← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§527.35-529.15

理智的自我认识与复合体及形式的区别

斐洛庞奴斯修正了关于理智自我认识的换位逻辑缺陷,通过理智对外部事物的深思和身体的干扰解释了理智为何不始终思考自身,并引述普罗提诺的学说结束了概论部分。随后进入字句注解,辨析了表示复合体的宾格概念与表示纯粹形式的与格概念(“……的本质”)之区别,并批评了亚里士多德所举的“肉”这一例子是不恰当的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.103#3

εἰ δὲ τοῦτο, ἔσται τὰ κυρίως νοητὰ νοῦς, καὶ οὐδὲν ἄτοπον ἐπακολουθήσει. δεύτερον δὲ ὅτι οὐδὲ συνάγεται πᾶν τὸ νοητὸν νοῦς, ἀλλὰ πᾶν τὸ νοοῦν ἑαυτὸ νοῦς. τί γὰρ ἔφη ἡ ἀπορία; καθὸ νοῦς νοεῖται· ὑπὸ τίνος; δῆλον ὅτι ὑφ’ ἑαυτοῦ. οὐκοῦν, εἰ βούλει, ἀντίστρεφε διὰ τὸ καθὸ ὅλην τὴν πρότασιν1 καὶ εἰπέ, καθὸ ὑφ’ ἑαυτοῦ νοεῖται, νοῦς ἐστιν· αὕτη γάρ ἐστιν ἡ ὑγιὴς ἀντιστροφή. εἰ οὖν συνήχθη ἐκ τῆς ἀντιστροφῆς ὅτι οὐ δήπου τὸ νοητὸν νοῦς, ἀλλὰ πᾶν τὸ ὑφ’ ἑαυτοῦ νοητὸν νοῦς ἐστιν, οὐκέτι πᾶν τὸ νοητὸν νοῦς ἐστι. καὶ οὐ μόνον διὰ τὸ θεῖον τῇ λύσει Ἀριστοτέλους οὐκ ἀρεσκόμεθα, ἀλλὰ καὶ ὅτι τὰ καθόλου νοητά ἐστιν, ἀλλ’ οὐ νόες. τὸ δὲ λέγειν ὅτι οὐχ ᾗ νοῦς γινώσκει ἑαυτὸν ἄτοπον. πρῶτον μὲν γάρ, ὡς εἴπομεν, ἔσται διπλοῦς ὁ μονοειδὴς καὶ ὁ αὐτὸς νοῶν καὶ νοούμενος, καὶ μὴ πάντα ἑαυτὸν γινώσκων· καθὸ γὰρ νοεῖται, νοεῖ ἑαυτόν, καὶ οὐ καθὸ νοεῖ. ὥστε ᾗ νοῦς ἑαυτὸν γινώσκει ὁ νοῦς. τοῦτο καὶ τὸ τρίτον ζήτημα. Τέταρτον ζήτημα· εἰ ὁ νοῦς νοεῖ ἑαυτόν, ἀεὶ δὲ πάρεστιν ἑαυτῷ ὁ νοῦς, διὰ τί μὴ ἀεὶ ἑαυτὸν νοεῖ; θεωροῦμεν γὰρ ὅτι ὀλιγάκις οἱ ἄνθρωποι ἐπιστρεφόμεθα πρὸς ἑαυτούς, ἀλλ’ ἢ περὶ θεοῦ νοοῦμεν ἢ περὶ κόσμου, ὀλιγάκις δὲ περὶ ἑαυτῶν· καίτοι ἐχρῆν ἀεὶ ἑαυτοὺς νοεῖν, διότι ὁ νοῦς ἀεὶ πάρεστιν ἑαυτῷ. αὕτη μὲν ἡ ἀπορία. λέγομεν δὲ ὅτι διὰ τὴν ἐπιμιξίαν καὶ τὴν κατανόησιν τῶν ὄντων τοῦτο γίνεται. ὥσπερ γὰρ ἐὰν δύο παραγένωνται καὶ ὁ μὲν εἷς ᾖ φίλος ὁ δὲ ἕτερος λαμπρός τις, οὐδὲ προσκυνοῦμεν τὸν φίλον ἅτε συνήθη ὄντα, τὸν δὲ ἄλλον δεξιούμεθα, οὕτω καὶ ὁ νοῦς γινώσκων ὅτι ἀεὶ πάρεστιν ἑαυτῷ, ὀλιγάκις μὲν ἑαυτὸν νοεῖ, πολλάκις δὲ τὰ ἐγκόσμια πράγματα ἢ ὑπερκόσμια. οὐ καθὸ οὖν νοῦς ὁ νοῦς οὐκ ἀεὶ ἑαυτὸν γινώσκει, ἀλλὰ διὰ τὴν ἐνέργειαν αὐτοῦ τοῦτο γίνεται. ὥσπερ γὰρ ἐν μελαγχολίαις παντελῶς οὐ γινώσκει ὁ νοῦς διὰ τὸ παρεκτρέπεσθαι