- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:523.12-525.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德关于理智的未混合性、潜能与现实以及接纳形式的讨论(429a20–429b8)。评注者探讨了理智为何不具备质料与现实形式而处于潜能之中,评价并评判了柏拉图称灵魂为“形式之场所”的观点,并阐明了学习与发现前后两种不同意义上的潜能。
" Παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράξει.1" Τί φησιν; ὅτι εἰ ἦν ἐκ τῆς ὕλης ὁ νοῦς, αὕτη ἡ ὕλη παρεμφαινομένη καὶ ἀντιφράττουσα αὐτὸν ἐκώλυε νοεῖν οὐ μόνον ἑαυτήν, ἀλλὰ καὶ τὰ ἀλλότρια νοητά, τουτέστι τὰ ἄλλα. οὐκ ἄρα οὖν ἐστιν ἐκ τῆς ὕλης. δύνῃ δὲ καὶ ἄλλως αὐτὸ ἐξηγήσασθαι καὶ εἰπεῖν, εἰ εἶχέν τινα εἴδη τῶν γινωσκομένων ἐνεργείᾳ ὁ νοῦς, ἀλλὰ μὴ πάντα ἦν δυνάμει, ἐπεθολοῦτο καὶ οὐκ ἐγίνωσκεν ἀκριβῶς, ὥσπερ οὐδὲ ἡ ὄψις, ἐὰν ᾖ τὸ διαφανὲς κεχρωματισμένον, πάντα ἀκριβῶς τὰ χρώματα γνώσεται. καὶ ἡμεῖς μὲν οὕτως, ὁ δὲ Ἀλέξανδρός φησιν ὅτι καὶ ἐνταῦθα βούλεται τὸν νοῦν μὴ ἔχειν εἶδος καὶ ἐξ ὧν ἐπάγει· φησὶ γὰρ μὴ εἶναι αὐτοῦ φύσιν, ἀλλὰ μόνον ὅτι δυνάμει ἐστίν. ἡμεῖς δέ φαμεν ὅτι κατὰ τοῦτο λέγει μὴ εἶναι αὐτοῦ φύσιν Ἀριστοτέλης, καθὸ οὐκ ἔστιν ἡ φύσις αὐτοῦ τοιαύτη ὡς ἐνεργείᾳ τὰ εἴδη ἔχειν τῶν νοητῶν, καθὰ Πλάτωνι δοκεῖ, ἀλλὰ δυνάμει μόνον, ἐπεὶ αὐτὸς εἶδός ἐστι καὶ ἐνεργείᾳ ἐστὶν ἡ οὐσία αὐτοῦ.
“因为通过并列显现,它会阻碍外来之物并加以遮蔽。” 他说了什么呢?意思是:如果理智出于质料,这种质料因并列显现并遮蔽理智,便不仅会阻碍它思考〔质料〕自身,还会阻碍它思考外来的可知对象,即其他事物。因此,理智并非出于质料。你也可以换一种方式解释这一点并说:如果理智在现实中拥有某些被认识对象的诸形式,而非在潜能中成为一切事物,它就会受到混浊而无法精确地认识,正如视线在透明体被染上颜色时,也无法精确认识所有颜色一样。我们是这样理解的;但亚历山大说,根据后文所附加的内容,他在这里也是意指理智不具有形式;因为他说理智没有任何本性,而仅仅是处于潜能中。但我们主张,亚里士多德说它没有本性,是在如下意义上说的:它的本性不像柏拉图所认为的那样在现实中拥有可知对象的诸形式,而仅仅在潜能中拥有,因为理智自身就是一种形式,且其实体是处于现实中的。
"Λέγω δὲ νοῦν, ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή." Ἐπειδὴ καὶ ἡ φαντασία λέγεται παθητικὸς νοῦς, φησὶν ὅτι οὐ περὶ ταύτης ἡμῖν ὁ λόγος νῦν, ἀλλὰ περὶ τοῦ νοῦ καθ’ ὃν διανοούμεθα καὶ ὑπολαμβάνομεν. νοῦν δὲ ἐνταῦθα κοινότερον εἶπε· διὰ μὲν γὰρ τοῦ διανοεῖσθαι τὴν διάνοιαν εἰσάγει, διὰ δὲ τοῦ ὑπολαμβάνειν τὴν δόξαν. φησὶν οὖν ὅτι ὁ νοῦς οὐδέν ἐστιν ἐνεργείᾳ πρὶν νοήσῃ, ἀλλὰ δυνάμει, καὶ δυνάμει οὐχ ἡ οὐσία αὐτοῦ, ἀλλ’ ἡ ἐνέργεια. καὶ διὰ τοῦτο ὁ νοῦς οὐκ ἔστι σῶμα· ποιὸς γὰρ ἂν ἦν, θερμὸς ἢ ψυχρός· οὔτε μὴν ὀργάνῳ κέχρηται τῷ σώματι· δύναται γὰρ ὁμοίως τὰ μεγάλα καὶ μικρὰ νοεῖν, ὅπερ ἡ αἴσθησις ὀργάνῳ κεχρημένη τῷ σώματι οὐ δύναται ποιῆσαι.
