- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:516.4-517.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯导引了《论灵魂》卷三第四章(429a10)关于理智的讨论,整理了理性灵魂的不朽性、理性与感觉的同异以及思考如何产生这三个探究论题,并通过受动的性质以及面对过度对象时的不同反应,论证了理智的非肉体性与永恒性。
" Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ, εἴτε χωριστοῦ ὄντος εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον,1 σκεπτέον, τίνα ἔχει διαφοράν, καὶ πῶς ποτε γίνεται τὸ νοεῖν." Μετὰ τὸ διακρῖναι τὴν ἄλογον ψυχὴν ἀπὸ τῆς λογικῆς νῦν ἔρχεται καὶ ἐπὶ τὸ διακρῖναι τὴν λογικὴν αὐτὴν ἀφ’ ἑαυτῆς. ἐπὶ τῆς λογικῆς τοίνυν τρία τινὰ ζητεῖ, πρῶτον μὲν εἰ φθαρτή ἐστιν ἢ ἄφθαρτος, δεύτερον δὲ διάκρισιν ποιεῖται τῆς λογικῆς ἀπὸ τῆς αἰσθήσεως. καὶ μὴ ἀπόρει πῶς ἄνω διακρίνας αἴσθησιν ἀπὸ λογικῆς ψυχῆς πάλιν τὸ αὐτὸ ποιεῖ νῦν· ἐπειδὴ γὰρ συμβάλλεται αὐτῷ ἡ διάκρισις αὕτη πρὸς τὸ δεῖξαι ὅτι ἀίδιός ἐστιν ἡ λογικὴ ψυχή, διὰ τοῦτο λέγει αὐτήν. εἶτα τρίτον κεφάλαιον ζητεῖ πῶς τὸ νοεῖν γίνεται· ἡ δὲ παροῦσα θεωρία τὰ δύο πρῶτα κεφάλαια ζητεῖ. ἄρχεται δὲ ἀπὸ τοῦ δευτέρου κεφαλαίου, τουτέστι τῆς διαφορᾶς λόγου καὶ αἰσθήσεως, διότι αὕτη συμβάλλεται καὶ ἐπιχειρήματος λόγον ἐπέχει2 πρὸς τὸ δεῖξαι ὅτι ἀίδιός ἐστιν ἡ λογικὴ ψυχή. θέλων δὲ κατεπείγουσαν ποιῆσαι τὴν διαφορὰν κοινωνίαν προλέγει λόγου καὶ αἰσθήσεως. καὶ μὴ ἀπόρει ὅτι πῶς ἄνω εἰπὼν τούτων κοινωνίαν καὶ νῦν τοῦτο λέγει· γνῶθι γὰρ ὅτι καὶ ἡ κοινωνία πρὸς τὸ δεῖξαι ἀθάνατον τὴν ψυχὴν συμβάλλεται. ἄρχεται οὖν ἐκ τῆς κοινωνίας λόγου καὶ αἰσθήσεως. καὶ πρώτην μὲν κοινωνίαν λέγει κατὰ τὸ ἄμφω δυνάμει εἶναι καὶ λόγον καὶ αἴσθησιν, καὶ ὅτι οὐδὲ ἡ ψυχὴ ἔχει λόγους τῶν νοητῶν (ἀγράφῳ γὰρ γραμματείῳ ἔοικε κατὰ τὸν Ἀριστοτέλην) οὔτε δὲ ἡ αἴσθησις ἔχει λόγους τῶν αἰσθητῶν, ἀλλὰ δέχονται τύπους καὶ εἴδη μόνον. ἡ γὰρ αἴσθησις οὐκ ἀντιλαμβάνεται τοῦ αἰσθητοῦ, ἀλλὰ τύπου τινὸς τοῦ αἰσθητοῦ· ἀτυχὴς γὰρ οὐσίας ἡ αἴσθησις·3 ἡ μέντοι λογικὴ ψυχὴ κἂν νοῇ οὐσίαν, ἀλλ’ οὖν ὅμως οὐδὲ αὐτὴ ἔχει τύπους τῶν νοητῶν. καὶ αὕτη πρώτη κοινωνία. δευτέρα κοινωνία· εἰ δυνάμει ἐστὶ καὶ ἡ λογικὴ ψυχὴ καὶ ἡ αἴσθησις, ἀλλ’ ἡ μὲν λογικὴ κατ’ ἐπιτηδειότητα, ἡ δὲ αἴσθησις καθ’ ἕξιν, πλὴν ὅμως ἄμφω δυνάμει, εἰ οὖν δυνάμει εἰσί, πάντως διὰ πάθους ἔρχονται εἰς ἐνέργειαν· κοινὸν ἄρα ἐν αὐταῖς τὸ πάσχειν. ἀλλ’ ἐπειδὴ τὸ πάσχειν φθαρτὴν ἐδείκνυε τὴν λογικὴν ψυχήν, διὰ τοῦτό φησιν ὅτι πάθος πάσχουσι τελειωτικόν, οὐ φθαρτικόν. οὐ γὰρ κατὰ τὴν οὐσίαν πάσχει, ἀλλὰ κατὰ τὴν ἐνέργειαν· ἡ γὰρ γνῶσις ἐνέργειά ἐστι τοῦ νοῦ, ἥτις μεταβάλλει ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. καὶ αὕτη ἐστὶν ἡ τρίτη κοινωνία, τὸ ἄμφω τελειωτικὰ ἔχειν πάθη. ἀλλ’ ἵνα καὶ ἐκ τῆς κοινωνίας μάθῃς τὸ ἀίδιον τῆς ψυχῆς, δεῖ εἰδέναι ὅτι ἡ ψυχὴ κυρίως μᾶλλον πάσχει τελειωτικὸν πάθος ἤπερ ἡ αἴσθησις. ἡ γὰρ αἴσθησις ἐκ τῶν ὑπερβολῶν φθείρεται, ἡ δὲ ψυχὴ μᾶλλον γυμνάζεται ἐκ τῶν ὑπερβολῶν. ᾧ δῆλον ὅτι ἀίδιός ἐστιν· οὐ γὰρ φθείρεταί ποτε. αὗται μὲν αἱ κοινωνίαι· διαφέρει δὲ ἡ αἴσθησις τῆς λογικῆς ψυχῆς, ὅτι ἡ μὲν αἴσθησις περὶ τὸ μᾶλλον αἰσθητὸν ἐνεργοῦσα ἀμβλυώττει περὶ τὰ ἥττω, ἡ μέντοι λογικὴ ψυχὴ περὶ τὰ μᾶλλον ἐνεργοῦσα πλέον ἐνεργεῖ περὶ τὰ ἥττω. οἷον ἐὰν ἴδῃ ἡ ὄψις ἄμετρον λευκὸν ἢ λαβυρινθῶδες σχῆμα, πάσχει ἐκ τούτων καὶ τοῦ ἥττονος λευκοῦ οὐκ ἀντιλαμβάνεται· ὁ μέντοι νοῦς κἂν περὶ μεγάλα ἐνεργήσῃ, γυμνάζεται ἐν αὐτοῖς καὶ μᾶλλον ἐνεργεῖ περὶ τὰ ἥττω. καὶ τίς ἡ αἰτία τούτου; ἐπειδὴ ἡ μὲν αἴσθησις δεῖται τοῦ σώματος καὶ ἄνευ αὐτοῦ οὐκ ἐνεργεῖ, καὶ ἐπειδὴ τοῦτο συγκρίνεται ἢ διακρίνεται ἐκ τῶν ὑπερβολῶν καὶ πάσχει, διὰ τοῦτο περὶ τὰ ἥττω οὐ δύναται ἐνεργῆσαι· ὁ μέντοι νοῦς οὐ δεῖται σώματος, ἵνα πάσχοντος ἐκείνου πάθῃ, ἀλλὰ γυμνάζεται περὶ τὰ κρείττω καὶ εὐχερῶς τὰ ἥττω καταλαμβάνει. καὶ τοῦτο δὲ ἀιδιότητα βοᾷ τῆς ψυχῆς· ὥστε καὶ ἐκ τῆς διαφορᾶς αἰσθήσεως καὶ τοῦ νοῦ ἐδείχθη τὸ ἀίδιον. δείξομεν δὲ καὶ ἰδικῷ ἐπιχειρήματι ὅτι ἀίδιός ἐστιν ἡ ψυχή, ὅπερ ἦν τὸ πρῶτον κεφάλαιον. εἰ πάντα νοεῖ ἡ ψυχή, ἀίδιός ἐστιν. οὔτε γὰρ σῶμα οὖσα δύναται πάντα νοεῖν οὔτε ἔνυλον εἶδος.
