← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§519.2-520.16

作为灵魂部分的内在理智与对前人解释的批判

斐洛庞奴斯论证亚里士多德在《论灵魂》429a10中所论述的理智是指作为灵魂一部分的内在理智而非来自外部的理智,批判了亚历山大与普鲁塔克在解释中的共同及个别错误,并提出将理智界定为形式且在潜能中接纳诸形式的自身立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.94#3

ἀρχόμενος γοῦν φησι ‘περὶ τοῦ μορίου τῆς ψυχῆς ᾧ νοεῖ καὶ γινώσκει’· εἰ οὖν περὶ νοῦ λέγει νῦν τοῦ ὄντος μορίου τῆς ψυχῆς, πῶς οὗτος τὸν θύραθεν σημαίνει νοῦν; ὁ γὰρ θύραθεν οὐκ ἔστι μέρος τῆς ψυχῆς. καὶ ὅτι τὸν νοῦν τοῦτον τὸν ἐνεργείᾳ ἐκ τοῦ δυνάμει ἐν ἡμῖν λέγει νοῦ γίνεσθαι παρακατιών,1 ὁ δὲ θύραθεν νοῦς οὐκ ἔστιν ἐκ τοῦ ἐν ἡμῖν δυνάμει νοῦ. / εἰ δὲ καὶ εἴποιεν ὅτι, ἡνίκα λέγῃ πάντα νοεῖν τὸν νοῦν, περὶ τοῦ θύραθεν νοῦ διαλέγεται, καὶ εἰς τοῦτο ψεύδονται· ὁ γὰρ ἐν ἡμῖν δυνάμει νοῦς πάντων ἔχει τὴν νόησιν, ὥσπερ καὶ ἡ σκιαγραφία ἐν εἰκόνι πάντων ἔχει τοὺς τύπους, εἰ καὶ μὴ φανερούς, ὧν μέλλει δέξασθαι. καὶ ὁ νοῦς οὖν πάντων ἔχει τὰς νοήσεις, εἰ καὶ μὴ φανεράς· ὅταν δὲ νοήσῃ, τότε ἤδη φανεραὶ γίνονται. ὅτι δὲ καὶ ὃ εἶπεν μόριον τῆς ψυχῆς, τοῦτο λέγει ἀίδιον παρακατιών, δηλοῖ τὸ εἰπεῖν αὐτὸν ‘τοῦτο δὲ τὸ μόριον τῆς ψυχῆς μόνον ἀίδιον’, μόνον τὸ τῆς λογικῆς καὶ οὐ τὰ ἄλλα. ἀμφότεροι μὲν οὖν κοινὴν ταύτην ἥμαρτον τὴν ἁμαρτίαν. ἰδίᾳ δὲ πάλιν ἕκαστος αὐτῶν ἁμαρτάνει οὕτως, ὁ μὲν Ἀλέξανδρος διότι οὐδὲν βούλεται ἐπιλέγειν τῇ λέξει, ἀλλ’ ἀεὶ κατακολουθῶν αὐτῇ ἐναντιολογίαις καὶ νῦν περιπίπτει. ἀφορμὰς γὰρ λαβὼν ἐκ τῆς λέξεως οἴεται ὅτι αὐτὸς ὁ νοῦς καὶ ἡ οὐσία αὐτοῦ δυνάμει ἐστίν, καὶ οὐ λέγει ὅτι κατὰ τὰς ἐνεργείας αὐτοῦ ἐστι δυνάμει, οἷον ὁ ἐπὶ τῶν παίδων νοῦς καθ’ ἡμᾶς δυνάμει ἔστι, διότι οὔπω οἶδεν τὰ εἴδη τῶν πραγμάτων, ἐπιτηδείως δὲ ἔχει πρὸς τὸ γνῶναι αὐτά, καὶ ταύτῃ δυνάμει ἐστὶ διὰ τὸ τὴν ἐνέργειαν αὐτοῦ μήπω γνῶναι τὰ ὄντα. ὁ δὲ Ἀλέξανδρος αὐτὴν τὴν οὐσίαν τοῦ νοῦ ἐπὶ τῶν παίδων λέγει εἶναι2 δυνάμει, καὶ κατασκευάζει αὐτὸ φάσκων ὅτι ὁ νοῦς δυνάμει ἐστί, εἰ δὲ δυνάμει ἐστὶ κατὰ τὴν ἐπιτηδειότητα, δῆλον ὅτι οὐκ ἔχει εἶδος, ἀλλ’ ὕλη ἐστὶ μόνον· πᾶν γὰρ τὸ πρῶτον δυνάμει ἐν ὕλῃ ἐστίν. ὁ νοῦς ἄρα ὕλη ἐστὶ καὶ εἶδος οὐκ ἔχει, ἵνα μὴ θολούμενος ὑπὸ τοῦ εἴδους ῥέψῃ εἰς τὴν τοῦ οἰκείου εἴδους γνῶσιν καὶ τὰ ἐναντία αὐτῷ εἴδη μὴ γνῷ. ὥσπερ γὰρ τὸ διαφανὲς ἀχρωμάτιστόν ἐστιν, ἵνα ἀδεκάστως διακονῇ τὰ χρώματα, οὕτω καὶ ὁ νοῦς, φησίν, ἀνείδεός ἐστιν, ἵνα γνῷ πάντα τὰ εἴδη. ταῦτα μὲν Ἀλέξανδρος, πάνυ δὲ ἁμαρτάνει. / εἰ γὰρ διὰ τοῦτο ἀνείδεός ἐστιν, ἵνα γνῷ πάντα τὰ ὄντα, καὶ ἔδει τὸν λόγον ἐπιτεῖναι, οὔτε μηδαμῇ μηδαμῶς ὤφειλεν εἶναι· οἶδε γὰρ καὶ τὸ μηδαμῶς ὄν. καὶ οὐ μόνον ἐντεῦθεν ἀναιροῦμεν Ἀλέξανδρον, ἀλλὰ καὶ ἐξ αὐτοῦ Ἀριστοτέλους· αὐτὸς γὰρ Ἀριστοτέλης εἶδος εἰδῶν λέγει τὴν ψυχήν. καὶ αὕτη ἐστὶν ἡ ἰδία ἁμαρτία Ἀλεξάνδρου, διότι ἀνείδεον λέγει τὸν νοῦν· φησὶ γὰρ ὅτι δυνάμει ἐστὶν ἡ οὐσία αὐτοῦ ἐν τοῖς παισί, τὸ δὲ δυνάμει ἀνείδεόν ἐστι. καὶ ὁ Πλούταρχος δὲ ἁμαρτάνει ἰδίαν ἁμαρτίαν, διότι τὰ Πλάτωνος Ἀριστοτέλει προσάπτει. Πλάτων γάρ ἐστιν ὁ οἰόμενος τὸν τῶν παίδων νοῦν καθ’ ἕξιν εἶναι καὶ λόγους ἔχειν τῶν πραγμάτων, οὐ μὴν Ἀριστοτέλης· ὁ δὲ Πλούταρχος καὶ αὐτὸν οἴεται Ἀριστοτέλην ταῦτα λέγειν. καὶ πῶς οὐ ψεύδεται, ὅπου γε Ἀριστοτέλης ἐλέγχει αὐτόν; τὸν γὰρ τῶν παίδων νοῦν ἀγράφῳ γραμματείῳ ἐοικέναι φησίν, διότι ἐπιτήδειός ἐστι πρὸς τὸ δέξασθαι τοὺς λόγους τῶν πραγμάτων, οὐ μὴν ἤδη καὶ ἐδέξατο. διὸ καὶ κοινῶς καὶ ἰδίᾳ ἁμαρτάνουσιν Ἀλέξανδρός τε καὶ Πλούταρχος. // φέρε οὖν ἡμεῖς τὴν ἀλήθειαν εἴπωμεν. ἰστέον τοίνυν ὅτι δοξάζομεν ἡμεῖς ἀεὶ τὸν νοῦν εἶδος εἶναι. ἔστι γὰρ νοῦς παίδων εἶδος, δυνάμει δεκτικὸς εἰδῶν, καὶ καθὸ μὲν εἶδός ἐστιν, οὐκ ἔστι δυνάμει, ὡς Ἀλεξάνδρῳ δοκεῖ, καθὸ δὲ δυνάμει ἐστὶ δεκτικὸς τῶν εἰδῶν, οὐκ ἔχει τοὺς λόγους τῶν πραγμάτων, ὡς Πλουτάρχῳ δοκεῖ. εἴπωμεν οὖν λοιπὸν τὰ σημαινόμενα τοῦ νοῦ. πρῶτον τοίνυν ἐστὶ σημαινόμενον ὁ νοῦς ὁ δυνάμει εἰδὼς τὰ πράγματα, ὥσπερ ἐπὶ τῶν παίδων ἐστίν. δεύτερον σημαινόμενόν ἐστιν ὁ νοῦς ὁ καθ’ ἕξιν εἰδὼς τὰ πράγματα, ὥσπερ ἐπὶ τῶν τελείων τῶν ἐπισταμένων μὲν τὰ πράγματα, ἠρεμούντων δὲ καὶ μὴ ἐνεργούντων κατὰ ταῦτα.

