← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§514.13-516.3

想象与感觉的区别及依从想象行动之由

斐洛庞奴斯注解《论灵魂》428b25–429a7,阐明作为现实态感觉所产生的运动的想象如何在有别于感觉的同时在真假上与之对应,随后结合普鲁塔克的学说讨论了想象的词源以及动物与人按照想象行动的原因(缺乏理智,或理智因疾病与醉酒而被遮蔽)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.89

" Ἡ δὲ κίνησις ἡ ὑπὸ τῆς ἐνεργείας γινομένη διοίσει τῆς αἰσθήσεως." Ἐντεῦθεν τὸ δεύτερον κοινὸν λέγει αἰσθήσεως καὶ φαντασίας. ἀναγνωστέον δὲ τὸν λόγον ἐν ὑπερβατῷ.1 ἡ κίνησις, φησίν, ἡ γινομένη ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, τουτέστιν ἡ φαντασία, ἥτις ἀπὸ τούτων τῶν εἰρημένων τριῶν αἰσθήσεων διεγείρεται, τῆς τε τῶν ἰδίων καὶ τῆς κατὰ συμβεβηκὸς καὶ τῆς τῶν κοινῶν, αὕτη οὖν, φησίν, ἡ φαντασία διοίσει τῶν αἰσθήσεων πασῶν ἀφ’ ὧν γέγονεν, εἴπερ ἐναργές ἐστιν ἕτερον εἶναι τὸ πάντως παρόντος τοῦ αἰσθητοῦ γινόμενον τοῦ ποτὲ καὶ ἀπόντος. ἔχει μέντοι, φησί, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀνάλογον ταῖς αἰσθήσεσιν. ὥσπερ γὰρ ἐπὶ ἐκείνων ἡ πρώτη ῥηθεῖσα, τουτέστιν ἡ τῶν ἰδίων αἰσθητῶν, ἀληθὴς ἦν, οὕτω καὶ ἡ φαντασία παρούσης μάλιστα τῆς τοιαύτης αἰσθήσεως ἀληθὴς ἂν εἴη· ὥσπερ δὲ αἱ λειπόμεναι δύο αἰσθήσεις, ἥ τε τῶν κατὰ συμβεβηκὸς καὶ ἡ τῶν κοινῶν, ποτὲ μὲν ἀληθεῖς ἦσαν ποτὲ δὲ ψευδεῖς, οὕτως ἂν ἔχοιεν καὶ αἱ ἀπ’ αὐτῶν φαντασίαι, εἴτε εἶεν παροῦσαι αἱ αἰσθήσεις εἴτε μή.

“但由现实态产生的运动将有别于感觉。” 从这里他叙述感觉与想象的第二个相通之处。此段文句必须按倒置(hyperbaton)来读。他说,由现实态的感觉所产生的运动,即想象——它是由上述三种感觉,即固有对象的、偶性对象的以及共同对象的感觉所激发的——这种想象,他说,将有别于产生它的所有感觉,因为显而易见,在可感觉对象完全在场时产生的事物,与在可感觉对象有时也缺席时产生的事物是不同的。然而他说,它在真与假上是与诸感觉相对应的。因为正如在那些感觉中,首先提到的那类,即固有可感觉对象的感觉是真的一样,当此类感觉在场时,想象也尤其会是真的;但正如剩下的两种感觉,即偶性对象的感觉和共同对象的感觉,有时为真有时为假那样,由它们产生的想象也将如此,无论那些感觉是否在场。

§3.90

"Καὶ ἡ μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής." Ἐκ τούτου τοῦ ῥητοῦ συνάγων ὁ Θεμίστιος εἶπεν ὅτι ἅμα τῇ αἰσθήσει ἡ φαντασία ἐνεργεῖ, ἐπειδὴ λέγει παρούσης τῆς αἰσθήσεως ἀληθεύειν τὴν φαντασίαν. εἰ οὖν μηδὲν ἄλλο ἔχει τὰ εἰρημένα, τουτέστι πλὴν φαντασίας, ἡ δὲ φαντασία ἐστὶν ἡ ἔχουσα τὰ λεχθέντα, ἅτινα καὶ τὴν οὐσίαν αὐτῆς συμπληροῦσι, λέγω δὴ τὸν ὁρισμόν, δῆλον ὅτι φαντασία ἐστὶ κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινομένη. καὶ σκόπει ποῦ ὡρίσατο τὴν φαντασίαν τοσαῦτα μεταξὺ εἰπών.

