← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§51.34-53.8

理性与受动的冲突及灵魂的可分离性

斐洛波诺斯以理性与受动状态的冲突作为理性灵魂可与身体分离的证据,论证受动状态虽以身体混合为媒介,却源自宇宙创造的理性原则。他进一步通过区分作为质料中的形相存在与在基底中存在,解决了非理性灵魂和植物性灵魂相对于身体的地位问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33#2

εἰ γὰρ ἦν τοῦτο, πῶς ἀντέτεινε πρὸς τὰ πάθη; πόθεν ἡ μάχη ἡ ἄσπονδος τοῦ λόγου καὶ τῶν παθῶν; οὐδὲν γὰρ τῷ σώματι τῷ σωστικῷ αὐτοῦ μάχεται1 οὐδὲ φιλονεικεῖ μάχεσθαι τῷ αἰτίῳ· ὥστε εἰ αἰτία ἦν ἡ κρᾶσις τοῖς ψυχικοῖς πᾶσι κινήμασιν, οὐκ ἄν ποτε αὐτὴ πρὸς ἑαυτὴν ἐμαχέσατο· τὰ γὰρ μαχόμενά εἰσι τὰ ἐναντία. ὅτι μὲν οὖν χωριστὴ ἡ ψυχὴ ἡ λογικὴ τοῦ σώματος, ἱκανῶς οἱ εὖ ζῶντες δεικνύουσιν ὑπεροπτικῶς ἔχοντες πρὸς τὸ σῶμα· καίτοι οὐδὲν τοῦ ἰδίου ὑποκειμένου καταφρονεῖ, ἀλλὰ καὶ σώζειν αὐτὸ βούλεται· ἡ δὲ ψυχὴ τὸ ἐναντίον φαίνεται ποιοῦσα. τὰ δὲ πάθη ἐπειδὴ δέδονται τῇ ψυχῇ κατιούσῃ εἰς τὴν γένεσιν διὰ τὰς εἰρημένας αἰτίας, ἔχοντα ἐν ὑποκειμένῳ τῷ πνεύματι τὸ εἶναι, διαβαίνοντα δέ, ὡς εἴπομεν, καὶ ἐπὶ τοῦτο τὸ παχὺ σῶμα, οὐκ ἄνευ μὲν τῆς τοιᾶσδε κράσεως γίνονται,2 ὥσπερ οὐκ ἄνευ τῶν χορδῶν ἡ ἁρμονία, οὐ μὴν ἁπλῶς ἀποτέλεσμά εἰσι τῶν κράσεων· ἀλλ’ ὥσπερ δεῖται μὲν πάντως ὁ μουσικὸς τῶν τοιῶνδε χορδῶν, ἡ δὲ ἁρμονία ἐκ τῶν λόγων τῶν ἐν τῷ μουσικῷ ἐν τῇ τοιᾷδε τῶν χορδῶν ἐπιτηδειότητι ἐγγίνεται, οὕτω φαμὲν καὶ τὰ πάθη μὴ ἄνευ μὲν τῆς τοιᾶσδε κράσεως γίνεσθαι, μὴ μὴν κρᾶσιν εἶναι ἢ ἀποτέλεσμα κράσεως· ἀλλ’ ὥσπερ τὰ αὐτομάτως φυόμενα δεῖται μὲν πάντως τοιᾶσδε γῆς, δεῖται δὲ καὶ ὑετοῦ, οὐ μὴν ἱκανὸν τοῦτο εἰς γένεσιν αὐτῶν, ἀλλ’ οἱ λόγοι τούτων ἐκ τῆς ὅλης δημιουργίας προέρχονται, οὕτω φαμὲν τοὺς ἐκ τῆς ὅλης δημιουργίας λόγους ἐν τῇ τοιᾷδε κράσει ἐνιέναι τοὺς λόγους τῶν παθῶν τούτων κατὰ τὴν ἀξίαν ἑκάστης τῶν λογικῶν ψυχῶν. καὶ ὥσπερ τὸ εἶδος τὸ ἐν τοῖς αὐτομάτοις γενόμενον οὔτε ἐκ τῆς μίξεως τῆς γῆς καὶ τοῦ ὕδατος ἁπλῶς ἐπεγένετο οὔτε ἔξωθεν αὐθυποστάτως προϋφεστηκὸς ἐγγίνεται, ἀλλ’ οἱ λόγοι οἱ δημιουργικοὶ ἐν τῇ τοιᾷδε τῶν στοιχείων ἐπιτηδειότητι ἐγγεννῶσι καὶ δημιουργοῦσι τὰ τῶν παθῶν εἴδη. οὐδὲ γὰρ δεῖ τὰ αἴτια χείρονα ποιεῖν τῶν αἰτιατῶν· εἰ γάρ, ὡς ἤδη εἴπομεν, ἡ κρᾶσις αἰτία θυμοῦ καὶ ἐπιθυμίας αἰσθήσεώς τε καὶ φαντασίας, τὸ ἄζων τῆς ζωῆς αἴτιον ἔσται (ζωαὶ γάρ τινές εἰσιν αὗται) καὶ τὸ ἄψυχον ψυχῆς, τὸ ἀναίσθητον γνώσεως, ὅπερ ἄτοπον. Κἀκεῖνο δὲ ἴσως ἄξιον ζητήσεως· εἰ ἡ ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ ἐν ὑποκειμένῳ τῷ σώματι ἔχει τὸ εἶναι, κρεῖττον δὲ τὸ αὐθυπόστατον τοῦ ἐν ἑτέρῳ ἔχοντος τὸ εἶναι, αὐθυπόστατον δὲ τὸ σῶμα, κρεῖττον ἄρα τὸ σῶμα τῶν τοιούτων ψυχῶν. τί οὖν φαμεν; ὅτι οὐκ εἰσὶν αἱ ψυχαὶ αὗται ὡς ἐν ὑποκειμένῳ τῷ σώματι, ἀλλ’ ὡς ἐν ὕλῃ εἶδος· εἶδος γὰρ τοῦ ζῴου ἡ ψυχή. πανταχοῦ δὲ τὸ εἶδος κρεῖττον τῆς ὕλης· οὐδὲ γὰρ τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ πυρὸς ἢ ἄλλου τινὸς τῶν σωμάτων, ἐπειδὴ καθ’ ἑαυτὸ ὑποστῆναι οὐ δύναται, ἤδη καὶ χεῖρον τῆς ὕλης, ἐπεὶ μηδὲ αὐτὴ ἡ ἀνείδεος ὕλη ἐν ὑποστάσει ἐστὶν αὐτὴ καθ’ αὑτήν, ἀλλὰ μετὰ εἴδους τινὸς θεωρεῖται· ἡ δὲ προσεχὴς ὕλη εἰ καὶ ὑφέστηκε καθ’ αὑτήν, οἷον τοῦ ἀβακίου τὰ ξύλα, οὐχ ὡς ἁπλῶς ὕλη ὑφέστηκεν, ἀλλ’ ὡς εἶδός τι τοῦ ξύλου· ὁπηνίκα δὲ γίνεται τοῦ ἀβακίου ὕλη τὰ ξύλα, τότε δῆλον ὅτι χείρονα τὰ ξύλα τοῦ εἴδους τοῦ ἀβακίου, ἐπειδὴ τὰ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα. τί οὖν διαφέρει τὸ ὡς εἶδος ἐν ὕλῃ τοῦ ἐν ὑποκειμένῳ;3 ὅτι τὸ μὲν εἶδος συνδυαζόμενον τῇ ὕλῃ ἀποτελεῖ ἑνὸς πράγματος οὐσίαν, οἷον τὸ τοῦ ἀβακίου εἶδος μετὰ τῶν ξύλων συνδυασθὲν τὸ ἀβάκιον ἀπετέλεσεν, ὁμοίως τὸ τῆς σαρκὸς μετὰ τῶν στοιχείων ἢ τῶν χυμῶν τὴν σάρκα, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, τὸ δὲ ἐν ὑποκειμένῳ οὐ ποιεῖ μίαν οὐσίαν μετὰ τοῦ ὑποκειμένου, οἷον τὸ λευκὸν μετὰ τοῦ σώματος οὐκ ἐποίησεν ἄλλο τι εἶδος· οὐδὲν γὰρ συντελεῖ τῷ σώματι τὸ λευκὸν εἰς τὸ εἶναι καὶ παρὸν καὶ ἀπόν.

