← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§521.36-523.11

思考与感觉的相似性及对亚历山大的驳斥

对亚里士多德《论灵魂》429a13–18的注解。斐洛庞诺斯探讨了思考与感觉的共通点(潜能与受动),并批评与驳斥了亚历山大关于理智的“不受动性”、“形式的接纳性”及“未混合性”的错误解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.95

" Εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι." Ἐντεῦθεν ἄρχεται ἐκ τῶν κοινωνιῶν λόγου καὶ αἰσθήσεως, καὶ δοκεῖ μὲν ἐκ τῆς δευτέρας ἄρχεσθαι κοινωνίας, ὅτι ἄμφω πάσχουσιν, εἰ καὶ ἀτάκτως· ἔδει γὰρ τὴν τοῦ δυνάμει προηγεῖσθαι· ἐκ ταύτης γὰρ γίνεται ἡ δευτέρα κοινωνία. εἰ γὰρ ἄμφω δυνάμει, τὸ δὲ δυνάμει, ἵνα γένηται ἐνεργείᾳ, ἐδέησε πάθους, διὰ τοῦτο ἔχουσι κοινὸν καὶ τὸ πάσχειν. πλὴν ἔστιν εἰπεῖν ὅτι ἀπὸ τῆς πρώτης κοινωνίας ἤρξατο. εἰπὼν γὰρ ὅτι τὸ νοεῖν ἐστιν ὡς τὸ αἰσθάνεσθαι, τὸ δὲ αἰσθάνεσθαι δυνάμει, καὶ τὸ νοεῖν ἄρα δυνάμει· παρακατιὼν δὲ καὶ σαφῶς λέγει τὴν κοινωνίαν ταύτην. ἔστι δὲ ὡς τύπῳ φράσαι τὸ ῥησίδιον τοιοῦτον· εἰ ἔστιν ὥσπερ ἡ αἴσθησις ὁ νοῦς, ἀντὶ τοῦ εἰ ὑποθῇ τὸν νοῦν ἐοικέναι τῇ αἰσθήσει, πάντως καὶ ὁ νοῦς πάσχον τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ, ὥσπερ καὶ ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ πάσχει· εἰ δὲ μὴ πάσχει ὑπὸ τοῦ νοητοῦ, ἕτερόν τι τοιοῦτόν ἐστιν, ἀντὶ τοῦ ἀπαθής ἐστιν. ἐπειδὴ γὰρ ἐδόκει φορτικὸν εἶναι τὸ λέγειν πάσχειν τὴν λογικὴν ψυχήν, διὰ τοῦτο εἶπεν ἤ τι τοιοῦτον ἕτερον, τουτέστι τελειωτικὸν πάθος καὶ οὐ φθαρτικόν. εἶτα ὡς ἐπικρίνων τῷ λόγῳ ἐπάγει ἀπαθὲς ἄρα δεῖ εἶναι. τίνος δὲ ἕνεκεν πρόσκειται τὸ ἄρα; οὐχ ὅτι φησὶ ‘δεκτική ἐστι τῶν εἰδῶν ἡ λογικὴ ψυχή’, διὰ τοῦτο συνάγεται ὅτι ἀπαθής (οὐ γὰρ ἕπεται τοῦτο), ἀλλ’ ἐπειδὴ εἶπεν ἤ τι τοιοῦτον πάσχει τελειωτικὸν πάθος, διὰ τοῦτο συνῆξεν ὅτι ὅσον οὖν ἐπὶ τούτῳ1 ἀπαθές ἐστι.

