- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:517.22-519.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯通过证明灵魂若为物体或寓质料的形式便无法思考一切事物来确立其非肉体性并结束全讲探讨,随后梳理了亚历山大与普鲁塔克关于“理智”三种含义的不同解释,并引述了阿摩尼奥斯对二者的批评。
εἰ γὰρ σῶμά ἐστι, πάντως κρᾶσίς τίς ἐστιν ἢ θερμὴ ἢ ψυχρά, ἡ δὲ κρᾶσις τὰς ὁμοίας κράσεις οὐ νοεῖ· τὰς ὁμοίας ἄρα κράσεις οὐ νοήσει, καὶ οὐκέτι ἔσται πάντα νοοῦσα. καὶ ἡ ἁφὴ γὰρ ἐλέγετο ὅτι οὐκ ἀντιλαμβάνεται τοῦ ὁμοίως ψυχροῦ ἢ θερμοῦ. ἀλλὰ τί 〈οὐ〉 λέγεις αὐτὴν ἔνυλον εἶδος καὶ κεχρημένην αὐτὴν ὀργάνῳ τῷ σώματι; ἀλλ’ εἰ ὡς ὀργάνῳ κέχρηται αὐτῷ, τὸ ὄργανον οὐ νοήσει, καὶ πάλιν ἔσται μὴ πάντα νοοῦσα. εἰ δὲ καὶ νοεῖ αὐτό, ἑτέρου δεήσει ὀργάνου, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἄλλως τε δὲ τὸ ὄργανον συμβάλλεται ἐκείνῳ οὗ ἐστιν ὄργανον· τὸ δὲ σῶμα ἐμποδίζει τῇ ψυχῇ εἰς τὸ ἐνεργεῖν· οὐκ ἄρα ἐστὶν ὄργανον αὐτῆς. ἐπεὶ οὖν καὶ τοῦτο εἴρηται, ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται. Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχή. οὐκ ἔστιν ἐκ τούτου συνάξαι τὸ τοῦ Πλουτάρχου ὅτι πᾶσαι αἱ ψυχαὶ μία οὐσία ἐστὶ πολυδύναμος. καὶ ὅτι τοῦτο ἀληθές, δηλοῖ τὸ εἰπεῖν αὐτὸν ἓν μόριον τῆς ψυχῆς τὴν λογικήν.1 μόριον γὰρ νῦν λέγει τούτῳ τῷ τρόπῳ· ἐπειδὴ γὰρ πολλά ἐστι τὰ συμβαλλόμενα εἰς σύστασιν τοῦ σώματος, φησὶν ὅτι καὶ τοῦτο ἕν ἐστι τῶν συμβαλλομένων τῷ σώματι τὸ μόριον τῆς ψυχῆς, τουτέστιν ἡ λογικὴ ψυχή. ποῦ γὰρ ἠδύνατο εἰπεῖν μίαν οὐσίαν πολυδύναμον, ὅπου γε ὑπέθετο ψυχὴν ἄφθαρτον καὶ φθαρτήν; τῆς δὲ αὐτῆς οὐσίας οὐ δύναται τὸ μὲν εἶναι φθαρτὸν τὸ δὲ ἄφθαρτον. οὕτως μὲν πρὸς τοῦτον ἔστιν εἰπεῖν. // καὶ πρὸς Ἀλέξανδρον δὲ ὅτι ὅρα πῶς τὸν νοῦν μόριον εἶπε τῆς ψυχῆς· ὅταν οὖν εἴπῃ τὸν νοῦν ἀΐδιον, μὴ λέγε ὅτι τὸν θύραθεν νοῦν λέγει· τὸν γὰρ ἐν ἡμῖν λέγει. ἰστέον γὰρ ὅτι ὁ νοῦς τρία τινὰ σημαίνει παρὰ Ἀριστοτέλει. ταῦτα δὲ τὰ τρία ἄλλως μὲν λέγει Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ἄλλως δὲ ὁ Πλούταρχος· // ἀλλ’ ὁ μὲν Ἀλέξανδρος πρῶτον σημαινόμενον λέγει τοῦ νοῦ τὸν δυνάμει νοῦν, ὥσπερ ἐστὶν ὁ ἐπὶ τῶν παίδων· ἐν γὰρ τοῖς παισὶν ὁ δυνάμει νοῦς ἐστι. δεύτερον σημαινόμενον τοῦ δυνάμει ὁ καθ’ ἕξιν νοῦς,2 ὥσπερ ὁ ἐπὶ τῶν τελείων ἀνθρώπων· οἱ γὰρ τέλειοι ἄνθρωποι εἴδησιν λοιπὸν ἔχοντες τῶν πραγμάτων τὸν καθ’ ἕξιν νοῦν ἔχειν λέγονται. τρίτον σημαινόμενόν ἐστι τοῦ νοῦ ὁ ἐνεργείᾳ νοῦς, ὅ ἐστιν ὁ θύραθεν, ὁ παντέλειος, ὁ μὴ ὢν καθ’ ἕξιν ἢ κατὰ τὸ δυνάμει, ἵνα καὶ ἁπλοῦς ᾖ ἀεὶ ἐνεργείᾳ ὤν, ὁ κυβερνῶν τὸ πᾶν. ταῦτα τὰ τρία σημαινόμενα τοῦ νοῦ κατὰ τὸν Ἀλέξανδρον, // Πλούταρχος δὲ οὐ παραδέχεται ταῦτα, ἀλλὰ ἄλλως λέγει τὰ σημαινόμενα τοῦ νοῦ. φησὶ γὰρ ὅτι πρῶτον σημαινόμενόν ἐστι τοῦ νοῦ ὁ καθ’ ἕξιν νοῦς, οἷός ἐστιν ἐπὶ τῶν παίδων· βούλεται γὰρ Πλούταρχος κατ’ Ἀριστοτέλην τὰ παιδία λόγους ἔχειν τῶν πραγμάτων καὶ τὴν λογικὴν ψυχὴν πάντα εἰδέναι, καὶ τὰς μαθήσεις μὴ εἶναι κυρίως μαθήσεις, ἀλλ’ ἀναμνήσεις. καὶ διὰ τοῦτο τὸν νοῦν ἐπὶ τῶν παίδων καθ’ ἕξιν δίδωσι καὶ ἔχοντα τοὺς λόγους τῶν πραγμάτων, ἀλλ’ ἀγνοοῦσι, φησί, τὰ πράγματα διὰ τὸ δεῖσθαι μαθήσεως, ἥτις μάθησις ἀνάμνησίς ἐστι. δεύτερον σημαινόμενόν ἐστι τοῦ νοῦ τὸ καθ’ ἕξιν ἅμα καὶ ἐνέργειαν, ὥσπερ ἐστὶν ἐπὶ τῶν τελείων ἀνθρώπων ὁ νοῦς. ἐν τούτοις γὰρ καὶ καθ’ ἕξιν ἐστὶ καὶ κατ’ ἐνέργειαν· ἔμαθε γὰρ ἤδη καὶ ἔγνω τὰ πράγματα, καὶ οἱονεὶ ἀνεμνήσθη αὐτὰ διὰ τῆς μαθήσεως. τρίτον σημαινόμενόν ἐστιν ὁ κατ’ ἐνέργειαν μόνως νοῦς, οἷός ἐστιν ὁ θύραθεν νοῦς ὁ τέλειος. ταῦτα τὰ τρία τοῦ νοῦ σημαινόμενα κατὰ τὸν Πλούταρχον. // Ἀμμώνιος δὲ ἀμφοτέρους ἐκάκισεν, Ἀλέξανδρόν τε καὶ Πλούταρχον, λέγων ὅτι ἀμφότεροι ἥμαρτον καὶ ἰδίαν καὶ κοινὴν ἁμαρτίαν. κοινὴν μὲν οὖν, ὅτι ἀμφότεροι τρίτον σημαινόμενον εἶπον τοῦ νοῦ3 τὸν θύραθεν κατ’ ἐνέργειαν νοῦν, ὅς ἐστιν ὡς λόγῳ εἰπεῖν ὁ θεός· οὔτε γάρ ἐστι νῦν Ἀριστοτέλει περὶ τοῦ θύραθεν νοῦ λόγος, ὅπου οὐ θεολογικὴν ἐνεστήσατο πραγματείαν, καὶ ἄλλως νῦν περὶ νοῦ ἐστιν ὁ λόγος, ὃς νοῦς μέρος ἐστὶ τῆς ψυχῆς.