“我所说的理智,是指灵魂借以思考和判断之物。” 既然表象也被称为受动理智,他说我们现在的讨论并非关于表象,而是关于我们借以思考和判断的理智。在这里他是在较一般的意义上使用“理智”一词的;因为通过“思考”,他引入了推论思维,而通过“判断”,他引入了意见。因此他说,理智在思考之前在现实中什么都不是,而是处于潜能中,并且处于潜能中的并非其实体,而是其活动。也正因如此,理智并不是物体;因为若是物体,它就会具有某种性质,或热或冷;理智也绝不使用身体作为器官;因为理智同样能够思考巨大的和微小的事物,而使用身体作为器官的感觉则无法做到这一点。
"Καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν." Ἐπαινεῖ Πλάτωνα· ἐπειδὴ γὰρ εἶπεν ἄνω ὅτι δέχεται ἡ ψυχὴ τὰ εἴδη τῶν νοητῶν καὶ οὕτως ἐνεργεῖ, διὰ τοῦτο ἐπαινεῖ Πλάτωνα τὴν ψυχὴν εἰπόντα τόπον εἰδῶν. πλὴν μέμφεται αὐτῷ εἰς δύο τινά, πρῶτον μὲν ὅτι πᾶσαν ψυχὴν λέγει τόπον εἰδῶν καὶ οὐ μόνον τὴν λογικήν, εἰ καὶ ἔστιν ὑπὲρ Πλάτωνος εἰπεῖν ὅτι μόνην τὴν λογικὴν ψυχὴν λέγει,2 τὰς δὲ ἄλλας ἐμψυχίας· διὸ λέγει “πᾶσα ψυχὴ ἀθάνατος”. κἂν οὖν τὴν ψυχὴν λέγει τόπον εἰδῶν, ἀλλ’ οὖν τὴν λογικὴν μόνον λέγει. μέμφεται δὲ αὐτῷ καὶ εἰς ἄλλο ὅτι ἐνεργείᾳ λέγει ἐν τῇ ψυχῇ τὰ εἴδη καὶ οὐ δυνάμει. ὁ γὰρ Ἀριστοτέλης ἀγράφῳ γραμματείῳ αὐτὴν εἰκάζει καὶ κυρίως λέγει μάθησιν, ὁ μέντοι Πλάτων ἐγγράφῳ γραμματείῳ, καὶ τὴν μάθησιν ἀνάμνησιν λέγει.
“因此,那些称灵魂为形式之场所的人说得好。” 他在赞扬柏拉图;因为既然他在上文说过灵魂接纳可知对象的诸形式并以此活动,因此他赞扬称灵魂为形式之场所的柏拉图。然而,他在两点上责备柏拉图:其一,柏拉图将一切灵魂都称为形式之场所,而不仅指理性灵魂,尽管也可以为柏拉图辩护说,他只将理性灵魂称为灵魂,而将其他灵魂称为赋灵(因此他说“一切灵魂皆是不朽的”)。因此,即使他说灵魂是形式之场所,但终究指的只是理性灵魂。他在另一点上也责备柏拉图:即柏拉图说诸形式在灵魂中是处于现实中而非潜能中。因为亚里士多德将灵魂比作未书写的书写板,并在严格意义上称之为学习,然而柏拉图却将其比作已书写的书写板,并称学习为回忆。
"Τοῦτο δὲ συμβαίνει, ὅταν δύνηται ἐνεργεῖν δι’ ἑαυτοῦ." Τί φησιν; ὅτι ὁ νοῦς δυνάμει ὢν τότε γίνεται ἐνεργείᾳ, ὅταν ἐπιστημονικῶς δύνηται ἐνεργῆσαι καὶ θεωρητικῶς. συμβαίνει δὲ ἐπιστημονικῶς τὸν νοῦν ἐνεργεῖν, ὅταν δύνηται κατ’ αὐτὸν ἐνεργεῖν ἡ ψυχή. τοῦτο δὲ οὐκ ἀεί· μόλις γὰρ ἐν γήρᾳ.