αὐτοῦ, οὕτως καὶ ἡνίκα ἀλλοτριοπραγῇ περὶ τὸ σῶμα σχολάζων, οὐ γινώσκει ἑαυτόν, ὅτε οὐκ ἔστιν ἐνεργείᾳ νοῦς, ἀλλὰ δυνάμει. ὁ μέντοι Πλωτῖνός φησιν ὅτι ἔστι νοῦς ὁ ἀεὶ γινώσκων ἑαυτὸν καὶ ὁ μὴ ἀεὶ γινώσκων ἑαυτόν, ἵνα πάλιν λάβῃς τὸν μὲν ἐνεργείᾳ ἀεὶ γινώσκοντα ἑαυτόν, τὸν δὲ δυνάμει μὴ ἀεί. τὸ δὲ ἀεὶ γινώσκειν ἔλεγεν διὰ τὸν Πλάτωνα λέγοντα ἀεικίνητον τὴν ψυχήν·2 τὸ γὰρ ἀεικίνητον ἐπὶ τοῦ ἀείζῳον ποιεῖν τὸ σῶμα ἐλάμβανεν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀεὶ γνωστικὸν αὐτὸ ποιεῖν· καὶ ἀεὶ μέν, φησί, γινώσκει ὁ νοῦς, εἰ δὲ καὶ μὴ αἰσθανόμεθα ὅτι ἀεὶ γινώσκει, τοῦτο διὰ τὸν τοῦ σώματος θόρυβον γίνεται. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ἐπεὶ δὲ ἄλλο ἔστι μέγεθος καὶ μεγέθει εἶναι καὶ τὸ ὕδωρ καὶ τὸ ὕδατι εἶναι. εἴρηται καὶ ἐν Κατηγορίαις καὶ ἐν τῇ Φυσικῇ ὅτι ἄλλο ἐστὶ τὸ τόδε καὶ ἄλλο τὸ τῷδε. τὸ μὲν γὰρ τόδε τὸ συναμφότερον σημαίνει, ὅ ἐστι τὸ εἶδος μετὰ τῆς ὕλης, οἷον τὸ ὕδωρ καὶ τὸ μέγεθος, τὸ δὲ τῷδε τὸ εἶδος μόνον σημαίνει ἄνευ τῆς ὕλης, οἷον τὸ ὕδατι εἶναι καὶ τὸ μεγέθει εἶναι. καὶ ἐπὶ μὲν τῶν ἐνύλων πραγμάτων οὕτως ἐστὶν ἡ σημασία, ἐπὶ δὲ τῶν ἀύλων πραγμάτων ταὐτόν ἐστι τὸ τόδε καὶ τῷδε, οἷον ἐπὶ θεοῦ, ἐπὶ σημείου καὶ τῶν τοιούτων· τὸ αὐτὸ γὰρ σημαίνεται κατὰ τὰς δύο πτώσεις. ἔστιν οὖν ὅλος ὁ νοῦς Ἀριστοτέλους οὗτος· ἆρα ὁ νοῦς οἶδεν ἐφ’ ὧν ἕτερόν ἐστι τὸ τόδε καὶ τῷδε, τουτέστι τὰ ἔνυλα, ἢ ὁ νοῦς ἐκεῖνα μόνον οἶδεν, ἐφ’ ὧν ταὐτόν ἐστι τὸ τόδε καὶ τῷδε, τουτέστι τὰ ἄυλα; μέγεθος οὖν λέγει τὸ συναμφότερον, μεγέθει δὲ εἶναι τὸ εἶδος μόνον, καὶ ὕδωρ λέγει τὸ συναμφότερον, ὕδατι δὲ τὸ εἶδος μόνον. ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστι τὸ σαρκὶ εἶναι καὶ σάρκα.3 ἀνοικείῳ παραδείγματι ἐχρήσατο· ἐπὶ γὰρ τῆς σαρκὸς οὐ ταὐτὸν σημαίνει τὸ τόδε καὶ τῷδε· τοῦτο γὰρ ἐπὶ μόνων τῶν νοητῶν ἐστιν. ἀλλ’ ὡς εἴπομεν, ἐπὶ τῶν ἐνύλων ἄλλο σημαίνει ἡ αἰτιατικὴ καὶ ἄλλο ἡ δοτική. εἰ οὖν καὶ ἡ σὰρξ τῶν ἐνύλων, ἄλλως καὶ ἄλλως σημαίνεται ὑπὸ τῆς αἰτιατικῆς καὶ τῆς δοτικῆς. τοῦτο δὲ ἐποίησεν διὰ μεγαλοφυΐαν καταφρονήσας τῶν παραδειγμάτων, ὡς πολλάκις ἔθος αὐτῷ.