“关于灵魂用以认识和理解的那个部分,无论它在大小上是可分离的,还是在大小上不可分离而唯在定义上可分离,我们都必须考察它具有何种差异,以及思考究竟如何产生。” 在将无理性灵魂与理性灵魂区分开之后,现在他也进而将理性灵魂自身与自身区分开。关于理性灵魂,他探究三个问题:首先是它是可朽的还是不朽的,其次他作出理性灵魂与感觉的区分。不要疑惑为何他在上文中既然已将感觉从理性灵魂中区分出来,现在又做同样的事;因为这一区分有助于他证明理性灵魂是永恒的,所以他才陈述它。随后作为第三个要点,他探究思考是如何产生的;而本讲的探讨所探究的是前两个要点。但他从第二个要点开始,即理性与感觉的差异,因为这一差异有助于并充当了证明理性灵魂是永恒的论证。然而,为了使这一差异显得切要,他预先叙述了理性与感觉的共通之处。也不要疑惑为何他在上文已经讲述了它们的共通之处,现在又说这个;因为须知共通之处也有助于证明灵魂是不朽的。于是他从理性与感觉的共通之处开始。作为第一个共通之处,他说理性和感觉二者都在潜能中,灵魂既不拥有可理解事物的理则(因为按照亚里士多德,它好比一块未书写的字板),感觉也不拥有可感觉事物的理则,而仅仅接受印模和形式。因为感觉并不把握可感觉对象本身,而是把握可感觉对象的某种印模;因为感觉与实体无缘;然而理性灵魂纵使思考实体,但它自身同样也不拥有可理解事物的印模。这是第一个共通之处。第二个共通之处:如果理性灵魂与感觉二者都在潜能中——尽管理性灵魂是按适应性处于潜能,而感觉是按秉性处于潜能,但二者毕竟都在潜能中——如果它们都在潜能中,就必定通过遭受某种受动而进入现实态;因此遭受受动对它们而言是相通的。但由于遭受受动会显示出理性灵魂是可朽的,为此缘故他说,它们所遭受的是成全性的受动,而不是毁灭性的受动。因为灵魂并非就其实体受动,而是就其活动受动;因为认识乃是理智的活动,它从潜能转变为现实态。而这就是第三个共通之处,即二者都具有成全性的受动。但为了让你从共通之处也能明了灵魂的永恒性,必须知道,灵魂比感觉更严格、更本真地遭受成全性的受动。因为感觉会被过度的事物所摧毁,而灵魂反而会被过度的事物所磨砺。由此显然它是永恒的;因为它从未遭受摧毁。以上是共通之处。感觉与理性灵魂的区别则在于,感觉在对较强烈的可感觉对象活动时,会对较弱的对象变得迟钝,然而理性灵魂在对较强的事物活动时,对较弱小的事物反而活动得更强。例如,若视觉看到过度的白色或迷宫般的形状,便会遭受其损折而不能把握较弱的白色;然而理智哪怕活动于伟大事物,也能在其中受到磨砺,并且对较小的事物活动得更佳。此事的原因为何?这是因为感觉需要身体,没有身体就不能活动,并且由于身体因过度的事物而发生凝聚或瓦解并受到损折,所以感觉无法对较弱的事物活动;然而理智不需要身体,因而不会在它〔身体〕受损时受损,而是在更卓越的事物中受到磨砺,并且轻易地把握较弱小的事物。这也彰显了灵魂的永恒性;因此由感觉与理智的差异也证明了其永恒性。我们还将以一条特有的论证证明灵魂是永恒的,这便是第一个要点。如果灵魂能够思考一切事物,它便是永恒的。因为〔它〕作为物体既不能思考一切事物,作为寓于质料的形式也不能思考一切事物。
- 3.94εἴτε χωριστοῦ ὄντος εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον
由条件连词 εἴτε... εἴτε 引导的状语分词结构。属格分词 ὄντος(及表语 χωριστοῦ)与前文的属格名词 τοῦ μορίου(τῆς ψυχῆς)一致,表达了理智部分究竟是在空间广延(μέγεθος)上可分离,还是仅在概念/定义(λόγον)上可分离这一选择性条件。
- 3.94ἐπιχειρήματος λόγον ἐπέχει
短语 λόγον ἐπέχει 是表示“充当……的角色/相当于……”的习惯用法,与属格 ἐπιχειρήματος 连用,意为“充当论证/推论的功能”。
- 3.94ἀτυχὴς γὰρ οὐσίας ἡ αἴσθησις
形容词 ἀτυχής 支配属格名词 οὐσίας 作为补足语,构成表示分离或匮乏的属格(夺格性属格),意为“与实体无缘”或“缺乏实体”。指感觉无法把握事物的本质或实体本身,而只能接受印模。
