- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:520.16-521.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了理智的第三种含义(兼具秉性与活动的理智),进而释读429a10的引文,说明为何称理智为灵魂的“部分”并区分其沉思与实践方面,探讨关于“可分离”的不同解释(是脱离肉体,还是如普鲁塔克所主张的在本质上脱离表象与感觉),驳斥亚历山大对关键术语的曲解,并梳理了该段落提出的三个主题。
τρίτον σημαινόμενόν ἐστιν ὁ νοῦς οὐχ ὁ θύραθεν εἰσιών, ὡς ἐκεῖνοι οἴονται, ἀλλὰ καθ’ ἕξιν ἅμα καὶ ἐνέργειαν, ὥσπερ ὁ τῶν τελείων νοῦς τῶν εἰδότων τὰ πράγματα καὶ προχειριζομένων τὴν εἴδησιν καὶ ἐνεργούντων κατ’ αὐτήν. οὕτως οὖν ἡμεῖς λέγομεν τὰ σημαινόμενα τοῦ νοῦ. Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ. μόριον ἐκάλεσε τὸν νοῦν τῆς ψυχῆς οὐχ ὡς ἐλάχιστον ὄντα τῆς ψυχῆς, ἀλλ’ ὡς εἴ τις τὸν ἅπαντα κόσμον ἀριθμήσει, τάξει δὲ καὶ τὸν ἥλιον μετὰ πάντων, εἶτα τελευταῖον εἴποι μόριον εἶναι τοῦ παντὸς τὸν ἥλιον. καλῶς δὲ εἶπεν ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ. ἡ γὰρ ψυχὴ καὶ θεωρητικὸν μέρος ἔχει καὶ πρακτικόν. καὶ διὰ μὲν τοῦ εἰπεῖν ᾧ φρονεῖ τὸ πρακτικὸν αὐτῆς μέρος ἐδήλωσε, διὰ δὲ τοῦ εἰπεῖν ᾧ γινώσκει τὸ θεωρητικόν. τί δὲ βούλεται εἰπεῖν ὅτι περὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἐν ᾧ γινώσκει καὶ φρονεῖ δεῖ ζητῆσαι, εἴτε ἀΐδιον εἴτε οὔ, εἴτε χωριστοῦ ὄντος, εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον;1 τινὲς οὕτως ἐξηγήσαντο τὸ παρὸν ῥητόν, ὅτι εἴτε χωριστός ἐστι σώματος ὁ νοῦς εἴτε μὴ χωριστός ἐστι σώματος, ἀλλὰ μόνῃ μὲν τῇ ἐπινοίᾳ χωριστός ἐστιν, οὐκέτι δὲ καὶ τῇ ἐνεργείᾳ. τοῦτο δέ ἐστι τὸ πρῶτον πρόβλημα, εἰ χωριστὸς ὁ νοῦς καὶ ἀΐδιος. / τῷ δὲ Πλουτάρχῳ οὐδαμῶς ἡ παροῦσα ἐξήγησις ἀρέσκει, ἀλλὰ καὶ πάνυ αὐτῆς καταγινώσκει. αὐτὸς δέ φησιν ἐξηγούμενος ὅτι ὁ Ἀριστοτέλης βουλόμενος εἰπεῖν ‘εἴτε ὁ νοῦς χωριστός ἐστι φαντασίας καὶ αἰσθήσεως, ὡς ἄλλην αὐτὸν ἔχειν οὐσίαν παρὰ ταῦτα, εἴτε μία ἐστὶν οὐσία, ἥτις τοῦ νοῦ προβάλλεται καὶ φαντασίαν καὶ αἴσθησιν, τῷ δὲ λόγῳ μόνῳ ἐστὶ πολλά’, ταῦτα εἶπεν. ὅτι γὰρ πρὸς ταῦτα ἀπεῖδεν, δῆλον ἐκ τοῦ καὶ ἀρτίως αὐτὸν παύσασθαι περὶ τούτων διαλεγόμενον. οὐ γὰρ εἴτε χωριστός ἐστι σώματος εἴτε μὴ ζητεῖ· ὁ γὰρ δεδωκὼς