- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:512.21-514.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《论灵魂》428b12–22的注疏。斐洛庞奴斯探讨了想象产生的知觉前提条件、想象与知觉的相似性及相通点(真伪性及其对行动的作用),并阐述了关于三类可感觉对象(固有、偶性与共同对象)的感觉真伪程度。
" Ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησίς ἐστιν.1" Δεῖ, φησίν, αἰσθάνεσθαι καὶ οὕτω φαντάζεσθαι· οἱ γὰρ ἐξ ἀρχῆς πηροὶ οὐ φαντάζονται· διὸ εἶπεν αἰσθανομένοις. διὰ τί δὲ εἶπε καὶ ὧν ἐστιν αἴσθησις; διὰ τοὺς μὴ ἐκ γενετῆς μὲν τυφλούς, ἀποβαλόντας δὲ τὴν ὅρασιν περὶ τὸ δεύτερον ἔτος, πρὶν φαντασθῶσι· καὶ οὗτοι γὰρ οὐ δύνανται φαντάζεσθαι περὶ χρωμάτων. καὶ οἷς οὖν ἐστιν αἴσθησις, ἐὰν ἐξ ἀρχῆς ταύτην ἀποβάλωνται, οὐ φαντάζονται· ὥστε οὖν περὶ τῶν μὴ ὑποπιπτόντων ἡμῖν διὰ τῶν αἰσθήσεων οὐκ ἔστι φαντάζεσθαι.
“但[想象属于]感觉着的存在者,且关涉有感觉成立的事物。” 他说,必须先感觉,才能如此产生想象;因为从一开始就有残缺的人是没有想象的;所以他说“属于感觉着的存在者”。那么他为什么说“且关涉有感觉成立的事物”呢?这是因为那些并非天生盲目、而是在两岁左右即在形成表象之前丧失视力的人;因为这些人也不能就颜色产生想象。因此,即使对于拥有感觉的人而言,如果他们从一开始就丧失了感觉,他们也不会产生想象;所以结果是,对于不通过感觉落在我们之下的事物,是不可能产生想象的。
"Καὶ ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει." Ἐντεῦθέν ἐστι τὸ δεύτερον κεφάλαιον, ἐν ᾧ τὰς κοινωνίας ἡμῖν λέγει φαντασίας καὶ αἰσθήσεως μήπω ὁρισάμενος τί ἐστι φαντασία· ὅθεν ἀνατρέχει πάλιν καὶ ὁρίζεται αὐτήν, καὶ εἶθ’ οὕτω πλατύτερον λέγει πάλιν τὴν κοινωνίαν. νῦν οὖν φησιν ὅτι ἀνάγκη τὴν φαντασίαν ὁμοίαν εἶναι τῇ αἰσθήσει, διότι οὐ δυνατὸν ἄνευ αἰσθήσεως γίνεσθαι τὴν περὶ τὰ αἰσθητὰ φαντασίαν. καλῶς δὲ πρόσκειται τὸ ἐνδεχομένη, ἵνα μή τις νομίσῃ ὅτι ἐνδεχομένως χωρὶς αἰσθήσεως [οὐκ] ἔστι φαντασθῆναι·2 ἐξ ἀνάγκης γὰρ ἕπεται τοῦτο. καὶ πολλὰ κατ’ αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον. καλῶς εἶπε τὸ πολλά· οὐ γὰρ πάντα κατὰ φαντασίαν ποιεῖ, ἀλλὰ τὰ ἔχοντα αὐτὴν ἄνευ λόγου κατ’ αὐτὴν ποιεῖ, οἷον μύρμηκες κατ’ αὐτὴν ὁρμῶσιν συνάξαι τροφήν. ἀλλὰ μὴν οὐδὲ πάσχομεν πάντοτε κατὰ φαντασίαν. ἔνθα γὰρ συνουσιάζοντες ἐκκρίνομεν σπέρμα μηδὲν προφαντασθέντες, ὡς ἐν ὕπνοις ποτὲ ἡμῖν συμβαίνει, τότε οὐχ ὑπὸ φαντασίας πάσχομεν. καλῶς οὖν εἶπεν ὅτι οὔτε ποιοῦμεν οὔτε πάσχομεν πάντα κατὰ φαντασίαν. καὶ ὅρα ὅτι πρὶν πληρῶσαι τὴν κοινωνίαν τί ἐστι τὸ τέλος τῆς φαντασίας διεξέρχεται. καὶ εἶναι καὶ ἀληθῆ καὶ ψευδῆ. ἐπὶ τὴν κοινωνίαν πάλιν ὑπέστρεψε. φησὶν οὖν ὅτι κοινωνοῦσιν αἴσθησις καὶ φαντασία κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι. τοῦτο δὲ τὸ κοινωνεῖν συμβαίνει αὐταῖς διὰ τὸ ἔχειν τὰ αὐτὰ αἰσθητὰ καὶ ὁμοίως αὐτῶν ἀντιλαμβάνεσθαι.