“如果思考确实如同感觉。” 从这里开始,他从理性与感觉的共通点谈起;虽然次序似乎颠倒,但他显得是从第二种共通点——即两者都遭受受动——谈起的;因为潜能的共通点原本应当在先,毕竟第二种共通点是由此产生的。因为如果两者都处于潜能中,而处于潜能之物为了成为现实需要受动,因此它们也共通地具有受动。然而也可以说,他是从第一种共通点开始的;因为他说思考如同感觉,而感觉处于潜能中,所以思考也处于潜能中;而在下文中,他亦明确说明了这一共通点。概括而言,这一短句的意旨如下:如果理智如同感觉(意思是:如果你假设理智类似于感觉),那么理智无论如何也都会遭受可知对象的影响,正如感觉遭受可感对象的影响一样;而如果它不遭受可知对象的影响,它便是某种诸如此类的他物(意思是:它是不受动的)。因为说理性灵魂遭受受动显得令人反感,因此他说了“或者某种诸如此类的他物”,即一种完善性的受动,而非毁坏性的受动。接着,宛如在给论证定论一般,他补充道:“因此它必须是不受动的。”然而,为什么会加上“因此”呢?并不是因为他说“理性灵魂能接纳形式”,由此便推导出它是“不受动的”(因为这并不必然得出),而是因为他说了“或者遭受某种诸如此类的完善性受动”,由此他才推断出:因此就此而言它是“不受动的”。

§3.96

"Δεκτικὸν δὲ τοῦ εἴδους καὶ δυνάμει τοιοῦτον, ἀλλὰ μὴ τοῦτο." Ἐντεῦθεν ἠπατήθη Ἀλέξανδρος καὶ ἐνόμισεν αὐτὸν δεκτικὸν εἶναι τῶν εἰδῶν, λέγω δὴ τὸν νοῦν, καὶ δυνάμει εἶναι, ἀλλὰ μὴ τοῦτο, ἀντὶ τοῦ ἀλλὰ μὴ εἶδος. κακῶς δὲ ἐξέλαβεν τὸ ἀλλὰ μὴ τοῦτο· δεῖ γὰρ τὸ ἀλλὰ μὴ τοῦτο νοῆσαι ‘ἀλλὰ μὴ ἐνεργείᾳ τοῦτο ὅπερ νοεῖ,’ ὡς εἴπομεν ἀνωτέρω. ἔχει μὲν γὰρ εἶδος, μᾶλλον δὲ εἶδός ἐστιν ὁ νοῦς, ἀλλὰ τὸ εἶδος ὃ γινώσκει οὐκ ἔχει ἐνεργείᾳ, ἀλλὰ δυνάμει· δυνάμει γάρ ἐστιν ὁ νοῦς τὰ νοητὰ καὶ ἡ αἴσθησις τὰ αἰσθητὰ καὶ οὐκ ἐνεργείᾳ.

“能接纳形式,并且在潜能上是如此的,但并非这个。” 亚历山大由此受到误导,以为它(我是指理智)能接纳各种形式,且处于潜能中,但“并非这个”(意思是:但并非一种形式)。但他对“但并非这个”的理解是错误的;因为正如我们在上文中所说,必须将“但并非这个”理解为“但在现实中并非它所思考的这个自身”。因为理智确实拥有形式,或者不如说理智自身就是形式,但它并非在现实中拥有它所认识的形式,而是在潜能中拥有;因为理智在潜能上是可知对象,感觉在潜能上是可感对象,而非在现实中如此。

§3.97

"Ἀνάγκη ἄρα, ἐπειδὴ πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησὶν Ἀναξαγόρας, ἵνα κρατῇ, τοῦτο δ’ ἐστὶν ἵνα γνωρίζῃ." Εἰ θέλεις, φησί, τὸν νοῦν πάντα νοεῖν, ἀμιγῆ δεῖ αὐτὸν ὑποθέσθαι τῆς ὕλης· εἰ γὰρ εἴποις αὐτὸν ἐκ τῆς ὕλης, οὐ νοήσει αὐτήν. ἀμέλει καὶ διὰ τοῦτο ἡ ἁφὴ τοῦ ὁμοίου θερμοῦ αὐτῆς οὐκ ἀντιλαμβάνεται. διὰ τοῦτο δὲ καὶ Ἀναξαγόρας πάντα λέγων ἐκ τῶν ὁμοιομερειῶν τὸν νοῦν οὐχ ὑπέθετο ἐξ αὐτῶν, ἵνα πάντων κρατῇ, τουτέστιν ἵνα πάντα γινώσκῃ· τὸ γὰρ παρὰ Ἀναξαγόρᾳ κρατεῖν παρ’ Ἀριστοτέλει γινώσκειν ἐστί. καὶ δικαίως ἐξ ὧν ἐστί τι, οὐ γινώσκει αὐτό· ἕτερον γὰρ θέλει εἶναι τὸ γινῶσκον τοῦ γινωσκομένου. ὁ δὲ Ἀλέξανδρος πάλιν ἄλλως νοεῖ· φησὶ γὰρ ὅτι εἰ πάντα νοεῖ, ἀμιγής ἐστι τῶν εἰδῶν καὶ οὐκ ἔχει εἶδος. ἡμεῖς δὲ μετὰ προσδιορισμοῦ λέγομεν ὅτι ἀμιγής ἐστι τῶν εἰδῶν ὧν γινώσκει, ἐπεὶ αὐτὸς αὐτόθεν εἶδος ὑπάρχει. εἴποι δὲ πρὸς ταῦτα ὁ Ἀλέξανδρος ὅτι εἰ καθ’ ὑμᾶς ὁ νοῦς ἀμιγής ἐστιν ὧν γινώσκει εἰδῶν, ἐπειδὴ καὶ ἑαυτὸν γινώσκει, λέγετε δὲ αὐτὸν εἶδος εἶναι, οὐκοῦν καὶ ἑαυτοῦ ἀμιγής ἐστιν ὁ νοῦς, ὅπερ ἐστὶν ἄτοπον. λέγομεν δὲ πρὸς τοῦτον ὅτι ὡς νοοῦν νοουμένου ἀμιγής ἐστι καὶ ἕτερος.2

“因此,既然它思考一切事物,它就必然是未混合的,正如阿那克萨戈拉所说,‘以便统治’,也就是以便认识。” 他说,如果你希望理智思考一切事物,就必须假设它与质料是不混合的;因为如果你说它是出于质料的,它就不会思考质料。自然,触觉也是因此感知不到与其自身同等之热的。同样也是因此,阿那克萨戈拉虽然说万物皆出于同质素,却没有假设理智出于它们,以便它统治万物,也就是以便它认识万物;因为阿那克萨戈拉那里的“统治”,在亚里士多德这里就是“认识”。这是理所当然的:凡由何物构成的,事物便不能认识何物;因为认识者必须有别于被认识者。然而亚历山大又作了不同的理解:因为他说,如果它思考一切事物,它就与各种形式不混合,因而不具有形式。但我们加以限定地指出:它是与它所认识的诸形式不混合,因为理智自身本来就是一种形式。对此亚历山大也许会反驳说:如果按照你们的观点,理智是与它所认识的诸形式不混合的,既然它也认识自身,而你们又说它是一种形式,那么理智岂不是也与自身不混合了,而这是荒谬的。然而我们对他回应说:作为能思考者,它与被思考者是不混合且相异的。

语法注2 条
  1. 3.95ὅσον οὖν ἐπὶ τούτῳ

    成语性表达,意为“因此就此而言(从这个角度来看)”,起限定作用。联系上文关于完善性受动(τελειωτικὸν πάθος)的论述,它指的是:在理智并未遭受毁坏性受动的意义上,它是不受动的。

  2. 3.97ὡς νοοῦν νοουμένου ἀμιγής ἐστι καὶ ἕτερος

    主格分词 νοοῦν(中性)作状语,表示主语理智在此处的样态或面向(“作为能思考者”),而属格 νοουμένου 是由形容词 ἀμιγής 和 ἕτερος 所支配的分离属格(“与被思考者”)。此处指明:即使在理智认识自身的情况下,通过将认识主体(作用)与认识对象(客体)在关系上加以区分,便能化解“理智与自身不混合”的佯谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:521.36-523.11