- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:529.16-530.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《论灵魂》429b13–14,探讨理智如何判定质料性与非质料性对象的疑难;他反驳了普鲁塔克和亚历山大将理智划分为不同部分的解释,论证亚里士多德的主张是单一理智通过处于不同状态(在一种情况下借助身体感觉器官,在另一种情况下则不用)来分别判定二者。
" Ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει.1" Ἔτι μὲν ἀπορεῖ, συναπτέον δὲ αὐτὰ τοῖς ἄνω. ἀνωτέρω μὲν γὰρ ἠπόρει, εἰ ὅλως ὁ νοῦς νοεῖ τὰ ἔνυλα, νυνὶ δὲ ὡς συγχωρήσας αὐτὸν νοεῖν τὰ ἔνυλα κατὰ τὸ σιωπώμενον ἀπορεῖ μήποτε ἄλλῳ μὲν μέρει ἑαυτοῦ ὁ νοῦς νοεῖ τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα. τοῦτο οὖν ἐστιν ὃ λέγει ‘ἢ ἄλλῳ καὶ ἄλλῳ κρίνει’, ἀντὶ τοῦ ἄλλῳ μὲν μέρει ἑαυτοῦ τὰ νοητά, ἄλλῳ δὲ τὰ ἔνυλα. Πλούταρχος μὲν οὖν καὶ Ἀλέξανδρος βούλεται τῷ μὲν ἀύλῳ τὰ ἄυλα γινώσκεσθαι, τῷ δὲ ἐνύλῳ τὰ ἔνυλα· Ἀριστοτέλης δέ φησιν ὅτι τῷ αὐτῷ νῷ ἄμφω γινώσκεται, καὶ τὰ ἔνυλα καὶ τὰ ἄυλα, ἀλλὰ ἄλλως καὶ ἄλλως ἔχοντι, πῇ μὲν κεχρημένῳ ὀργάνῳ τῷ σώματι, ἐπὶ τῶν ἐνύλων, πῇ δὲ οὔ, ὡς ἐπὶ τῶν ἀύλων καὶ νοητῶν.
“或者以另一事物判定,或者以处于不同状态而判定。” 他仍在提出疑难,但这些话必须与前文联系起来。因为在前面他曾疑难理智究竟是否完全能思考质料性的事物,而现在,由于他在沉默中默认了理智确实思考质料性的事物,他便提出疑难:理智是否以自身的这一部分思考质料性的事物,而以另一部分思考非质料性的事物。因此,这便是他所说的“或者以不同的事物判定”,用以代替:以自身的一个部分判定被思考的对象,而以另一部分判定质料性的事物。普鲁塔克和亚历山大希望以非质料者认识非质料性的事物,以质料者认识质料性的事物;但亚里士多德却说,质料性的事物与非质料性的事物都是由同一个理智认识的,只是处于不同的状态中,在质料性的事物上以某种方式将身体用作工具,而在非质料的和被思考的对象上则不用。
"Ἡ γὰρ σὰρξ οὐκ ἄνευ τῆς ὕλης, ἀλλ’ ὥσπερ τὸ σιμὸν τόδε ἐν τῷδε." Τοῦτο τὸ ῥητὸν συνηγορία ἐστὶ τοῦ ἀντικειμένου δόγματος, ἤτοι τῆς ἀπορίας τῆς ἀρτίως ῥηθείσης. ἐπειδὴ γὰρ ἠπόρησε λέγων μήποτε ὁ νοῦς ἄλλῳ μὲν μέρει ἑαυτοῦ νοεῖ τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα, συνηγορεῖ διὰ τούτων τῇ ἀπορίᾳ καί φησι δίκαιον εἶναι, ἄλλῳ μὲν μέρει νοεῖν αὐτὸν τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα· ἡ γὰρ σὰρξ οὐκ ἔστιν ἄνευ ὕλης, ἀλλ’ ἔνυλον πρᾶγμά ἐστιν. ὥσπερ γὰρ ἡ σιμότης τόδε ἐν τῷδέ ἐστιν, ἀντὶ τοῦ εἶδος ἐν ὕλῃ, οὕτω καὶ ἡ σὰρξ εἶδος ἐν ὕλῃ ἐστίν. ὥστε εὔλογόν ἐστι τὸν νοῦν μὴ τῷ αὐτῷ μέρει ἑαυτοῦ νοεῖν τὰ ἔνυλα καὶ τὰ ἄυλα.
