← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§525.3-526.20

理智的认识对象与质料性对象的疑难

本节讨论亚里士多德在《论灵魂》429b10中提出的关于理智认识对象的两个疑难,证明理智不仅认识非质料性对象也认识质料性对象,并进而阐明由于受动性而产生关于理智是否具有质料的第二个疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.103#1

" Ἐπεὶ δ’ ἄλλο ἐστὶ τὸ μέγεθος καὶ τὸ μεγέθει εἶναι καὶ ὕδωρ καὶ ὕδατι εἶναι, οὕτω δὲ καὶ ἐφ’ ἑτέρων πολλῶν, ἀλλ’ οὐ καὶ ἐπὶ πάντων." Τρία περὶ τοῦ νοῦ προθέμενος ζητῆσαι, ἓν μὲν εἰ ἀΐδιος ἢ φθαρτός, δεύτερον δὲ κοινωνίαν καὶ διαφορὰν αὐτοῦ πρὸς αἴσθησιν, ἐξ οὗ πάλιν τὸ ἀΐδιον ἠγρεύετο, καὶ τρίτον πῶς γίνεται τὸ νοεῖν, τὰ μὲν πρῶτα δύο ἱκανῶς διὰ τῶν φθασάντων ἀπέδειξεν· νυνὶ δὲ τὸ λοιπὸν αὐτῷ πρόκειται εἰς ἀπόδειξιν, καὶ πάρεστιν ἐξετάσων1 πῶς τὸ νοεῖν γίνεται. ἀπορεῖ τοίνυν κατ’ ἀρχὰς Ἀριστοτέλης. διττῆς γὰρ οὔσης ἐν ἡμῖν τῆς γνώσεως, τῆς μὲν ἀλόγου οἷον τῶν αἰσθήσεων, τῆς δὲ λογικῆς οἷον τοῦ νοῦ, διττά ἐστι καὶ τὰ γινωσκόμενα, τὰ μὲν ἔνυλα καὶ αἰσθητά, τὰ δὲ ἄυλα. ζητεῖ οὖν διὰ τούτων Ἀριστοτέλης πότερον ἑκάστη γνῶσις τὸ οἰκεῖον γινώσκει, οἷον ἡ μὲν ἄλογος τὰ ἔνυλα ἡ δὲ λογικὴ τὰ ἄυλα μόνον, ἢ ἡ μὲν ἄλογος τὰ ἔνυλα οἶδε μόνον, ἡ δὲ λογικὴ ὡς κρείττων οὖσα οὐ μόνον τὰ ἄυλα οἶδεν, ἀλλὰ καὶ τὰ ἔνυλα. καὶ τοιαύτης οὔσης τῆς ἀπορίας ἐπικρίνει Ἀριστοτέλης λέγων ὅτι ἡ λογικὴ οὐ μόνον τὰ ἄυλα οἶδεν, ἀλλὰ καὶ τὰ ἔνυλα. ὁ γὰρ εἰδὼς τὰ κρείττονα, πολλῷ πλέον καὶ τὰ χείρονα οἶδεν· εἰ οὖν οἶδε τὰ ἄυλα, σκοπήσει πάντως καὶ τὰ χείρονα τῶν ἀΰλων, ὅ ἐστι τὰ ἔνυλα. εἰ γὰρ ὁ νοῦς, ὅ ἐστιν ἡ λογικὴ γνῶσις, μόνον οἶδεν τὰ ἄυλα, μὴ γινώσκει δὲ καὶ τὰ ἔνυλα, ἔσται ὁ νοῦς κατά τι ἄνους· τὰ γὰρ ἔνυλα μὴ νοῶν ἄνους ἔσται κατὰ ταῦτα. ἀλλὰ μὴν ἄτοπον τὸν νοῦν κατά τι ἄνουν εἶναι· οὐκ ἄρα τὰ ἄυλα μόνον οἶδεν, ἀλλὰ καὶ τὰ ἔνυλα. καὶ ταῦτα μὲν Ἀριστοτέλης. ἔχομεν δὲ καὶ ἡμεῖς ἔξωθεν δεῖξαι ὅτι καὶ τὰ ἔνυλα οἶδεν ὁ νοῦς. εἰ γὰρ μὴ ἠπίστατο τὰ ἔνυλα, πῶς ἐπιδιωρθοῦτο τὴν αἴσθησιν; ἡ γὰρ αἴσθησις τὴν ἐν ὕδατι κώπην κεκλασμένην ὁρᾷ καὶ τὸν ἥλιον ποδιαῖον, ὁ δὲ νοῦς ἐπιδιορθοῦται δεικνὺς ὅτι οὐδὲ ἡ κώπη κεκλασμένη ἐστίν, ἀλλ’ ὅτι καὶ ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς. πῶς οὖν εἶχεν ὁ νοῦς ἐπιδιορθοῦσθαι τὴν αἴσθησιν, εἰ μὴ ἐνόει τὰ ἔνυλα, τουτέστι τὰ αἰσθητά; ἄλλως τε δὲ ἔχομεν κανόνα ἄνω ὅτι τὸ ἐπιστάμενον διαφορὰν πραγμάτων πολλῷ μᾶλλον αὐτὰ τὰ διαφέροντα οἶδεν. εἰ οὖν ὁ νοῦς οἶδε τὴν διαφορὰν τῶν ἀΰλων πρὸς τὰ ἔνυλα, οἶδεν ἄρα τὰ ἔνυλα. ἀλλ’ ἐρεῖς ἴσως ὅτι ἄτοπόν ἐστι τὸν νοῦν τὰ ἔξω εἰδέναι· ταῦτα γὰρ αἰσθήσεώς ἐστι τῷ τὰ ἔνυλα καὶ τὰ κατὰ μέρος γινώσκειν.2 ὁ μὲν γὰρ νοῦς τὸ καθόλου οἶδεν μόνον, τῆς δὲ αἰσθήσεώς ἐστι τὸ εἰδέναι μερικά, ἅτινά ἐστιν ἔνυλα. ἐρῶ δὲ πρός σε ὅτι ὁ νοῦς τῷ μὲν ὑποκειμένῳ εἷς ἐστιν, τῷ δὲ λόγῳ διάφορος. ὁ γὰρ νοῦς ἢ καθ’ ἑαυτὸν μόνον ἐνεργεῖ, καὶ τότε τὰ καθόλου μόνον οἶδεν, ἢ μετ’ αἰσθήσεως ἐνεργεῖ ὀργάνῳ αὐτῇ κεχρημένος, καὶ τότε τὰ ἔνυλα καὶ μερικὰ οἶδεν. ὥσπερ γὰρ ἡ αὐτὴ εὐθεῖα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ διάφορος (ἡ γὰρ νῦν εὐθεῖα οὖσα δύναται κλασθῆναι καὶ ἐπικαμπὴς γενέσθαι), οὕτω καὶ ὁ νοῦς ὁ αὐτὸς ὢν τῷ ὑποκειμένῳ ἄλλοτε μὲν εὐθείᾳ ἀναλογεῖ, ὅτε καὶ καθ’ ἑαυτὸν ἐνεργεῖ καὶ τὰ ἄυλα οἶδεν, ἄλλοτε δὲ κεκλασμένῃ εὐθείᾳ ἐπικαμπτόμενος πρὸς τὴν αἴσθησιν καὶ ὀργάνῳ αὐτῇ κεχρημένος, ὅτε καὶ τὰ ἔνυλα οἶδεν. τοῦτο μὲν οὖν ἐστι τὸ πρῶτον ἄπορον καὶ ἡ λύσις αὐτοῦ. Δεύτερόν ἐστιν ἄπορον, οὗτινος χρὴ λῆμμα προλαβεῖν τοιοῦτον, ὅτι3 τὸ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀγόμενον πάντως ἀλλοιοῦται, ἡ δὲ ἀλλοίωσις πάθος ἐστί. τούτου προληφθέντος πρόεισι λοιπὸν τὸ ἄπορον· εἰ γινώσκει ὁ νοῦς τὰ ἔνυλα, δῆλον ὅτι πάσχει ὑπ’ αὐτῶν· ἄγεται γὰρ ὑπ’ αὐτῶν ἀπὸ τῆς δυνάμει γνώσεως εἰς τὴν ἐνεργείᾳ γνῶσιν, τὸ δὲ ἀπὸ τοῦ δυνάμει ἀγόμενον εἰς τὸ ἐνεργείᾳ ἀλλοιοῦται, τὸ δὲ ἀλλοιούμενον πάσχει· ὁ νοῦς ἄρα πάσχει ἀπὸ τῶν ἐνύλων. καὶ ἐπειδὴ οὐδὲν ἐκ τοῦ ἀνομούλου πάσχει, δῆλον ἄρα ὅτι ὁμόυλός ἐστιν ὁ νοῦς τοῖς ἐνύλοις καὶ ἔστιν αὐτὸς ἔνυλος καὶ φθαρτός· τὰ γὰρ ἔνυλα φθαρτά.