“而且这[想象]必然与感觉相似。” 从这里开始是第二个论题,在其中他尚未定义想象是什么,就向我们讲述想象与感觉的相通之处;由此他又回溯并定义了想象,随后依此方式再次更广泛地讲述相通之处。现在他说,想象必然与感觉相似,因为没有感觉,就不可能产生关于可感觉对象的想象。而“可能”这一用词被恰当地附加进来,以免有人认为没有感觉偶然有可能[或不可能]产生表象;因为这是必然伴随而来的。“而且拥有它者按照它作出并遭受许多事情”。他恰当地说了“许多事情”;因为拥有它者并非按照想象做出一切事情,而是没有理性而拥有想象的事物才按照想象行动,例如蚂蚁按照想象出发采集食物。然而,我们绝非总是按照想象遭受事情。因为当我们在交媾中并未预先产生任何想象而排出精液时,正如我们在睡梦中有时所发生的那样,那时我们并不是在想象的作用下遭受的。因此,他恰当地指出我们既非按照想象做一切事,也非按照想象遭受一切事。请注意,在结束相通之处前,他详细探讨了想象的目的究竟是什么。“而且[既是]真的也是假的”。他又回到了相通之处。因此他说,感觉和想象在为真与为假上具有相通性。而这种相通性的发生,是由于它们拥有相同的可感觉对象,并以类似的方式把握它们。
"Ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν ἢ ὅτι ὀλίγιστον ἔχουσα τὸ ψεῦδος." Νῦν ἀσφαλέστερον εἶπε τοῦ ἄνω εἰρημένου. ἄνω μὲν γὰρ εἶπεν ὅτι ἡ αἴσθησις οὐδὲ ὅλως ψεύδεται περὶ τὰ ἴδια αἰσθητά, ἐνταῦθα δὲ λέγει ὅτι ποτὲ καὶ ψεύδεται. διὰ τί δὲ ὀλίγον λέγει ἔχειν ψεῦδος τὴν αἴσθησιν περὶ τὰ ἴδια αἰσθητά; διὰ τὴν σμικρότητα αὐτῶν· ῥανίδα γὰρ μέλανος συμμιγῆ οὖσαν πολλῷ λευκῷ οὐ δύναται διακρῖναι.
“感觉对自身固有的对象是真实的,或者具有极微少的虚假。” 现在他的说法比上面所说的更为谨慎。因为在上面他说感觉对固有的可感觉对象全然不产生虚假,而在这里他却说有时也会产生虚假。那么他为什么说感觉对于固有的可感觉对象具有微少的虚假呢?这是由于它们的微小;因为与大量白色混在一起的一滴黑色,[视觉]是无法分辨的。
"Δεύτερον δὲ τοῦ συμβεβηκέναι ταῦτα,3 κἀνταῦθα ἤδη ἐνδέχεται διαψεύδεσθαι." Δεύτερα αἰσθητά, φησίν, ἐστὶν τὰ κατὰ συμβεβηκός. καὶ ἀποροῦμεν, εἰ κατὰ συμβεβηκὸς αἰσθητὰ λέγομεν εἶναι τὰς οὐσίας, πῶς φαμεν αὐτὰς συμβεβηκέναι οὐσίας οὔσας. λέγομεν ὅτι οὐδὲν ἄτοπον· ᾧ γὰρ τρόπῳ λέγομεν συμβεβηκέναι τῷ δεσπότῃ ἀνθρώπῳ εἶναι,4 τούτῳ τῷ τρόπῳ λέγομεν καὶ νῦν τὴν οὐσίαν συμβεβηκέναι τοῖς χρώμασιν. ἰδοὺ γὰρ ἐκεῖ τὸν ἄνθρωπον οὐσίαν ὄντα συμβεβηκέναι λέγομεν τῷ δεσπότῃ, συμβεβηκότι ὄντι, παρὰ φύσιν κατηγορήσαντες. κἀνταῦθα δὲ εἶπεν ἀντὶ τοῦ καὶ ἐν τῇ φαντασίᾳ· καὶ ἐν αὐτῇ γάρ ἐστι κατὰ συμβεβηκὸς αἰσθητά.
“第二,关于这些事物附随,在此处便已经可能被欺骗。” 他说,第二类可感觉对象是偶性可感觉对象。我们提出疑问:如果我们说实体是偶性可感觉对象,那么既然它们是实体,我们如何说它们“附随”呢?我们说:这并无悖理之处。因为正如我们说“作为人附随于主人”那样,以同样的方式我们现在也说实体附随于颜色。你看,在那里,尽管人是实体,我们却在非本然的谓述中说他附属于主人这一偶性。而他说“在此处”,则是用来代替“也在想象中”;因为在想象中同样存在着偶性可感觉对象。
"Ὅτι μὲν γὰρ λευκόν, οὐ διαψεύδεται· εἰ δὲ τοῦτο τὸ λευκὸν ἢ ἄλλο, ψεύδεται." Ἐνταῦθα πάλιν περὶ τῆς αἰσθήσεως διαλέγεται. ὅτι μὲν γὰρ λευκόν ἐστιν, οἶδεν ἡ ὄψις· ἴδιον γὰρ αἰσθητὸν ὄψεως τὸ λευκόν, περὶ δὲ τὰ ἴδια αἰσθητὰ ὡς ἐπίπαν ἀληθεύει· τίνος δέ ἐστι τοῦτο τὸ λευκόν, οἷον ποίας ἀτόμου οὐσίας, ἆρα τῆς Κλέωνος ἢ τῆς Ἀλκιβιάδου, ψεύδεται· οὔτε γὰρ οἶδε τοῦτο τὸ λευκὸν εἰ Κλέωνός ἐστιν, εἰ καὶ οἶδεν ὅτι ἁπλῶς λευκόν ἐστι.