“因为肉并非没有质料,而是像塌鼻一样是这一个在这一事物中。” 这段文句是对对立主张的辩护,即对刚才所说的疑难的辩护。因为既然他提出疑难,说理智是否以自身的这一部分思考质料性的事物,而以另一部分思考非质料性的事物,他便通过这些话为疑难辩护,并说它以一个部分思考质料性的事物、以另一部分思考非质料性的事物是合情合理的;因为肉并非没有质料,而是一个质料性的事物。因为正如塌鼻是“这一个在这一事物中”,即形式在质料中,肉同样也是形式在质料中。因此,理智不以自身的同一部分思考质料性的事物与非质料性的事物,是合乎情理的。
"Τῷ μὲν οὖν αἰσθητικῷ τὸ θερμὸν καὶ τὸ ψυχρὸν κρίνει, καὶ ὧν λόγος τις ἡ σάρξ.2" Ἐντεῦθεν Πλούταρχος καὶ Ἀλέξανδρος πιστοῦνται ὅτι ἰδοὺ αὐτὸς λέγει ὡς τῷ ἐνύλῳ τὰ ἔνυλα γινώσκεται· τῷ γὰρ αἰσθητικῷ εἶπε γινώσκεσθαι τὸ θερμόν. τί οὖν ἡμεῖς λέγομεν; ὅτι οὐ τοῦτό φησιν, ἀλλὰ συνηγορήσας τῇ ἀπορίᾳ λοιπὸν ἐντεῦθεν τὴν ἀληθῆ λύσιν ἐπάγει. φησὶ γὰρ ὅτι ὁ νοῦς τῷ αἰσθητικῷ ὀργάνῳ κεχρημένος κρίνει τὰ ἔνυλα, τουτέστι τὸ θερμὸν καὶ τὸ ψυχρόν· εἶτα ἐπειδὴ ψυχροῦ καὶ θερμοῦ ἐμνήσθη, οὐ μόνον δὲ ταῦτα κρίνει ἡ σάρξ, ἀλλὰ καὶ ἐξ ὅσων ἄλλων ἐστὶν ἡ συμμετρία αὐτῆς, οἷον τὸ ξηρόν, τὸ ὑγρόν, τὸ μαλακὸν καὶ ὅσα ἄλλα τοιαῦτα, οὐκ ἠδύνατο δὲ πάντων μνησθῆναι ἐν τῇ λέξει, ἵνα μὴ μηκύνῃ αὐτήν, διὰ τοῦτο συντόμως τὰ λοιπὰ ἐσήμανεν ἐπαγαγὼν καὶ ὧν λόγος τίς ἐστιν ἡ σάρξ, τουτέστιν ἐξ ὧν συνέστηκεν ὁ λόγος τῆς σαρκὸς ἤτοι ὁ ὁρισμὸς αὐτῆς. ὁ νοῦς οὖν τῷ αἰσθητικῷ ὀργάνῳ κεχρημένος κρίνει τὸ ψυχρὸν καὶ τὸ θερμὸν καὶ τὰ ἄλλα ἐξ ὧν ὁ ὁρισμὸς τῆς σαρκὸς συνέστηκε. καὶ ταύτης τῆς δόξης ἐστὶν Ἀριστοτέλης, πρῶτον μὲν ἐκ τοῦ ἐπιλύσασθαι τὴν τρίτην ἀπορίαν τὴν λέγουσαν ὅτι εἰ τὸ νοητὸν νοῦς, ἔσται καὶ ὁ λίθος ὢν νοητὸς νοῦς· φησὶ γὰρ ἐκεῖ ὅτι νοητὰ ἢ κυρίως3 ἐστὶ νοητὰ ἢ οὐ κυρίως, ὡς τὰ αἰσθητά. τὰ οὖν αἰσθητὰ νοητὰ εἶπεν, 〈εἰ〉 καὶ μὴ κυρίως· εἰ δὲ τοῦτο, οὕτω δῆλον ὅτι ὑπὸ νοῦ δοξάζει αὐτὰ νοεῖσθαι. καὶ ἐξ ἄλλου δὲ ἔστι πιστώσασθαι· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι ὥσπερ τὰ μαθήματα λόγῳ χωρίζεται, οὕτω καὶ ὁ νοῦς λόγῳ ἑαυτοῦ διαφέρει. εἰ δὲ διαφέρει ἑαυτοῦ λόγῳ, δῆλον ὅτι διὰ τοῦτο διαφέρει, ἵνα γνῷ τὰ ἔνυλα καὶ ἄυλα· εἰ γὰρ μόνα τὰ ἄυλα ἐγίνωσκε, τί χρεία ἦν διαφορᾶς;
“因此,它以感觉能力判定热与冷,以及肉作为某种比例的那些事物。” 普鲁塔克和亚历山大由此确证自己的观点:看哪,他自己说质料性的事物是由质料者认识的;因为他说热是由感觉能力认识的。那么我们该说什么呢?我们说他并没有这样说,而是在为疑难辩护之后,自此引入了真正的解决方案。因为他说,理智使用感觉器官来判定质料性的事物,即热与冷;接着,既然他提到了冷与热,而肉不仅判定这些,而且判定其均称所由构成的所有其他事物,例如干、湿、软以及所有其他此类事物,并且他不能在字句中一一提及以免行文冗长,因此他通过加上“以及肉作为某种比例的那些事物”简明地指明了其余的事物,即肉的比例或其定义所由构成的事物。因此,理智使用感觉器官来判定冷与热以及肉的定义所由构成的其他事物。而亚里士多德持有这一看法,首先是由于他解决了第三个疑难,即那个说“如果被思考的对象是理智,那么作为被思考对象的石头也将是理智”的疑难;因为他在那里说,被思考的对象要么是严格意义上的被思考对象,要么不是严格意义上的,如感觉对象。因此他把感觉对象也称为被思考的对象,即使并非严格意义上的;如果是这样,那么显而易见,他认为它们是由理智来思考的。这还可以从另一件事上得到确证:因为正是他说,正如数学对象在定义上被分离,理智也在定义上与自身相异。而如果它在定义上与自身相异,显然正是为了认识质料性的事物与非质料性的事物它才相异;因为如果它仅认识非质料性的事物,又何须相异呢?
- 3.104Ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει
手段与格 ἄλλῳ 与表示状态/方式的分词与格 ἄλλως ἔχοντι 的析取并列结构。承接前文理智是否认识质料性事物的疑难,此处指明两种抉择:是通过自身的另一个部分(ἄλλῳ μέρει)判定,还是通过处于不同状态(是否借助身体器官)来判定。
- 3.106καὶ ὧν λόγος τις ἡ σάρξ
关系代名词 ὧν 是包含先行词的中性复数属格,作表示构成要素的属格,指“肉为其某种比例/定义的那些要素”(正如斐洛波诺斯释明:ἐξ ὧν συνέστηκεν ὁ λόγος τῆς σαρκός)。关系分句中 ἡ σάρξ 为主语,λόγος τις 为表语。
- 3.106τὰ οὖν αἰσθητὰ νοητὰ εἶπεν, 〈εἰ〉 καὶ μὴ κυρίως
由校勘补充的 〈εἰ〉 与 καί 构成让步从句短语 εἰ καί(“即使……”)的省略结构。句中省略了系词分词 ὄντα 或谓语动词,意为“即使并非严格意义上的,他也把感觉对象称为被思考的对象”。