“既然大小与大小的存在是不同的,水与水的存在也是不同的,在许多其他事物上也是如此,但并非在一切事物上都如此。” 他打算就理智探究三个问题:其一,它是永恒的还是毁灭的;其二,它与感觉的共通与差异,从中又进一步追索出它的永恒性;其三,思考是如何产生的。前两个问题他在之前的内容中已经充分证明;而现在余下的问题摆在他面前等待证明,他着手考察思考是如何产生的。因此,亚里士多德在开头提出了疑难。因为既然在我们之内的认识是双重的,一种是非理性的,如诸感觉,另一种是理性的,如理智,那么被认识的对象也是双重的,一部分是质料性的和可感觉的,另一部分是非质料性的。因此,亚里士多德通过这些文字探讨:究竟是每种认识都认识其本己的对象(例如非理性认识认识质料性的对象,而理性认识仅认识非质料性的对象),还是非理性认识仅认识质料性的对象,而理性认识由于更为优越,不仅认识非质料性的对象,也认识质料性的对象。在存在这样的疑难时,亚里士多德作出了裁决,说理性认识不仅认识非质料性的对象,也认识质料性的对象。因为知道更优越事物的人,更有理由知道低劣的事物;因此,如果它知道非质料性的事物,就必定也会考察比非质料性事物更低劣的事物,即质料性的事物。因为如果理智——即理性认识——仅知道非质料性的事物,而不知道质料性的事物,那么理智在某种意义上就会成为无理智的;因为不去思考质料性的事物,它在这些事物上就会是无理智的。但是,理智在某种意义上是无理智的,这是荒谬的;因此,它不仅知道非质料性的事物,也知道质料性的事物。这些是亚里士多德的观点。而我们也可以从外部证明理智也知道质料性的事物。因为如果它不懂得质料性的事物,它如何纠正感觉呢?因为感觉看见水中的桨是折断的,看见太阳有一尺大小,但理智予以纠正,表明桨并没有折断,而且太阳比地球还要大。那么,如果理智不思考质料性的事物(即可感觉的事物),它又如何能够纠正感觉呢?此外,我们在上文有一条规则:懂得事物差异者,更有理由知道存在差异的那些事物本身。因此,如果理智知道非质料性事物与质料性事物的差异,它就必然知道质料性的事物。但也许你会说,理智知道外部事物是荒谬的;因为这些事物由于认知质料性和个别的事物而属于感觉。因为理智仅知道普遍的事物,而知道个别的事物(即质料性的事物)属于感觉。但我将对你说:理智在底层载体上是一,但在定义上是不同的。因为理智要么仅凭自身活动,那时它仅知道普遍的事物;要么与感觉一同活动,将感觉作为器官使用,那时它便知道质料性的和个别的事物。正如同一条直线在底层载体上是同一的,但在定义上是不同的(因为现在是直线的,可以被折断而成为弯曲的),同样,理智在底层载体上虽是同一的,但有时比作直线,此时它凭自身活动并知道非质料性的事物,有时则比作折断的直线,转向感觉并将感觉作为器官使用,此时它也知道质料性的事物。这便是第一种疑难及其解决。 还有第二种疑难,对此必须预先设立这样一个前提:凡从潜能被引导至现实者,必定发生质变,而质变是一种受动。预先确立这一前提后,疑难便随之展开:如果理智认识质料性的事物,显而易见它受到它们的作用;因为它被它们从潜能的认识引导至现实的认识,而从潜能被引导至现实者发生质变,发生质变者受到作用;因此,理智受到质料性事物的作用。而且既然没有任何事物受到异质质料之物的作用,显然理智与质料性事物是同质料的,且它自身也是具有质料且可毁灭的;因为质料性的事物都是可毁灭的。