“并且第一种在感觉在场时是真实的。” 特米斯提乌斯根据这句话得出推论说,想象与感觉同时活动,因为他[亚里士多德]说当感觉在场时想象是真实的。因此,如果所说的事情不属于任何其他事物(即唯独属于想象),而想象正是拥有上述所言之物、且这些构成了它的本质(我是指它的定义),那么很显然,想象是由现实态的感觉所产生的运动。请看他在中间说了这么多话之后,是在何处定义想象的。

§3.91

"Ἐπεὶ δ’ ἡ ὄψις μάλιστα αἴσθησις." Ἐντεῦθεν τὴν ἐτυμολογίαν τῆς φαντασίας βούλεται εἰπεῖν.

“由于视觉是最主要的感觉。” 从这里起他打算讲述想象的词源。

§3.92

"Πολλὰ κατ’ αὐτὰς πράττει τὰ ζῷα." Εἰπὼν διὰ τί λέγεται φαντασία καὶ ἐτυμολογήσας τὸ ὄνομα νυνὶ βούλεται εἰπεῖν καὶ διὰ τί ἐδόθη ἡμῖν. τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἷον τὰ θηρία. ἰστέον ὅτι ὅπερ ἐστὶν ἐν ἡμῖν νοῦς, τοῦτο τοῖς ἀλόγοις ἐστὶ φαντασία. ἡμεῖς γὰρ τῶν αἰσθητῶν ἀφιστάμενοι κατὰ νοῦν ἐνεργοῦμεν, τὰ δὲ ἄλογα κατὰ φαντασίαν. τὰ μὲν γὰρ αἰσθητὰ ταχέως χωρίζεται, νοῦς δὲ καὶ φαντασία ἀεί ἐστιν ἐν τοῖς ἔχουσιν. τὴν δὲ φαντασίαν διττὴν οἴεται Πλούταρχος· καὶ τὸ μὲν πέρας αὐτῆς τὸ ἐπὶ τὰ ἄνω, ἤγουν ἡ ἀρχὴ αὐτῆς, πέρας ἐστὶ τοῦ διανοητικοῦ, τὸ δὲ ἄλλο πέρας αὐτῆς κορυφή ἐστι τῶν αἰσθήσεων. ἡ μὲν οὖν φαντασία τῷ νῷ καὶ τῇ διανοίᾳ οὐδὲν συμβάλλεται, ἀλλὰ καὶ τοὐναντίον ἀπὸ τοῦ νοῦ καὶ τῆς διανοίας ἀνακαθαίρεται, καὶ τὸ ἀτελὲς αὐτῆς ὑπὸ τούτων τελειοῦται, ἀλλὰ καὶ ἄγεται ὑπὸ τούτων εἰς ἀλήθειαν, καθ’ ὅσον πέφυκεν ἔχειν ἀλήθειαν. ὅθεν ἡ φαντασία καὶ πανταχοῦ παρέπεσθαι βούλεται καὶ συγκινεῖσθαι, λόγου καὶ ἀληθείας μεταλαβεῖν βουλομένη. ὁ δὲ θαυμάσιος Πλούταρχος καὶ καλὸν αὐτῆς εἶπε παράδειγμα, ὅθεν καὶ ἄξιον αὐτὸ εἰπεῖν. φησὶ γὰρ ὅτι ὥσπερ εἰσὶ δύο γραμμαὶ καθ’ ἓν σημεῖον ἀλλήλων ἁπτόμεναι, οὕτω τὸ ἄνω μέρος τῆς φαντασίας τὸ συναπτόμενον τῷ διανοητικῷ ἐστιν. ὥσπερ γὰρ ἐκεῖνο τὸ σημεῖον καὶ ταὐτόν ἐστι καὶ ἕτερον, ταὐτὸν μὲν ὡς ἕν, ἕτερον δὲ διότι καὶ μετὰ τῆς ἄνω δύναται λαμβάνεσθαι εὐθείας καὶ μετὰ τῆς κάτω, οὕτω καὶ ἡ φαντασία δύναται καὶ ὡς ἓν καὶ ὡς δύο λαμβάνεσθαι, διότι τῶν μὲν αἰσθητῶν τὸ διῃρημένον εἰς ἓν συναθροίζει, τῶν δὲ θείων τὸ ἁπλοῦν καὶ ὡς ἄν τις εἴποι ἑνιαῖον εἰς τύπους τινὰς καὶ μορφὰς διαφόρους ἀναμάττεται.2