因为如果是这样,[理性]又如何抵抗诸受动状态?理性与诸受动状态之间无可调和的争战又是从何而来的?因为没有任何东西会与维持它的身体争战,也不会热衷于与自己的原因争战;因此,如果混合是一切灵魂运动的原因,混合自身就绝不会与自己争战;因为争战的事物乃是相反者。由此,理性的灵魂可与身体分离,善生者通过轻视身体充分证明了这一点;然而没有任何事物会轻视自己的基底,反而愿意维持它;但灵魂所做的却显然与之相反。另一方面,诸受动状态既然是由于上述原因被赋予降入生成中的灵魂,在精气作为基底中拥有其存在,并且如我们所说也延展到这粗重的身体上,因此它们并非没有这种混合而产生,正如没有琴弦就不会产生和谐一样;但它们绝非纯粹是混合的结果。而是正如乐师全然需要这类琴弦,但和谐是出于乐师心中的理性原则而在琴弦的这般适合性中产生的,我们也同样主张诸受动状态虽然并非没有这种混合而产生,但绝非混合本身或混合的结果。而是正如自然自生的植物固然全然需要这样的土壤,也需要雨水,但这对于它们的生成而言并不充分,它们的理性原则乃是来自全部的创造,我们也同样主张来自全部创造的理性原则,根据每个理性灵魂的配得,在这样的混合中植入了这些受动状态的理性原则。并且正如在自生物中生成的形相,既非纯粹由于水土的混合而后生,亦非作为自立存在从外部预先存在而进入其中,而是造物的诸原则在元素的这般适合性中产生并造就了诸受动状态的形相。因为决不可使原因逊色于被原因生成者;因为正如我们已经说过的,如果混合是暴躁、欲望、感觉和表象的原因,无生命者就将成为生命的原因(因为这些就是某种生命),无灵魂者就将成为灵魂的原因,无知觉者就将成为认知的原因,这是荒谬的。这一点或许也值得探究:如果非理性灵魂和植物性灵魂在作为基底的身体中拥有其存在,而自立存在者又优于在另一物中拥有其存在者,且身体是自立存在的,那么身体就将优于这类灵魂。那么我们该如何说呢?我们说,这些灵魂并不是如同在基底中一样在身体中,而是如同在质料中的形相一样;因为灵魂是动物的形相。并且在任何地方形相都优于质料;因为肉的形相,或火的形相,或其余任何物体的形相,并不因为不能独自自立就立刻逊色于质料,因为就连无形相的质料本身也不是独自实存的,而是与某种形相一同被考察的;而近邻质料即使是独自实存的,例如算盘的木料,也不是单纯作为质料实存,而是作为木料的某种形相实存;但是当木料成为算盘的质料时,那时显然木料逊色于算盘的形相,因为前者是为了某物,而后者是其所为了的目的。那么,作为质料中的形相存在与在基底中存在有何区别呢?区别在于,形相与质料结合便成就一个事物的单一实体,例如算盘的形相与木料结合成就了算盘,同样,肉的形相与元素或体液结合成就了肉,在其余事物上亦是如此;而在基底之中的事物却不与基底造就单一的实体,例如白色与身体并没有造就某种别的形相;因为无论存在还是不存在,白色对于身体在存在上都没有任何助益。

语法注3 条
  1. 1.33οὐδὲν γὰρ τῷ σώματι τῷ σωστικῷ αὐτοῦ μάχεται

    与格短语 τῷ σώματι τῷ σωστικῷ αὐτοῦ 构成限定语序的单一与格名词短语(“维持它的身体”),作动词 μάχεται 所支配的补足语。主语 οὐδέν 表示没有任何事物会与保存自身者争战。

  2. 1.33τὰ δὲ πάθη ἐπειδὴ δέδονται... οὐκ ἄνευ μὲν τῆς τοιᾶσδε κράσεως γίνονται

    句首的 τὰ δὲ πάθη 是主句的主语,但在经过由 ἐπειδή 引导的长因果从句以及分词短语 ἔχοντα... 与 διαβαίνοντα δέ... 的分隔后,才与主句谓语动词 οὐκ ἄνευ μὲν... γίνονται 相结合,构成了显著的提前与隔开结构。

  3. 1.33τί οὖν διαφέρει τὸ ὡς εἶδος ἐν ὕλῃ τοῦ ἐν ὑποκειμένῳ;

    动词 διαφέρει(区别)连接了作为主语的名词化短语 τὸ ὡς εἶδος ἐν ὕλῃ(作为质料中的形相存在)与起比较/分离作用的属格短语 τοῦ ἐν ὑποκειμένῳ(在基底中存在)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:51.34-53.8