← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§526.20-527.35

理智的受动与可毁灭性及自我认识疑难

针对理智是否因受动和同质质料而成为可毁灭的这一疑难,注解者通过受动的双重性(成全性受动)等予以解决,随后提出了关于理智自我认识的第三种疑难及其解决方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.103#2

καὶ πῶς ἄρα φθαρτὸς ἔσται ἢ κατ’ Ἀριστοτέλην ἢ κατ’ Ἀναξαγόραν λέγοντας αὐτὸν ἀμιγῆ τῆς ὕλης; αὕτη ἡ ἀπορία. ἣν ἐπιλυόμενοί φαμεν ὅτι κακῶς ἐλάβετε ὡς πᾶν ποιοῦν καὶ πάσχει· οὗτος γὰρ ὁ λόγος ψευδής ἐστι. τότε γὰρ τὸ ποιοῦν ἀντιπάσχει, ὅτε ὁμόυλόν ἐστι τῷ πάσχοντι. ἐπειδὴ οὖν ὁ νοῦς οὐκ ἔστιν ὁμόυλος τοῖς ἐνύλοις, οὐκ ἀνάγκη πάσχειν αὐτὸν ὑπὸ τῶν ἐνύλων, ὅτε γινώσκει αὐτά. ποιεῖ γὰρ καὶ ὁ δημιουργὸς εὐεργετῶν ἡμᾶς καὶ ὅμως οὐκ ἀντιπάσχει ὑφ’ ἡμῶν. ὥστε ἐκεῖνα μόνον τῶν ποιούντων ἀντιπάσχει, ὅσα ὁμόυλά ἐστι τοῖς πάσχουσι. καὶ ἡ μὲν λύσις αὕτη ἔξωθεν λέλεκται· ὁ δὲ Ἀριστοτέλης ἄλλην λύσιν φησίν, ἣν καὶ ἐν ἄλλοις εἶπεν, ὅτι διττὸν τὸ πάθος, τὸ μὲν τελειωτικόν, τὸ δὲ φθαρτικόν. ἐπὶ μὲν οὖν τοῦ φθαρτικοῦ ἔρρωται ὁ λόγος ὅτι ὅμοιον γίνεται τῷ ποιοῦντι τὸ πάσχον· ὁ δὲ νοῦς γινώσκων τὰ αἰσθητὰ πάσχει πάθος τελειωτικόν, ὅπερ ἀπάθεια μᾶλλον λέγεται ἤπερ πάθος, ὥστε πάλιν οὐ πάσχει ὁ νοῦς. τὰ γὰρ τελειούμενα ὑπό τινος οὐ πάντως καὶ ὁμόυλα αὐτῷ ἐστιν. ἰδοὺ γὰρ ὁ κόσμος τελειοῦται ὑπὸ τοῦ δημιουργοῦ, καὶ ὁμόυλος αὐτῷ οὐ γίνεται. πάλιν ὑπὸ τῶν οὐρανίων διοικεῖται τὰ τῇδε καὶ τελειοῦται, καὶ οὐκ ἔστιν αὐτοῖς ὁμόυλα. πάλιν ὁ ἀὴρ τελειοῦται ἐκ τοῦ φωτός, καὶ οὐκ ἔστιν ὁμόυλος αὐτῷ. ὥστε καὶ ὁ νοῦς πάσχει μὲν ὑπὸ τῶν αἰσθητῶν τὸ τελειωτικὸν πάθος, τελειούμενος δὲ ὑπ’ αὐτῶν οὐκ ἔστιν αὐτοῖς ὁμόυλος. σημειωτέον δὲ ὅτι κἂν τελειωτικὸν λέγομεν αὐτὸν πάσχειν πάθος, οὐ τῆς οὐσίας τοῦ νοῦ ἅπτεται τὸ πάθος, ἀλλὰ τῆς ἐνεργείας αὐτοῦ. αὕτη καὶ ἡ δευτέρα ἀπορία καὶ ἡ λύσις αὐτῆς. Ἐπειδὴ δὲ αἱ δύο αὗται ἀπορίαι ἀπὸ τῶν ἐνύλων ἔσχον τὴν ἀφορμήν, δίκαιον καὶ περὶ τῶν ἀύλων τι ἀπορῆσαι. ἐπειδὴ γὰρ ὁ νοῦς οἶδεν ἑαυτὸν καὶ ἐπιστρέφει πρὸς ἑαυτόν, 〈ἑαυτὸν〉 ἄρα πῶς οἶδε; πότερον καθὸ νοῦς, ἢ κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ νοητός; εἰ μὲν οὖν κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ νοεῖται, δῆλον ἄρα ὅτι οὐκ ἔστιν ἁπλοῦς ὁ νοῦς, ἀλλὰ σύνθετος· σύγκειται γὰρ καθὸ νοῦς ἐστι καὶ καθὸ νοεῖται. εἰ δὲ τὸ ἄτοπον τοῦτο ἐκφυγὼν εἴποις ὅτι καθὸ νοῦς ἐστι νοεῖται, ἄλλῳ ἀτόπῳ περιπεσῇ· δείκνυται γὰρ ἐν τῇ Ἀποδεικτικῇ ὅτι τὸ καθὸ ἀντιστρέφει.1 εἰ οὖν καθὸ νοῦς ἐστι νοεῖται, οὐκοῦν καὶ καθὸ νοεῖται νοῦς ἐστι, ἵνα ἀντιστρέψῃ. εἰ δὲ καθὸ νοεῖται νοῦς ἐστι, συνάγεται ὅτι πᾶν τὸ νοούμενον νοῦς ἐστι, καὶ ἐπειδὴ τὰ μαθήματα νοητά ἐστι, ἔσται καὶ ταῦτα νόες, ὅπερ ἄτοπον. εἰ δὲ εἴποις ὅτι οὐ νοεῖ αὐτόν, ψεύδῃ· εἰ γὰρ μὴ νοεῖ ἑαυτόν, πῶς οἶδεν ὅτι χωρίζεται τοῦ σώματος; τοιαύτη μέν ἐστι πᾶσα ἡ ἀπορία· διὰ δὲ τὸ ἀσαφὲς συντόμως αὐτὴν ἐπαναλάβωμεν. ἐπειδὴ ὁ νοῦς νοεῖ ἑαυτόν, ἢ καθὸ νοῦς ἐστι νοεῖ ἑαυτόν, καὶ ἐπειδὴ τὸ καθὸ ἀντιστρέφει, ἔσται καὶ καθὸ νοητὸς νοῦς, ὡς συνάγεσθαι πάντα τὰ νοητὰ καὶ τὰ μαθήματα νόας εἶναι· ἢ κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ νοεῖται, καὶ ἔσται ὁ νοῦς σύνθετος, ὅπερ ἄτοπον. λύει δὲ τὴν ἀπορίαν τιθέμενος τῷ ἑνὶ σκέλει2 φάσκων ὅτι πᾶν τὸ κυρίως νοητὸν νοῦς ἐστι· τὰ γὰρ μαθήματα οὐκ ἔστι κυρίως νοητὰ καὶ διὰ τοῦτο οὐκ εἰσὶ νόες· ἡμῶν γάρ εἰσιν ἐπίνοια, καὶ ἡμεῖς ἐχωρίσαμεν αὐτὰ τῆς ὕλης, ἐπεὶ ἔνυλά εἰσιν. ὅσα οὖν οὐκ ἐξ ἡμῶν ἀλλ’ οἴκοθεν ἔσχον τὸ νοητὰ εἶναι, ταῦτα νόες εἰσί. καὶ γὰρ κἂν ἀγγέλους εἴπῃς, καὶ οὗτοι κατὰ τὸν Ἀριστοτέλην νόες εἰσί, κἂν τὸν ἐπὶ τῆς ἀπλανοῦς περιπολοῦντα εἴπῃς, ὃν δημιουργὸν λέγει, καὶ οὗτος κατὰ τὸν Ἀριστοτέλην νοῦς ἐστιν. ἀλλ’ ἐπειδὴ οὔτε Πλάτωνι δοκεῖ τὸ τὸν θεὸν νοῦν εἶναι οὔτε τοῖς εὐσεβέσι δόγμασιν (ὁ γὰρ θεὸς καὶ ὑπὲρ νοῦν ἐστιν, ὅθεν καὶ πρόνοια ὠνόμασται, ὡς πρὸ τοῦ νοῦ ὤν),3 φέρε ἡμεῖς ἄλλως λύσωμεν τὴν ἀπορίαν. φαμὲν γὰρ ὅτι οὐ συνάγεται πᾶν τὸ νοητὸν νοῦς. πρῶτον μὲν γὰρ τὰ νοητὰ ἢ κυρίως ἐστὶ νοητά, ὡς τὰ πάντῃ ἄυλα, ἢ οὐ κυρίως, ἀλλὰ καθὸ αἰσθητὰ λέγεται νοητά, ὡς λίθος. νῦν οὖν περὶ τῶν κυρίως νοητῶν ἐστιν ὁ λόγος.