“动物按照它们作出许多行为。” 在讲完为何称为想象并为该词给出词源之后,现在他也打算讲述为何它被赋予了我们。“有些是由于没有理智,例如野兽。”应当知道,在我们之中是理智的东西,在无理性动物中就是想象。因为我们脱离可感觉对象后按照理智活动,而无理性动物则按照想象活动。因为可感觉对象很快离去,但理智和想象对于拥有它们的存在者而言则是始终存在的。普鲁塔克认为想象具有双重性格:它的向上极限,即它的开端,是推理性认识的极限,而它的另一极限则是诸感觉的顶峰。因此,想象对理智和思考没有任何贡献,反而受到理智和思考的净化,其不完全之处被它们所完善,甚至被它们引向真实,只要它本性上能够具有真实。所以想象在任何地方都愿意紧随它们并与之共同运动,渴望分享道理与真理。而令人赞叹的普鲁塔克还为它提出了一个极好的比喻,因而值得在此提及。他说,正如两条线在一个点上彼此相接,想象与推理性认识相接的上部也是如此。因为正如那个点既是同一个又是相异的——就其为一而言是同一个,而因为它既可以与上面的直线结合考虑又可以与下面的结合考虑而又是相异的——同样,想象也可以既作为一又作为二来考虑,因为它一方面将可感觉对象的被分割之物聚集为一,另一方面又将神圣事物的单纯且可以说单一的本质,模印成某些印迹和多样的形态。

§3.93

"Τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν." Καλῶς εἶπεν ἐπικαλύπτεσθαι· ἀεὶ γάρ ἐστιν ἐν ἡμῖν ὁ νοῦς καὶ ἐνεργεῖ, κρύπτεται δὲ ἐνίοτε διὰ νόσον ἢ θυμὸν ἢ μέθην. ταῦτα γὰρ ἀντιφράττουσιν αὐτὸν πρὸς τὸ μὴ γινώσκεσθαι αὐτοῦ τότε τὴν ἐνέργειαν. εἰ δὲ ταῦτα οὕτως, δῆλός ἐστιν ἀθάνατον δοξάζων τὴν λογικὴν ψυχήν. οὐ γὰρ εἶπεν αὐτὴν πάσχειν ἐν τῇ παραφροσύνῃ, ἀλλ’ ἐπικαλύπτεσθαι. ἐν οἷς τὸ δεύτερον τμῆμα καὶ ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“另一些则是由于理智被遮盖。” 他恰当地说了“被遮盖”;因为理智始终存在于我们之中并活动着,但有时会因疾病、愤怒或酩酊而被隐匿。因为这些阻隔了理智,使得它的活动在当时无法被认识到。如果这些事情是如此,那么显然他主张理性灵魂是不朽的。因为他并未说灵魂在癫狂中遭受损伤,而是说它被遮盖。至此,第二部分与本讲在神相助下圆满结束。

语法注2 条
  1. 3.89ἀναγνωστέον δὲ τὸν λόγον ἐν ὑπερβατῷ

    指亚里士多德原文 ἡ δὲ κίνησις ἡ ὑπὸ τῆς ἐνεργείας γινομένη διοίσει τῆς αἰσθήσεως 的句法结构:位于句末的 τῆς αἰσθήσεως 既可作为与 διοίσει 搭配的离格属格(“有别于感觉”),在语义上又与介词短语 ὑπὸ τῆς ἐνεργείας 相关联(“由[感觉的]活动所产生”)。斐洛庞奴斯将其判定为语序倒置(hyperbaton),并重构为“由现实态的感觉所产生的运动(ἡ κίνησις ἡ γινομένη ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως)”,从而澄清句子的主干关系。

  2. 3.92τῶν μὲν αἰσθητῶν τὸ διῃρημένον εἰς ἓν συναθροίζει, τῶν δὲ θείων τὸ ἁπλοῦν καὶ ὡς ἄν τις εἴποι ἑνιαῖον εἰς τύπους τινὰς καὶ μορφὰς διαφόρους ἀναμάττεται

    τῶν μὲν αἰσθητῶν 与 τῶν δὲ θείων 分别修饰名词化中性词组 τὸ διῃρημένον 和 τὸ ἁπλοῦν,作部分属格(partitive genitive)。动词 ἀναμάττεται 为中动态,意为“摹印”、“刻画”,表示想象将上方理智界单纯如一的本质在自身中重塑为多样形式的运作。整句的主语承前为 ἡ φαντασία。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:514.13-516.3