φαντασίαν κεχωρίσθαι σώματος πῶς περὶ νοῦ διστάζειν εἶχε τοῦ πάσας ἐπαναβεβηκότος τὰς δυνάμεις, εἴτε χωρὶς σώματός ἐστιν εἴτε οὐκ ἔστι; μέγεθος δὲ λαβὲ τὴν οὐσίαν.2 ὥστε καὶ τὸ πρῶτον πρόβλημα τοῦτό ἐστιν, εἴτε κεχώρισται ὁ νοῦς τῇ οὐσίᾳ φαντασίας καὶ αἰσθήσεως, εἴτε μία οὐσία ἐστὶ πάντων καὶ τῷ λόγῳ μόνον διαφέρουσι. καὶ ταῦτα μὲν περὶ τούτου. / ἐπειδὴ δὲ μέμνηται ὁ Ἀριστοτέλης τοῦ ἀμιγοῦς καὶ ἀπαθοῦς καὶ χωριστοῦ πρὸς τὸ δεῖξαι ὅτι ἀΐδιος ἡ ψυχή, ὁ Ἀλέξανδρος παραφθείρει τὰ τρία ταῦτα. πρῶτον μὲν τὸ ἀμιγές· φησὶ γὰρ ὅτι ἀμιγῆ λέγει τὴν ψυχήν, ἐπειδὴ νόμος ἐστὶ τῶν μισγομένων τὸ πρῶτον καθ’ αὐτὸ εἶναι καὶ οὕτω συμμίσγεσθαι. ἰδοὺ γὰρ ἐν τῷ οἰνομέλιτι πρῶτον ἦν καθ’ ἑαυτὸ τὸ μέλι καὶ ὁ οἶνος, καὶ εἶθ’ οὕτω συνεπλάκη. ἐπεὶ οὖν οὐ πρώτη οὖσα καθ’ ἑαυτὴν ἡ ψυχὴ τῷ σώματι συνεμίγη, ἀλλ’ ἅμα τῇ γενέσει συνεμίγη τῷ σώματι, διὰ τοῦτο ἀμιγῆ λέγει τὴν ψυχήν. ἀπαθῆ δὲ αὐτὴν λέγει, φησίν, ὅτι οὐκ αὐτὴ ἡ ἐπιτηδειότης τῆς ψυχῆς ἔπαθεν, ἀλλὰ τὸ σῶμα κατὰ τὴν ἐπιτηδειότητα. ἐπεὶ οὖν πάθος λέγομεν τὸ παθεῖν τὴν ἐπιτηδειότητα, νυνὶ δὲ οὐκ ἔπαθεν, διὰ τοῦτο ἀπαθῆ αὐτὴν λέγει. χωριστὴν δὲ αὐτὴν λέγει, φησί, κατὰ τὴν ἑτερότητα, καθὸ ὅλως διαφέρει σώματος καλῶν αὐτὴν χωριστήν. οὗτος δὲ κακῶς λέγει. // ᾧ γὰρ λόγῳ ἔδειξε τὴν λογικὴν ψυχὴν ἀμιγῆ, ἀπαθῆ, χωριστήν, τούτῳ τῷ λόγῳ καὶ ἐπὶ αἰσθήσεως δυνατὸν δεῖξαι.3 νυνὶ δὲ διακρίνων λόγον ἀπὸ αἰσθήσεως εἶπε ταῦτα ὑπάρχειν τῇ λογικῇ ψυχῇ· οὐκ ἄρα οὖν καὶ αἰσθήσει ὑπάρξει. σὺ οὖν δέξαι ταῦτα ὡς βοῶντα τὴν ἀϊδιότητα τῆς ψυχῆς, καὶ μὴ ὡς Ἀλέξανδρος· εἰ γὰρ ἀΐδιος, πάντως καὶ ἀμιγής ἐστι τῆς ὕλης καὶ χωριστὴ αὐτῆς καὶ ἀπαθής. καὶ ταῦτα μὲν ἐν μέσῳ. ἡ δὲ παροῦσα λέξις, ὡς εἴπομεν, τὸ πρῶτον λέγει κεφάλαιον τέως ἐν ἀπαριθμήσει, εἴτε ἄφθαρτός ἐστιν ἡ ψυχὴ εἴτε οὔ. σκεπτέον τίνα ἔχει διαφορὰν καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. ἐκ μὲν τοῦ εἰπεῖν σκεπτέον τίνα ἔχει διαφορὰν τὸ δεύτερον ἀπαριθμεῖται κεφάλαιον, ἐν ᾧ βούλεται εἰπεῖν τὴν διαφορὰν λόγου καὶ αἰσθήσεως· ἐκ δὲ τοῦ εἰπεῖν πῶς γίνεται τὸ νοεῖν τὸ τρίτον λέγει κεφάλαιον.