“而这种情况发生在它能够凭自身活动之时。” 他说了什么呢?意思是:处于潜能中的理智,唯有在能够以科学的和观照的方式进行活动之时,才成为现实。而理智以科学的方式进行活动,发生在灵魂能够按照理智活动之时。但这并不是常常发生的;因为这在老年时才勉强发生。
"Ἔστι μὲν οὖν καὶ τότε δυνάμει πως, οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν· καὶ αὐτὸς δὲ ἑαυτὸν τότε δύναται νοεῖν." Καὶ μετὰ τὸ μαθεῖν, φησί, τὰ πράγματα καὶ ἠρεμεῖν δυνάμει ἐστὶν ὁ νοῦς, οὐ μὴν ὁμοίως ἐστὶ δυνάμει οἷος ἦν πρὸ τοῦ μαθεῖν αὐτόν τι ἢ εὑρεῖν. τὸ γὰρ πρὶν τοῦ μαθεῖν ἢ εὑρεῖν3 δυνάμει ἐστὶν ὁ νοῦς κατὰ τὸ πρότερον σημαινόμενον τοῦ δυνάμει, τουτέστι τὸ κατ’ ἐπιτηδειότητα, τὸ δὲ μετὰ τὸ μαθεῖν δυνάμει καθ’ ἕξιν ἐστίν, ὅπερ ἦν δεύτερον σημαινόμενον τοῦ δυνάμει, ὅπερ αὐτὸς εἶπε δυνάμει πως. καλῶς δὲ ἐμνήσθη μαθήσεως καὶ εὑρήσεως, ἐπειδὴ πᾶσα ἐπιστήμη ἢ μαθήσει ἢ εὑρήσει καταλαμβάνεται. ἐν οἷς ἡ πρᾶξις.
“因此,在那时它在某种意义上也是处于潜能中的,然而并不像在学习或发现之前那样;而且在那时,它也能思考自身。” 他说,甚至在学会了事物并静止之后,理智仍处于潜能中,然而并不像它在学会或发现某物之前那样处于潜能中。因为在学习或发现之前,理智是在潜能的第一种含义下,即按照适应能力而处于潜能中的;但在学习之后,它是按照品质而处于潜能中的,这正是潜能的第二种含义,也就是他自己所说的“在某种意义上处于潜能中”。他恰当地提到了学习和发现,因为一切知识要么通过学习,要么通过发现而被把握。 讲课至此结束。
- 3.98Παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράξει
引文中的 παρεμφαινόμενον 为未明示主语的中性单数现在分词,既可作副词性状语(“通过并列显现”),亦可实质化作主语(“并列显现之物”)。菲洛波诺斯将其解释为假定理智出于质料时“并列显现的质料自身”(αὕτη ἡ ὕλη παρεμφαινομένη)或理智内在的现实形式,指出它阻碍并遮蔽了对外部可知对象的认识。
- 3.100εἰ καὶ ἔστιν ὑπὲρ Πλάτωνος εἰπεῖν ὅτι μόνην τὴν λογικὴν ψυχὴν λέγει
在由 εἰ καί(“即使”)引导的让步从句内部,嵌套了非人称不定词结构 ἔστιν ... εἰπεῖν(“可以说”)及其所带的 ὅτι 从句。针对亚里士多德指责柏拉图将所有灵魂均视为形式之场所,菲洛波诺斯在此插入了为柏拉图辩护的解释。
- 3.102τὸ γὰρ πρὶν τοῦ μαθεῖν ἢ εὑρεῖν
中性单数冠词 τὸ 将介词性副词短语 πρὶν τοῦ μαθεῖν ἢ εὑρεῖν 名词化,在句首充当主题性或副词性的限定成分(“在学习或发现之前的状态”),与下文的 τὸ δὲ μετὰ τὸ μαθεῖν 形成对比。