因为如果它是物体,它就必定是某种混合,或是热或是冷,而混合并不能思考相似的混合;因此它将不能思考相似的混合,也就不再是“思考一切事物”的了。因为触觉也被说过不能感知同样冷或热的事物。但你为何〈不〉说它是寓于质料的形式且以身体为工具呢?然而如果它以身体为工具,它就不会思考这一工具,并且又将成为“不思考一切事物”的了。而即使它思考这一工具,它也将需要另一件工具,如此便至于无穷。此外,工具资助于它是其工具的那个主体;而身体却阻碍灵魂进行活动;因此身体不是灵魂的工具。既然这一点也已述及,承神相助,本讲的探讨至此圆满结束。 “关于灵魂用以认识和[理解]的那个部分”。由此不能得出普鲁塔克的论点,即所有灵魂都是一个具有多重潜能的单一实体。这一点之真实,由他把理性灵魂称为“灵魂的一个部分”所彰显。因为他现在是按如下方式说“部分”的:由于促成身体构成的因素很多,他说灵魂的这个部分,即理性灵魂,也是促成身体的因素之一。因为既然他假定灵魂既有不朽的又有可朽的,他又从何能谈论具有多重潜能的单一实体呢?然而对于同一实体而言,绝不可能一部分可朽而另一部分不朽。因此一方面可以针对此人这样说。 // 针对亚历山大也可以说:看他如何称理智为灵魂的一个部分;因此每当他说理智是永恒的,切莫说他指的是来自外部的理智;因为他指的是在我们之内的理智。须知理智在亚里士多德那里意味着三样事物。而这三样事物,阿佛洛狄西亚的亚历山大以一种方式叙述,普鲁塔克则以另一种方式叙述: // 亚历山大说理智的第一个含义是潜能中的理智,正如在儿童身上的理智;因为在儿童身上的是潜能中的理智。作为第二种含义,是按秉性的理智,正如在成年人身上的理智;因为成年人自此拥有关于事物的知识,便被称为拥有按秉性的理智。理智的第三个含义是现实态中的理智,即来自外部的、全备的理智,它非按秉性亦非在潜能中,以便它作为常处于现实态之物也是单一的,并统御万有。以上是按照亚历山大的理智的三种含义。 // 但普鲁塔克并不赞同这些,而是以别的方式叙述理智的各种含义。因为他说理智的第一种含义是按秉性的理智,正如存在于儿童身上的那种;因为普鲁塔克想要按照亚里士多德主张儿童拥有事物的理则且理性灵魂知晓一切事物,学习并非严格意义上的学习,而是回忆。因此缘故,他承认儿童身上的理智是按秉性的并拥有事物的理则,但他说道,他们对事物不知晓,是因为需要学习,而这一学习乃是回忆。理智的第二种含义是兼具秉性与现实态的理智,正如成年人身上的理智。因为在他们身上理智既按秉性又按现实态;因为它已经学习并认识了事物,并通过学习好比回忆起了它们。第三种含义是唯按现实态的理智,正如来自外部的完满理智。以上是按照普鲁塔克的理智的三种含义。 // 然而阿摩尼奥斯谴责了他们二人,即亚历山大和普鲁塔克,说他们二人都犯下了各自的错误和共同的错误。共同的错误在于,他们二人都把来自外部的现实态理智说成理智的第三种含义,简而言之这就是神;因为亚里士多德现在的讨论并非关于来自外部的理智,既然他并未着手进行神学专论,且此外现在的论述是关于作为灵魂一部分的理智。
- 3.94τὸ εἰπεῖν αὐτὸν ἓν μόριον τῆς ψυχῆς τὴν λογικήν
冠词附加不定式结构(τὸ εἰπεῖν),以宾格 αὐτόν(亚里士多德)作逻辑主语。动词 εἰπεῖν 带双宾格,τὴν λογικήν(理性灵魂)为直接宾语,ἓν μόριον τῆς ψυχῆς(灵魂的一个部分)作宾语补足语(谓词性宾格)。
- 3.94δεύτερον σημαινόμενον τοῦ δυνάμει ὁ καθ’ ἕξιν νοῦς
承接前句 πρῶτον σημαινόμενον ... τοῦ νοῦ τὸν δυνάμει νοῦν 的省略句。属格 τοῦ δυνάμει 或是受到前文 δυνάμει νοῦν 牵引而产生的不严整表达,或是表示“在潜能的[理智之后]”,句子的骨干结构为 δεύτερον σημαινόμενον [sc. ἐστι / λέγει] ὁ καθ’ ἕξιν νοῦς。
- 3.94κοινὴν μὲν οὖν, ὅτι ἀμφότεροι τρίτον σημαινόμενον εἶπον τοῦ νοῦ
承接前文 λέγων ὅτι ἀμφότεροι ἥμαρτον καὶ ἰδίαν καὶ κοινὴν ἁμαρτίαν,句首省略了 κοινὴν [sc. ἁμαρτίαν ἥμαρτον],其后跟有起同位语解释作用的名词性 ὅτι 从句,阐述共同错误的具体内容。