而如果是这样,严格意义上的被思考对象就将是理智,且不会伴随任何荒谬。其次,得出的结论并非凡是被思考的对象都是理智,而是凡思考自身者都是理智。因为疑难是怎么说的呢?是作为理智而被思考。被什么思考?显然是被自身思考。因此,如果你愿意,可以通过“作为……”把整个命题进行换位,并说:作为被自身思考的对象,它是理智;因为这才是健全的换位。因此,如果从换位中得出的推论绝非被思考的对象是理智,而是凡被自身思考的对象都是理智,那么就不再是一切被思考的对象都是理智了。而我们对亚里士多德的解决方案不满意,不仅是因为神圣的事物,也是因为普遍者是被思考的对象,却不是理智。另一方面,若说理智并非作为理智而认识自身,则是荒谬的。因为首先,正如我们所说,那具有单一形式、并且在施思与被思上是同一的事物,将变成双重的,而且将无法完全认识自身;因为它是作为被思考的对象而思考自身,而不是作为施思者。因此,理智是作为理智而认识自身的。这也是第三个探究。 第四个探究:如果理智思考自身,且理智始终临在于自身,它为何不始终思考自身?因为我们观察到,我们人类很少转向自身,而是要么思考关于神的事物,要么思考关于宇宙的事物,很少思考关于自身;然而,既然理智始终临在于自身,〔我们〕本应始终思考自身。这就是疑难。我们说,这是由于与万物的混杂和对万物的深思而发生的。因为正如若有两个人到来,一个是朋友,另一个是显贵之人,我们因朋友已是熟人甚至不向他致敬,却去款待另一个人,同样,理智知道自己始终临在于自身,因而很少思考自身,却经常思考属于宇宙内或超越宇宙的事物。因此,理智并非作为理智而不始终认识自身,而是由于它的活动才发生这种情况。因为正如在忧郁状态中,理智由于自身的偏离而完全不认识,同样,当它围着身体消磨时光、多管闲事时,它也不认识自身,此时它不是现实活动中的理智,而是潜在的理智。不过普罗提诺说,有始终认识自身的理智,也有不始终认识自身的理智,以便你再次把前者理解为在现实活动中始终认识自身,而把后者理解为在潜能中并非始终认识。而他之所以说始终认识,是根据主张灵魂永远运动的柏拉图;因为他把“永远运动”不仅理解为使身体永远活着,而且理解为使它始终具有认识能力;并且他说,理智始终在认识,即使我们没有觉察到它始终在认识,这也是由于身体的骚乱所致。在神的帮助下,通论到此圆满结束。 “既然大小与大小的本质不同,水与水的本质不同”无论在《范畴篇》还是在《物理学》中都已说明,“这一个”是一回事,“这一个的本质”是另一回事。因为“这一个”指的是复合体,即连同质料的形式,如水和大小;而“这一个的本质”仅指不带质料的形式,如水的本质和大小的本质。对于质料性的事物,其含义便是如此;但对于非质料性的事物,“这一个”与“这一个的本质”是相同的,例如对于神、对于点以及诸如此类的事物;因为在这两种格位下所指的是同一事物。因此,亚里士多德的全部意图就在于此:理智究竟是认识那些“这一个”与“这一个的本质”相异的事物(即质料性的事物),还是仅认识那些“这一个”与“这一个的本质”相同的事物(即非质料性的事物)?因此,他称复合体为“大小”,仅称形式为“大小的本质”;称复合体为“水”,仅称形式为“水的本质”。“因为在某些事物上,肉的本质与肉是相同的。”他使用了一个不恰当的例子;因为对于肉而言,“这一个”与“这一个的本质”并不指示同一事物;因为这仅在被思考的对象上成立。但正如我们所说,对于质料性的事物,宾格所指示的与与格所指示的是不同的。因此,如果肉也属于质料性的事物,它就以不同的方式被宾格与与格所指示。但他之所以这样做,是因为他天资卓越而轻视实例,正如他经常习惯的那样。

语法注3 条
  1. 3.103ἀντίστρεφε διὰ τὸ καθὸ ὅλην τὴν πρότασιν

    介词短语 διὰ τὸ καθὸ(“凭借‘作为……’”)修饰祈使动词 ἀντίστρεφε。承接前一节中“凡带有 καθὸ(作为……)的命题均可换位”这一逻辑前提,指示读者将包含施动者(“被自身”)在内的整个命题进行换位。

  2. 3.103τὸ δὲ ἀεὶ γινώσκειν ἔλεγεν διὰ τὸν Πλάτωνα λέγοντα ἀεικίνητον τὴν ψυχήν

    主语是前文刚提到的普罗提诺(ὁ Πλωτῖνος)。冠词引导的不定词短语 τὸ δὲ ἀεὶ γινώσκειν(“始终认识这一说法”)作动词 ἔλεγεν 的宾语。该句说明普罗提诺是依据柏拉图关于“灵魂永动”的说法提出这一论点的。

  3. 3.103ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστι τὸ σαρκὶ εἶναι καὶ σάρκα

    对亚里士多德文本(参见 429b12 附近)的引述或解释。在句法上,带有定冠词的与格短语 τὸ σαρκὶ εἶναι(“肉的本质”)充当主语,与宾格名词 σάρκα(“肉”)并列构成“肉的本质与肉是相同的”这一命题。斐洛庞奴斯在后文中随即批评将这一命题应用于质料性复合体是不恰当的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:527.35-529.15