ γὰρ κυρίως ὂν νοητόν, ὃ εἶπεν ἐπιστητόν, καὶ ὁ κυρίως νοῦς, ὃ εἶπεν ἐπιστήμην, τὸ αὐτό εἰσι. τὸ δὲ κυρίως πρόσκειται, ὅτι τὰ μαθήματα οὐκ εἰσὶ κυρίως νοητά· ὅλως δὲ νοητὰ λέγονται, διότι ὑφ’ ἡμῶν ἀνεπλάσθησαν καὶ ἡμετέρα ἐστὶν ἐπινοίᾳ.
“理智在某种意义上潜能地就是可思议对象。” 既然曾说过理智将成为可思议对象,并且石头也是[理智],而且在上面已说过可思议对象是双重的,即本真的与非本真的,现在他说,就本真而言,理智潜能地是可思议对象,而当它思意它们时,则现实地是;他说,因为理智除非正在思意它们,否则并不拥有可思议对象;因为它好比一块未写字的写字板。扬布里柯说,请注意他说的是“写字板”而不是“纸卷”;因为除非拥有字迹,否则不被称为写字板。他这样说是意在表明孩童的灵魂(即潜能理智)拥有事物的本质理则。因此如果他将灵魂比作写字板,显然它拥有事物的理则,正如写字板拥有字迹一样。至于“未写字的”,则是代替“字迹不清的”,这是由于拥有纤细而不易见之字迹的缘故,正如我们也把声音难听的悲剧演员称为“无声的”。他说,因此亚里士多德也如同柏拉图一样,认为可思议对象存在于灵魂之中,一切事物的理则亦然,并且认为学习是回忆而非获取。他[扬布里柯]说这些,是为了表明亚里士多德亦与他持相同见解。“并且它自身亦正如可思议对象一样是可思议的。”从这里开始是第三个疑难的解决方案,即每一本真作为可思议对象的可思议者都是理智。“因为理论知识与如此被知者是同一个。”他是什么意思呢?意思是,同一个事物既是思意者又是被思意者,绝非荒谬。因为本真作为可思议对象者(他称之为被知者)与本真的理智(他称之为知识)是同一个。加上“本真”是因为数学对象并非本真的可思议对象;但它们总括而言被称为可思议对象,是因为它们是由我们构想出来的,存在于我们的设想之中。
"Τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον ἐπισκεπτέον." Ἐντεῦθεν τὸ τέταρτον ἄπορόν ἐστι, διὰ τί μὴ ἀεὶ νοεῖ ὁ νοῦς. καὶ ἀπορεῖ μέν, οὐ λύει δὲ αὐτό (ἡμεῖς δὲ ἤδη ἐλύσαμεν), ἀλλ’ ἔρχεται πάλιν μετὰ τοῦτο εἰς τὴν λύσιν τοῦ ἀπόρου τοῦ λέγοντος ὅτι ἔσται τὰ νοητὰ ὁ νοῦς. εἰπὼν γὰρ ὅτι ἐπὶ τῶν κυρίως νοητῶν ἀληθές ἐστι, νῦν φησιν ὅτι ἐπὶ τῶν ἐνύλων τῶν ὄντων δυνάμει νοητῶν καὶ οὐ κυρίως οὐκ ἔστι ταὐτὸν τὸ νοητὸν τῷ νῷ· ὁ γὰρ νοῦς ἄυλόν τι πρᾶγμα. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.3
“但对于并非始终在思意的原因则须加以考察。” 从这里开始是第四个疑难:理智为何并非始终在思意。他提出了疑难,但并未解决它(而我们已经解决了);相反,在此之后他又回到了那主张理智将成为可思议对象的疑难的解决方案。因为在指出这在涉及本真可思议对象时为真之后,他现在指出在质料性事物(即潜能的可思议对象而非本真的)上,可思议对象与理智并非同一;因为理智是非质料的事物。在神佑助下,本讲在此结束。
- 3.114εἰ δὲ ἀγράφῳ, ἀντὶ τοῦ κακογράφῳ
虽呈条件句形式(εἰ δὲ ἀγράφῳ),但省略了谓语动词,实际为注释程式:“如果[他说]‘未写字的’,则是用来代替‘字迹不清的’”。ἀντὶ τοῦ 用于引出扬布里柯所提出的替换词或解释性对等语。
- 3.114τ’ ἐντεῦθέν ἐστιν ἡ λύσις
文本中的 τ’ ἐντεῦθεν 可理解为 τὸ ἐντεῦθεν 的缩合或连词 τε 的脱落形,构成主句(“从这里起是……的解决方案”),标志着在引用亚里士多德原文句后重新回到注释正文的过渡。
- 3.115ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται
晚期古代哲学注疏中每一讲(praxis)结尾常见的定型结语。关系代词与格复数 ἐν οἷς 意为“以此等内容”,标志着该讲单元在神佑下的完结。
