- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:532.1-533.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了429b20–26,基于抽象形式与具质料形式的区别梳理了理智与认识对象的可分离性,随后探讨了关于理智的不受动性与感知对象认识的第二疑难,以及关于理智自我思意思考的第三疑难及其推论。
" Ἔστω γὰρ δυάς." Τοῦτο ὡς πρὸς τί; ὡς πρὸς τὰ ἐν συνεχείᾳ ὄντα εἴδη. τὰ γὰρ ἐν ἀφαιρέσει ἕν τι μόνον δηλοῦσι, τὸ εἶδος, τὰ δὲ οὐκ ἐν ἀφαιρέσει δύο δηλοῦσι, τὸ εἶδος ἅμα τῇ ὕλῃ. καὶ δικαίως ταῦτα δύο λέγεται ὡς ἔνυλα καὶ ἐπιδεχόμενα διαίρεσιν ὡς τὰ δύο· τὰ γὰρ ἐν ἀφαιρέσει ἀδιαίρετα ὄντα μονάδι ἔοικεν. ἀμέλει καὶ ἡ κεκλασμένη εὐθεῖα ὡς δύο οὖσα ἔνυλόν τι ἐδήλου. καὶ τὰ μαθήματα οὖν διττὰ ἔσται, τὰ μὲν κατὰ τὸ εἶδος αὐτῶν, ὅπερ ἐδήλωσεν εἰπὼν εὐθεῖ εἶναι, ἢ κατὰ τὸ εἶδος καὶ τὴν ὕλην, ὅπερ ἐσήμανεν εἰπὼν εὐθύ. ἑτέρῳ ἄρα ἢ ἑτέρως ἔχοντι κρίνει. τὸ συμπέρασμα ὅτι ἀνάγκη ἢ ἑτέρῳ καὶ ἑτέρῳ κρῖναι τὰ ἔνυλα καὶ τὰ ἄυλα, ἢ τῷ αὐτῷ ἑτέρως ἔχοντι. εἶτα λέγων τὴν λύσιν ὅλου τοῦ ἀπόρου, φησὶν ὅλως ἄρα ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν. τουτέστιν, ὡς δυνατὸν συντόμως εἰπεῖν, ὥσπερ τὰ εἴδη ἐπινοίᾳ μόνον χωρίζονται τῆς ὕλης καὶ λόγῳ, οὐ μὴν καὶ τῇ ὑποστάσει αὐτῇ, οὕτω καὶ ὁ νοῦς ἀχώριστος τὸ μὲν ἑαυτοῦ ἐστιν ἀεί, ὁ αὐτὸς ὢν ἀεὶ τῷ ὑποκειμένῳ, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ χωρίζεται πρὸς τὰ γινωσκόμενα.1
“因为假定为二元。” 这是针对什么而言的呢?是针对在连续者之中的形式而言的。因为抽象中的事物仅表示单一的事物,即形式,而非抽象中的事物则表示两样事物,即形式连同质料。这些事物被理所当然地称为二,因为它们是质料性的,并且如二一样容受分割;因为抽象中的事物是不可分的,类似于一。诚然,折线作为二也表示某种质料性的事物。因此数学对象也将是双重的:一方面是就其形式而言,这一点他通过说“直之所是”表明了;另一方面则是就形式与质料而言,这一点他通过说“直”指明了。因此[理智]是以另一事物,或者以处于相异状态来判定的。结论是:必须或者以两种相异的事物来判定质料性事物与非质料性事物,或者以处于相异状态的同一事物来判定。随后,在陈述整个难题的解决方案时,他说:“因此总的来说,正如事物可从质料中分离,理智方面的事情亦是如此。”也就是说,尽量简短地讲:正如形式仅在构想和定义上从质料中分离,而绝非在其本身的存在中分离,理智就其自身而言同样始终是不可分的,在基质上始终是同一个,但在构想和定义上则相应于被认识的对象而相分离。
"Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦν ἐστι καὶ ἀπαθές." Ἐντεῦθέν ἐστιν ἡ δευτέρα ἀπορία ἡ λέγουσα ὅτι εἰ γινώσκει ὁ νοῦς τὰ αἰσθητά, πείσεται ὑπ’ αὐτῶν· οὐδὲν δὲ πάσχει ἐξ αὐτῶν, ὃ μή ἐστιν ὁμόυλον αὐτοῖς. τοῦτο γὰρ ἐσήμηνεν ἐπαγαγὼν ἐν τῇ λέξει ᾗ γάρ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, ἀντὶ τοῦ κατὰ τὸ κοινόν, ὅ ἐστι κατὰ τὴν ὕλην, πάσχει. εἰ οὖν γινώσκει ὁ νοῦς αὐτά, καὶ πάσχει ὑπ’ αὐτῶν· εἰ δὲ πάσχει ὑπ’ αὐτῶν, ὁμόυλος αὐτοῖς ἐστι· εἰ δὲ ὁμόυλός ἐστι τοῖς αἰσθητοῖς, οὐκέτι ἐστὶν ἁπλοῦς νοῦς, ἀλλὰ σύνθετος. ἔστιν οὖν ὁ λόγος κατ’ ἀνάλυσιν πεφρασμένος.2
“如果理智是单纯且不受作用的,有人便会产生疑难。” 从这里开始是第二个疑难,该疑难指出:如果理智认识感觉对象,它便会受它们的作用;但是,与它们非同质料的事物,绝不会受它们的作用。因为他通过在文句中补充说“因为只要二者存在某种共同之物,一者便施动而另一者受动”表明了这一点,用以代替:依照共同之物,即依照质料而受动。因此,如果理智认识它们,它也就受它们的作用;如果它受它们的作用,它就与它们是同质料的;如果它与感觉对象同质料,它便不再是单纯的理智,而是复合的了。因此,这一论述是以分析法表述的。
"Ἔτι δ’ εἰ νοητὸς καὶ αὐτός." Πρὸ τοῦ τὴν λύσιν τοῦ δευτέρου ἀπόρου εἰπεῖν, τὸ τρίτον ἄπορον ἐντεῦθεν προβάλλεται καί φησιν ὅτι 〈εἰ〉 καὶ αὐτὸς ὁ νοῦς εἴη, ἀντὶ τοῦ ὑπάρχει, νοητός, πῶς οὖν νοεῖ ἑαυτόν; καὶ τέως τὸ πρῶτον λέγει ὅτι ἐὰν καθὸ νοῦς γινώσκῃ ἑαυτόν, ἔσται ἐν πᾶσι τοῖς νοητοῖς ὁ νοῦς, καὶ ἐν λίθῳ ἄρα, καὶ ἔσται ὁ λίθος νοῦς· ἀντιστρέφει γάρ.3 τοῦτο δὲ αἰνίττεται ἐν τῇ λέξει, ἔνθα φησὶν ἢ γὰρ τοῖς ἄλλοις ὁ νοῦς ὑπάρξει, ἀντὶ τοῦ τοῖς ἄλλοις νοητοῖς ὑπάρξει [ἀντὶ τοῦ εἶναι] νοῦς, ὡς πάντα τὰ νοητὰ νοῦς εἶναι. εἶτα πρὶν εἰπεῖν τὸ ἄλλο ἄτοπον, ὅτι ‘εἰ δὲ μὴ καθὸ νοῦς γινώσκει, ἔσται διπλοῦς καὶ νοῶν καὶ νοούμενος, καὶ οὐ πάντῃ ἑαυτὸν γινώσκων· οὐδὲ γὰρ τὸ νοοῦν,’ πρὸ τούτου ἐπάγει λύσιν τοῦ δευτέρου ἀπόρου, λέγων ὅτι τὸ νοητὸν οὐκ ἔστιν ἓν τῷ ἀριθμῷ, ἀλλὰ τῷ εἴδει· ἔστι γὰρ κυρίως νοητὸν καὶ οὐ κυρίως, τὸ δὲ κυρίως νοητὸν καὶ νοῦς ἐστιν. εἶτα ἐπάγει τὸ ἄλλο ἄτοπον τοῦ δευτέρου, ὅτι εἰ δὲ μὴ καθὸ νοῦς γινώσκει, ἔσται διπλοῦς, ὡς εἶναι καὶ νοητὸς καὶ νοῶν. τοῦτο δὲ ἐδήλωσεν εἰπὼν μεμιγμένον τι ἕξει, ὃ ποιεῖ αὐτὸν νοητὸν ὡς τὰ ἄλλα, ἀντὶ τοῦ σύνθεσίν τινα ἕξει, ἥτις σύνθεσις κατ’ ἄλλο μὲν ποιεῖ αὐτὸν νοῦν, κατ’ ἄλλο δὲ νοητὸν ὥσπερ καὶ τὰ ἄλλα νοητά. οὐ τοῦτο δὲ λέγει ὅτι τὰ ἄλλα νοητὰ σύνθετά ἐστιν (ἁπλᾶ γάρ ἐστι πάντα τὰ νοητά), ἀλλ’ ἕξει, φησί, τι ὁ νοῦς ὃ ποιεῖ αὐτὸν νοητόν, ὡς ἐποίει τὰ ἄλλα ἄυλα νοητά.
