← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§530.27-531.30

折线比喻下的本质判定与数学对象认知

斐洛波诺斯解释了亚里士多德关于理智如何判定本质(“肉之所是”)的比喻(折线被拉直),指出理智在基质上为一而在定义上相异,进而阐明数学对象以连续性为质料因而属于质料性事物,由理智的不同部分来判定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.107

" Ἄλλῳ δὲ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει.1" Τὸ ῥησείδιον τοῦτο πάλιν ἐρωτηματικῶς προέρχεται ἐκ διαιρέσεως ἐρωτῶν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐπειδὴ ἄλλῳ μὲν κρίνει ὁ νοῦς τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα, ἆρα τὰ μέρη ταῦτα τοῦ νοῦ καθ’ ἃ κρίνει τὰ ἔνυλα καὶ ἄυλα κεχωρισμένα ἐστὶν ἀλλήλων, ἢ ὥσπερ ἡ εὐθεῖα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ διάφορος; ἄλλο γάρ ἐστιν εὐθείᾳ εἶναι καὶ ἄλλο κεκλασμένῃ εἶναι. καὶ οὗτος μὲν ὁ σκοπός. ἐρωτηματικῶς δὲ χρὴ καὶ τὴν λέξιν παραφραστέον οὕτω ἐν ὑπερβατῷ πεφρασμένην· ἄλλῳ δὲ κρίνει τὸ σαρκὶ εἶναι, ἀντὶ τοῦ ἄλλῳ μορίῳ κρίνει τὰ ἄυλα, οὕτως ἐν ὑπερβατῷ ἄλλῳ δὲ ἤτοι κεχωρισμένῳ τοῦ ἄλλου μορίου τοῦ κρίνοντος τὰ ἔνυλα, ἢ ὡς ἡ κεκλασμένη εὐθεῖα τῷ μὲν ὑποκειμένῳ εἷς ἐστι νοῦς, τῷ δὲ λόγῳ διάφορος.

“但以另一事物,或者以分离的事物,或者正如折线在被拉直时与自身相关的状态,来判定肉之所是。” 这一短小文句再次以提问的方式通过区分来进行发问。其旨趣如下:既然理智以一种事物判定质料性的事物,而以另一种事物判定非质料性的事物,那么理智藉以判定质料性事物与非质料性事物的这些部分,究竟是彼此分离的,还是正如直线在基质上是同一个而在定义上相异呢?因为直之所是是一回事,而曲之所是则是另一回事。这便是其目的。对于这段以倒置法表达的文句,也必须以疑问的方式释义如下:“但以另一事物判定肉之所是”,用以代替:以另一部分判定非质料性的事物;如此以倒置法表述为:“但以另一事物,或者与判定质料性事物的另一部分相分离,或者正如折曲的直线在基质上是一个理智而在定义上相异。”

§3.108

"Πάλιν δὲ ἐπὶ τῶν ἐν ἀφαιρέσει ὄντων τὸ εὐθὺ ὡς τὸ σιμόν· μετὰ συνεχοῦς γάρ." Ἐπὶ τὸ ἄλλο ἔρχεται παράδειγμα τὸ τῶν μαθημάτων. καὶ τί φησιν; ὅτι ὥσπερ τὸ σιμὸν καὶ τὸ εὐθὺ πάντως ἐν ὑποκειμένῳ ἐστὶ τῇ συνεχείᾳ, (ἐν τινι γὰρ σώματί εἰσι συνεχεῖ) καὶ ὅμως χωρίζομεν ταῦτα τῷ λόγῳ τῆς συνεχείας καὶ λέγομεν ὅτι ἄλλο ἐστὶν ἐπὶ τούτων τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἶδος τὸ ἀφαιρεθέν, καὶ ἄλλο ἡ ὕλη, αὐτὴ ἡ συνέχεια, 〈ὃ〉 ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ εὐθὺ εἶναι, ὥσπερ οὖν ἐπὶ τούτων τὸ εἶδος χωρίζομεν τῆς ὕλης λόγῳ, οὕτω καὶ ὁ νοῦς λόγῳ ἑαυτοῦ διαφέρει. συνηγορεῖ δὲ νῦν ὅτι ἔνυλά ἐστι τὰ μαθήματα· ὕλη γάρ ἐστιν, ὥς φησιν, τῶν σχημάτων τὸ συνεχές, εἶδος δὲ αὐτὰ τὰ σχήματα· ὥστε ἔνυλά ἐστι τὰ μαθήματα.