第三种含义不是像那些人所认为的那样从外部进入的理智,而是兼具秉性与活动的理智,正如成熟之人的理智那样,他们知晓事物,将知识置于手边,并按照它展开活动。因此,我们是这样陈述理智的各种含义的。 “关于灵魂用以认识和思虑的那个部分”。他称理智为灵魂的“部分”,并不是说它是灵魂最小的部分,而是好比有人数算整个宇宙,将太阳也与万物排列在一起,然后最后说太阳是整体的一个部分。他说“灵魂用以认识和思虑”说得很恰当;因为灵魂既有沉思的部分,也有实践的部分。通过说“用以思虑”,他指明了其实践的部分,而通过说“用以认识”,指明了其沉思的部分。他说关于灵魂用以认识和思虑的这一个部分,必须探究它是永远的还是不是,以及“它是可分离的,还是在量上不可分离而唯独在定义上可分离”,这究竟是什么意思呢?有些人这样解释当下的文本:理智究竟是脱离肉体可分离的,还是脱离肉体不可分离、唯独在概念上可分离而在活动中不再如此。这就是第一个论题:理智是否可分离且永远。/ 但普鲁塔克绝不喜欢当下的解释,反倒对它予以严厉斥责。他自己在解释时说道:亚里士多德说这些话,意在表达“理智是脱离表象和感觉而分离的,从而具有不同于它们的另一种本质,抑或理智是产生出表象和感觉的一统本质,仅在定义上是多数”。因为他着眼于这些事物,这一点从他方才结束对它们的论述便可看明。因为他并非探究理智是否脱离肉体可分离;因为那已经承认表象脱离肉体而分离的人,对于超越了一切潜能的理智,又怎会犹豫它究竟是无肉体存在还是不存在呢?请将“量”理解为“本质”。因此,第一个论题也是这个:究竟理智在本质上脱离表象和感觉而分离,抑或所有〔这些〕只有一种本质,而它们仅仅在定义上有所区别。关于此点就谈到这里。 / 但是,既然亚里士多德提到了“未混合的”、“不受动的”和“可分离的”以表明灵魂是永远的,亚历山大却曲解了这三点。首先是“未混合的”:他说,亚里士多德之所以称灵魂为未混合的,是因为混合之物的规律乃是首先各自独立存在,然后才如此混合在一起。看哪,在蜜酒中,蜂蜜和酒首先各自独立存在,随后才这样结合在一起;因此,既然灵魂并非首先独立存在而后才与肉体混合,而是在生成的同时便与肉体混合,因此他称灵魂为未混合的。他说,亚里士多德称它为“不受动的”,是因为灵魂的适宜性本身并未受动,而是肉体按照适宜性而受动;因此,既然我们把受动称为适宜性遭受影响,而眼下它并未受影响,所以称它为不受动的。他又说,称它为“可分离的”是依据其相异性,由于它全然有别于肉体而称它为可分离的。然而他的说法是错误的。 // 因为凭借他证明理性灵魂是未混合的、不受动的、可分离的这同一理据,同样也可能对感觉作出证明。但眼下,亚里士多德将理性从感觉中区分开来,并说这些属性属于理性灵魂;因此它们并不同样属于感觉。所以,你应该把这些理解为昭示着灵魂的永恒性,而不应像亚历山大那样理解;因为如果是永远的,它必然与质料不混合,脱离质料而分离,且是不受动的。这些是中间插入的内容。而当下的文字,正如我们所说,在枚举中暂时陈述了第一个主题,即灵魂是不朽的还是不是。“必须考察它具有何种差异,以及思考究竟是如何发生的。”由说“必须考察它具有何种差异”,枚举出了第二个主题,在此他意在阐述理性与感觉的差异;而由说“思考是如何发生的”,他陈述了第三个主题。
- 3.94τί δὲ βούλεται εἰπεῖν ὅτι περὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἐν ᾧ γινώσκει καὶ φρονεῖ δεῖ ζητῆσαι, εἴτε ἀΐδιον εἴτε οὔ, εἴτε χωριστοῦ ὄντος, εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον;
间接疑问从句 εἴτε ἀΐδιον εἴτε οὔ 与引文原文中的属格独立结构 εἴτε χωριστοῦ ὄντος, εἴτε καὶ μὴ χωριστοῦ... 并列,共同构成 δεῖ ζητῆσαι 所支配的探究对象。从语义上看,后者的属格独立结构是对前一间接疑问句的转述与引申。
- 3.94μέγεθος δὲ λαβὲ τὴν οὐσίαν
支配双重宾格的祈使构词,意为“请将‘量’理解为‘本质’”。这是一个插入语,促使读者依循普鲁塔克的解法,即将“在量上”等同于“在本质上”。
- 3.94ᾧ γὰρ λόγῳ ἔδειξε τὴν λογικὴν ψυχὴν ἀμιγῆ, ἀπαθῆ, χωριστήν, τούτῳ τῷ λόγῳ καὶ ἐπὶ αἰσθήσεως δυνατὸν δεῖξαι.
关系代词 ᾧ 与指示代词 τούτῳ 相互呼应的句式。与格 λόγῳ 表示手段或理据:“凭借他证明理性灵魂是……的这同一理据,借由这一理据对于感觉也同样可能证明……”。