事实上,他在开篇便说道:“关于灵魂用以思考和认识的那个部分”;因此,如果他现在谈论的是作为灵魂一部分的理智,这又怎么会意味着来自外部的理智呢?因为来自外部的理智绝不是灵魂的一部分。而且[这也是显而易见的],因为他在后文中说道,这一处于现实态中的理智产生于我们之内处于潜能中的理智,而来自外部的理智并非产生于我们之内处于潜能中的理智。 / 并且,即使他们声称,每当他说理智思考一切事物时,他论述的是来自外部的理智,在这一点上他们也是错误的;因为我们之内处于潜能中的理智拥有一切事物的思想,正如画中的素描草图即便不显明也拥有它将要容纳的一切事物的轮廓。因此理智也拥有一切事物的思想,即使并不显明;而当它思考时,那时它们才变得显明。而且,他后文中所说永远的,正是他称为灵魂部分的这同一个东西,这一点由他说道“唯独灵魂的这一个部分是永远的”所彰显,即唯独理性的部分是永远的,而其他部分则不然。因此,他们二人都犯下了这个共同的错误。但在个别方面,他们各自又按如下方式犯了错误:亚历山大一方面因为不愿对字面增添任何内容,而是始终紧随字面,以致如今陷入自相矛盾。因为他从字面中获得由头,认为理智本身及其本质处于潜能之中,而不说它是就其活动而言处于潜能之中,正如按照我们的看法,儿童身上的理智处于潜能之中,是因为它尚未知晓事物的形式,但具备认识它们的适宜性,并以此方式由于其活动尚未认识实在事物而处于潜能之中。然而亚历山大却说儿童身上理智的本质本身处于潜能之中,并通过声称如下内容来确立这一点:理智处于潜能之中,如果它由于适宜性而处于潜能之中,显然它就不具有形式,而仅仅是质料;因为一切最初处于潜能之中的事物都处于质料之中。因此理智是质料且不具形式,以免因受形式的搅浑而偏向对其特有形式的认识,以致无法认识与它相对立的诸形式。他说,因为正如透明物是无色的以便公正地承载各种颜色,理智同样也是无形式的,以便认识一切形式。这些是亚历山大的说法,但他错得十分彻底。 / 因为如果理智正是为了认识一切实在事物而无形式,并且如果人们要把这一论理推向极端,它本应无论如何都绝不存在;因为它连根本不存在的事物也认识。我们不仅据此驳倒亚历山大,而且也依据亚里士多德本人[驳倒他];因为亚里士多德本人称灵魂为“形式的形式”。这就是亚历山大个别的错误,因为他称理智为无形式的;他说儿童身上理智的本质处于潜能之中,而处于潜能之物是无形式的。另一方面,普鲁塔克也犯了个别的错误,因为他把柏拉图的主张附会给亚里士多德。因为认为儿童的理智处于秉性中并拥有事物的理则的是柏拉图,绝非亚里士多德;普鲁塔克却认为亚里士多德本人也这样说。既然亚里士多德驳斥了他,他又怎能不算是说谎呢?因为亚里士多德说儿童的理智好比一块未写字的字板,是因为它适合于接受事物的理则,绝非因为它已经接受了它们。因此亚历山大和普鲁塔克既在共同点上又在个别点上犯了错误。 // 来吧,让我们陈述真理。须知,我们始终认为理智是一种形式。因为儿童的理智也是一种形式,潜能地容纳诸形式,就其为形式而言,它并不像亚历山大所认为的那样处于潜能中,而就其潜能地容纳诸形式而言,它也并不像普鲁塔克所认为的那样[已经]拥有事物的理则。那么让我们继而陈述理智的各种含义。第一种含义是潜能中知晓事物的理智,正如在儿童身上的那样。第二种含义是按秉性知晓事物的理智,正如在成熟之人身上的那样,他们知晓事物,但处于静止中并未按照它们展开活动。

语法注2 条
  1. 3.94καὶ ὅτι τὸν νοῦν τοῦτον τὸν ἐνεργείᾳ ἐκ τοῦ δυνάμει ἐν ἡμῖν λέγει νοῦ γίνεσθαι παρακατιών

    句首的 καὶ ὅτι 与前一句的原因从句(ὁ γὰρ θύραθεν οὐκ ἔστι μέρος τῆς ψυχῆς)并列,引出证明亚里士多德所指并非外部理智的补充根据。此处省略了主句谓语(如 δῆλόν ἐστι 或 δηλοῖ),构成省略句式,意为“并且[显而易见的是],因为他在后文中说道……”。

  2. 3.94καὶ ἔδει τὸν λόγον ἐπιτεῖναι, οὔτε μηδαμῇ μηδαμῶς ὤφειλεν εἶναι

    这是基于反事实前提的归谬法(reductio ad absurdum)构架。在条件词 εἰ 的统摄下,ἔδει 构成假设性条件分句(“如果必须将论理推向极端”),主句的 ὤφειλεν 则表示不合理的反事实推论(“它本应无论如何都不该存在”)。此处 οὔτε 单独作加强否定(“甚至不……”)使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:519.2-520.16