那么,按照主张理智不与质料相混合的亚里士多德或阿那克萨哥拉,理智又怎么会是可毁灭的呢?这就是疑难。我们在解决这一疑难时说,你们认为凡是施动的也都受动,这是错误的设定;因为这个论断是虚假的。施动者受到反作用,仅当它与受动者是同质料的。因此,既然理智与质料性的事物不是同质料的,当它认识它们时,并不必然受到质料性事物的作用。因为造物主在造福我们时也在施动,然而他并未受到我们的反作用。因此,施动者中只有那些与受动者同质料的,才会受到反作用。这一解决方案是从外部陈述的;而亚里士多德提出了另一种他在别处也说过的解决方案:受动是双重的,一种是成全性的,另一种是毁灭性的。在毁灭性受动的情况下,“受动者变得与施动者相似”这一论断固然成立;但理智在认识可感觉的事物时,所受的是成全性的受动,这与其说是受动,不如说是免于受动,因此理智同样并未受动。因为被某物成全的事物,并不必然与它同质料。看哪,宇宙被造物主所成全,却没有变得与他同质料。同样,此地的万物被天体统辖并成全,却与它们不是同质料的。同样,空气被光成全,却与它不是同质料的。因此,理智虽然受到可感觉事物的成全性受动,但在被它们成全时,并不与它们是同质料的。必须指出的是,即使我们说它受到成全性的受动,这种受动触及的也不是理智的实质,而是它的活动。这便是第二种疑难及其解决。 既然这两种疑难都起源于质料性的事物,那么对非质料性的事物提出某种疑难也是正当的。因为既然理智认识自身并转向自身,那么它是如何认识自身的呢?究竟是作为理智认识自身,还是在一方面是理智,在另一方面是被思考的对象?如果一方面是理智,另一方面被思考,那么显然理智不是单纯的,而是复合的;因为它是从其作为理智与其被思考这两方面复合而成的。但如果你为了逃避这种荒谬而说,它是作为理智而被思考的,你又会陷入另一种荒谬;因为在《后分析篇》中已经证明,“作为……”是可逆的。因此,如果它是作为理智而被思考的,那么为了可逆,它作为被思考的对象也就是理智。但如果它作为被思考的对象就是理智,那么就会得出结论:凡是被思考的对象都是理智,而由于数学对象也是可思考的,这些也将成为理智,这是荒谬的。但如果你说它并不思考自身,你就说谎了;因为如果它不思考自身,它又如何知道自己脱离了身体呢?整个疑难就是如此;但为了避免晦涩,让我们简要地重述一下。既然理智思考自身,它要么作为理智思考自身,而既然“作为……”是可逆的,它作为被思考的对象也将是理智,从而推论出一切被思考的对象和数学对象都是理智;要么它在一方面是理智,在另一方面被思考,从而理智将是复合的,这是荒谬的。但他通过立足于其中一肢来解决这一疑难,断言凡是严格意义上的被思考对象都是理智;因为数学对象并非严格意义上的被思考对象,因此它们不是理智;因为它们是我们的构想,既然它们是质料性的,乃是我们把它们从质料中分离出来的。因此,凡不是出于我们、而是本性上具有被思考之特性的事物,这些就是理智。因为即使你说天使,按照亚里士多德,这些也是理智;即使你说在恒星天球上巡行者(他称之为造物主),按照亚里士多德,这也是理智。但是,既然在柏拉图看来神并不是理智,在虔敬的教义中也不这么认为(因为神甚至超越理智,因此也被称为摄理,因为他先于理智),那么来吧,让我们以另一种方式解决这个疑难。因为我们说,并不能推论出凡是被思考的对象都是理智。因为首先,被思考的对象要么是严格意义上的被思考对象,如完全非质料的事物;要么不是严格意义上的,而是作为可感觉事物被称为被思考的对象,如石头。因此,现在的论述是关于严格意义上的被思考对象的。

语法注3 条
  1. 3.103τὸ καθὸ ἀντιστρέφει

    由定冠词 τὸ 引导的 καθό(“作为……” / “就其……而言”)作为名词性短语作主语,表达了一条逻辑学规则:“‘作为……’这一本质性规定是可逆(可换位)的”。这指《后分析篇》中关于“自身”(καθ’ αὑτό)及“作为自身”(ᾗ αὐτό / καθό)之述谓的可逆性。

  2. 3.103τιθέμενος τῷ ἑνὶ σκέλει

    比喻性表达,与格 τῷ ἑνὶ σκέλει 意为“立足于一肢(两难论法的一角)”。亚里士多德通过采纳前文二者择一中的前一个分肢(即理智作为理智而被思考),并限定严格意义上的可思考对象来化解该疑难。

  3. 3.103ὡς πρὸ τοῦ νοῦ ὤν

    阳性单数主格分词 ὤν 的逻辑主语是前面的 ὁ θεός,ὡς 表示理由(“由于作为……”)。此处引入了一个哲学/神学上的词源解释,将 πρόνοια(摄理/预见)解释为源自 πρὸ τοῦ νοῦ(在理智之先)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:526.20-527.35