“因为对它是白色的,并不受欺骗;但对于这个白的事物是此物还是彼物,则产生虚假。” 在这里他又讨论感觉。因为对于它是白色的,视觉是知道的;因为白色是视觉固有的可感觉对象,而关于固有的可感觉对象它大体上是真实的;但这个白的事物属于谁,例如属于哪一个个体实体,究竟是属于克里昂还是属于阿尔喀比亚德,它就会产生虚假;因为即使它知道它单纯是白色的,它也不知道这个白色是否属于克里昂。
"Τρίτον δὲ τῶν κοινῶν καὶ ἑπομένων τοῖς συμβεβηκόσιν, οἷς ὑπάρχει τὰ ἴδια." Τρίτον, φησίν, αἰσθητόν ἐστι τὰ κοινὰ αἰσθητά. εἶτα βουλόμενος σαφηνίσαι ποῖα λέγει κοινὰ αἰσθητά, φησὶ τὰ ἑπόμενα τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς, ἐν οἷς καὶ τὰ ἴδια ὑπάρχει. κατὰ συμβεβηκὸς γὰρ ἐλέγομεν αἰσθητὰ εἶναι τὰς ἀτόμους οὐσίας· ἐν τῇ ἀτόμῳ δέ ἐστιν οὐσίᾳ κίνησις, μέγεθος καὶ τὰ ἄλλα κοινὰ αἰσθητά, ὥσπερ καὶ τὰ ἴδια· χρῶμα γὰρ ἐν ἀτόμῳ οὐσίᾳ.
“第三,是关于共同对象,即伴随那些固有对象所属的附随对象的对象。” 他说,第三类可感觉对象是共同可感觉对象。随后,他为了阐明他所说的共同可感觉对象是何种事物,便说是伴随着偶性可感觉对象的事物,而固有的对象也存在于这些偶性对象之中。因为我们曾经说过个体实体是偶性可感觉对象;而在个体实体中存在着运动、大小以及其他共同可感觉对象,正如固有对象也存在其中一样;因为颜色正是存在于个体实体之中的。
- 3.83Ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησίς ἐστιν
亚里士多德原文(428b12)的句法。谓语动词在此省略,需根据上文补出“想象[属于]”。αἰσθανομένοις 为表示领有/关涉的与格(“属于正在感知者”),而后半句 ὧν αἴσθησίς ἐστιν 中的关系代词 ὧν 是依附于 αἴσθησις 的宾格性属格(“关于那些其感觉成立的事物”),指代可感觉对象。
- 3.84ἐνδεχομένως χωρὶς αἰσθήσεως [οὐκ] ἔστι φαντασθῆναι
文本对勘与句法。底本中带有方括号的 [οὐκ] 影响 ἵνα μή τις νομίσῃ 之后的意义。若删去 οὐκ,意思为“以免有人认为无感觉而产生想象是偶然可能的”;若保留 οὐκ,则为“以免有人认为无感觉而产生表象是偶然不可能的”。无论何种读法,其逻辑均由随后的 ἐξ ἀνάγκης γὰρ ἕπεται τοῦτο 说明:想象对感觉的依赖是必然的,而非偶然的。
- 3.86τοῦ συμβεβηκέναι ταῦτα
引文(428b19)中带冠词属格不定词的句法。该属格句承接上文 428b18 的 Ἡ αἴσθησις τῶν μὲν ἰδίων...,表示感觉的第二类对象(偶性可感觉对象)。ταῦτα 为不定词 συμβεβηκέναι 的主格性宾格:“[感觉关涉]这些事物附随发生”。斐洛庞奴斯将其解释为实体作为非本然谓项而偶性地从属于颜色等性质。
- 3.86συμβεβηκέναι τῷ δεσπότῃ ἀνθρώπῳ εἶναι
动词 συμβεβηκέναι 支配与格 τῷ δεσπότῃ 与不定词短语 ἀνθρώπῳ εἶναι 的句法。表语名词 ἄνθρωπος 被同化为与格 ἀνθρώπῳ,与 τῷ δεσπότῃ 一致:“作为人附属于主人”。这用来阐释一种非本然的谓述,即作为实体的“人”被反常地述说为偶性“主人”的附随属性。