语法注3 条
  1. 3.103Τρία περὶ τοῦ νοῦ προθέμενος ζητῆσαι ... νυνὶ δὲ τὸ λοιπὸν αὐτῷ πρόκειται εἰς ἀπόδειξιν, καὶ πάρεστιν ἐξετάσων

    句首的不定过去分词 προθέμενος 以亚里士多德为逻辑主语,与分句 τὰ μὲν πρῶτα δύο ... ἀπέδειξεν 的主语一致。在 νυνὶ δέ 之后,句式转向带有利益与格的表达(τὸ λοιπὸν αὐτῷ πρόκειται),连词 καί 后的 πάρεστιν 再次以亚里士多德为主语(“他着手/在此”)。句末的将来分词 ἐξετάσων 表目的(“为了考察”)。

  2. 3.103ταῦτα γὰρ αἰσθήσεώς ἐστι τῷ τὰ ἔνυλα καὶ τὰ κατὰ μέρος γινώσκειν

    αἰσθήσεως 是领属性属格,意为“属于感觉”。随后的 τῷ ... γινώσκειν 是带中性单数与格定冠词的名词化不定词,充当表示原因或方式的与格(“由于/通过认识具质料的和个别的事物”)。

  3. 3.103Δεύτερόν ἐστιν ἄπορον, οὗτινος χρὴ λῆμμα προλαβεῖν τοιοῦτον, ὅτι

    关系代词 οὗτινος(中性单数属格)指代先行词 ἄπορον,作关涉属格(“关于这一个疑难”)。λῆμμα 是 προλαβεῖν 的直接宾语,相关形容词 τοιοῦτον 则由后接的 ὅτι 从句具体充实其内容(“预先设定这样一个前提,即……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:525.3-526.20