“再者,如果理智自身亦是可思议的。” 在说出第二个疑难的解决方案之前,从这里提出了第三个疑难,他说:如果理智自身亦是——用以代替“存在”——可思议的,那么它究竟如何思想自身呢?目前他首先说,如果它作为理智而认识自身,理智就将存在于一切可思议对象之中,因此也存在于石头中,石头也将是理智;因为这是可以换位的。而他在文句中暗示了这一点,他在那里说“因为理智要么将属于其他事物”,用以代替:理智将属于[用以代替:作为]其他可思议对象,以致一切可思议对象都是理智。随后,在说出另一个荒谬结论——即“如果它不是作为理智而认识,它就将是双重的,既是思想者又是被思想者,并且不是完全认识自身;因为思想的部分[亦不被认识]”——之前,他在此之前引入了第二个疑难的解决方案,说可思议对象并不是在数目上为一,而是在种上为一;因为有本真意义上的可思议对象和非本真意义上的可思议对象,而本真意义上的可思议对象也是理智。随后他引入了第二者的另一个荒谬结论,即如果它不是作为理智而认识,它就将是双重的,以致既是可思议对象又是思想者。而他通过说“它将拥有某种混合之物,使得它像其他事物一样成为可思议的”表明了这一点,用以代替:它将拥有某种复合,这一复合依照一种成分使它成为理智,依照另一种成分则使它正如其他可思议对象一样成为可思议的。但他并不是说其他可思议对象是复合的(因为一切可思议对象都是单纯的),而是说理智将拥有某种使其成为可思议对象的东西,正如那使其他非质料性的事物成为可思议的一样。
- 3.110ἀχώριστος τὸ μὲν ἑαυτοῦ ἐστιν ἀεί, ὁ αὐτὸς ὢν ἀεὶ τῷ ὑποκειμένῳ, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ χωρίζεται πρὸς τὰ γινωσκόμενα
在“τὸ μὲν ... τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ”这一对衬结构中,前半句的“τὸ μὲν”作状语性宾格(“一方面”),属格“ἑαυτοῦ”依附于表示分离意义的形容词“ἀχώριστος”(“与自身不可分离”)。后半句中的与格“τῇ ... ἐπινοίᾳ καὶ τῷ λόγῳ”为方面与格,将基质(τῷ ὑποκειμένῳ)上的同一性与构想及定义上的区分相对照。
- 3.111κατ’ ἀνάλυσιν πεφρασμένος
介词短语“κατ’ ἀνάλυσιν”作副词性用法,意为“以分析的方式”或“逆推地”(从后件/结论逐步推导至前提),用于修饰紧接在前的连环推论法所采取的论证推进方式。
- 3.112ἀντιστρέφει γάρ
动词“ἀντιστρέφει”为逻辑学术语的不及物用法,意为“因为这是可换位的”。它说明了为何石头也会是理智:假定“是理智”与“是可思议对象”可以全称互换,则凡是可思议之物(如石头)就必然也是理智。