“再者,在抽象的事物中,直正如塌鼻;因为它是伴随着连续者的。” 他转向另一个例子,即数学对象的例子。他说什么呢?他说,正如塌鼻与直全然都在作为基质的连续者之中(因为它们都在某种连续的物体中),而我们却在定义上将它们从连续者中分离出来,并说在它们的情形中,本质即被抽离的形式是一回事,而质料即连续者本身则是另一回事——这一点他通过说“直之所是”表明了——因此,正如在它们的情形中我们在定义上将形式与质料分离开来,理智同样也在定义上与自身相异。而他现在是在辩护数学对象是质料性的;因为正如他所说,连续者是图形的质料,而图形本身则是形式;因此数学对象是质料性的。

§3.109

"Τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ, ἄλλῳ.2" Ἐάν, φησί, τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἶδος, τῶν μαθημάτων (τὸ γὰρ τί ἦν εἶναι τὸ εἶδος σημαίνει) ἕτερον ἔχει τὸ εὐθὺ εἶναι, τουτέστιν ἕτερόν ἐστι τὸ τόδε τοῦ τῷδε, τότε ἄλλο τί ἐστι τὸ 〈κρῖνον〉. τὸ ἄλλῳ ἀντὶ τοῦ τότε ἄλλῳ μέρει ἑαυτοῦ ὁ νοῦς κρίνει τὰ μαθήματα, καὶ οὐχ ᾧ κρίνει τὰ ἄυλα. εἰ γὰρ ἕτερόν ἐστι τὸ τόδε τοῦ τῷδε, δῆλον ὅτι ἔνυλά ἐστι. καὶ σημειωτέον ὅπερ Πλούταρχος ἐν τῷ ὑπομνήματι σημειοῦται, ὅτι ὑποκείμενον λέγει ἔχειν τὰ μαθήματα Ἀριστοτέλης. ἔστιν οὖν τὸ ῥησείδιον· δῆλον ὅτι εἰ τὸ τί ἦν εἶναι, τουτέστιν εἰ τὸ εἶδος ἕτερον ἔχει τὸ εὐθεῖ εἶναι, ὅ ἐστι τὸ τῷδε, καὶ ἕτερον τὸ εὐθύ, ὅ ἐστι τὸ τόδε, ἔνυλά εἰσιν· εἰ δὲ ἔνυλα, ἄλλῳ μέρει ἑαυτοῦ ὁ νοῦς κρίνει αὐτά, καὶ οὐχ ᾧ τὰ ἄυλα κρίνει.

“但是本质,如果直之所是与直是相异的,便以另一事物[判定]。” 他说,如果数学对象的本质即形式(因为本质表示形式)将“直之所是”作为相异的事物,即如果“这一个”与“对于这一个〔之所是〕”是相异的,那么判定者便是另一回事。“以另一事物”是用以代替:此时理智便以自身的另一部分判定数学对象,而不是以判定非质料性事物的那个部分。因为如果“这一个”与“对于这一个〔之所是〕”是相异的,显而易见它们是质料性的。应当注意普鲁塔克在其注解中所指出的:亚里士多德说数学对象具有基质。因此该短小文句的意思是:显而易见,如果本质即形式将“直之所是”(即“对于这一个〔之所是〕”)作为一回事,而将“直”(即“这一个”)作为另一回事,它们便是质料性的;如果它们是质料性的,理智便以自身的另一部分判定它们,而不是以判定非质料性事物的那个部分判定它们。

语法注2 条
  1. 3.107Ἄλλῳ δὲ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει.

    正如注解者本人所指出的,句首的工具格 ἄλλῳ δὲ、宾语 τὸ σαρκὶ εἶναι 与动词 κρίνει 被 ἤτοι ... ἢ ... 引导的插入成分(χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ)隔开,构成了倒置(hyperbaton)。全句的核心结构为 ἄλλῳ δὲ [μορίῳ] τὸ σαρκὶ εἶναι κρίνει(“以另一[部分]判定肉之所是”),而 χωριστῷ 与 ὡς 引导的分句则是对这一“另一事物”所呈现状态的选择性说明。

  2. 3.109Τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ, ἄλλῳ.

    省略了主要动词 κρίνει 的简略句。句首为用作宾语或话题的宾格 τὸ δὲ τί ἦν εἶναι,中间插入条件从句 εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ,结尾为工具格 ἄλλῳ[κρίνει]。注解者通过补充动词将其解读为:“如果本质与直相异,[理智便]以自身的另一部分[判定它]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:530.27-531.30