- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:511.2-512.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过驳斥关于共同与偶性可感觉对象辨识错误的质疑,终结了第二个论题,随后探讨了“想象”的词源及其赐予非理性与理性存在的目的。接着他进入引文注解,将想象的产生解释为从可感觉对象推动感觉、再由感觉推动想象的运动传递过程。
ἰδοὺ γὰρ λέγομεν τὴν σελήνην ἐν κριῷ εἶναι ἢ ταύρῳ· ἐν ἄλλῃ δὲ σφαίρᾳ ἐστὶ τῇ ἀπλανεῖ ὁ κριὸς καὶ ἐν ἄλλῃ ἡ σελήνη. καὶ περὶ σχῆμα δὲ ἁμαρτάνομεν καὶ μέγεθος· τὰ γὰρ μακρόθεν τετράγωνα καὶ μεγάλα μικρὰ νομίζομεν εἶναι καὶ στρογγύλα διὰ τὰς γωνίας μὴ φαίνεσθαι. ἀλλ’ ἐρεῖ τις ὅτι ὅσον ἐπὶ τούτῳ1 οὐδὲ τὰ κατὰ συμβεβηκὸς ἔστι γνῶναι. εἰ γὰρ λέγεις διὰ μῆκος τὰ κοινὰ μὴ δύνασθαι εἰδέναι, οὐδὲ τὰ κατὰ συμβεβηκὸς διὰ μῆκος ὁραθήσεται. ὅτι μὲν γὰρ ὁ πόρρωθεν προσιὼν λευκός ἐστιν, ἴσμεν, ὅτι δὲ Θεαίτητος ἢ Σωκράτης, οὐκ ἴσμεν. πρὸς ὃ ἔστιν εἰπεῖν ὅτι τὰ κατὰ συμβεβηκὸς διὰ μῆκος μόνον οὐχ ὁρᾶται, τὰ μέντοι κοινὰ οὐδὲ ἐκ τοῦ ἐγγὺς ὡς ἔστιν ὁρᾶται. ἰδοὺ γὰρ τὸν ἠρτημένον κάλων κυκλοτερῆ ὄντα κατὰ κάθετον θεασάμενοι νομίζομεν τοῦτον κατ’ εὐθὺ ἐκτετάσθαι. καὶ ἐν γραφῇ δὲ ὁρῶμεν τὰ μὲν λευκὰ ἐξέχοντα, τὰ δὲ μέλανα ὡς ἐγκεκολαμμένα· διὸ καὶ τοὺς μαζοὺς λευκοὺς ποιοῦσι· τούτου δὲ τὸ σχῆμα αἴτιον. λέλυται οὖν καὶ τοῦτο. ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται κεφάλαιον. Τρίτον κεφάλαιόν ἐστιν ἐν ᾧ ζητοῦμεν, διὰ τί φαντασία ἐκλήθη· ἐπειδὴ στάσις ἐστὶν ἐν τῇ φαντασίᾳ τῶν αἰσθητῶν· διὰ οὖν τὸ εἶναι αὐτὴν τῶν φανθέντων στάσιν, διὰ τοῦτο λέγεται φαντασία. φανθέντα δὲ λέγει πάντα τὰ φανερωθέντα αἰσθητά· πασῶν μὲν γὰρ τῶν αἰσθήσεων τοὺς τύπους δέχεται, ἀλλ’ ἐπειδὴ πασῶν ἡ ὄψις κρείττων, διὰ τοῦτο ἐκ τοῦ ὑποκειμένου αὐτῇ τοῦ φωτὸς ὠνομάσθη· ἐκ τοῦ φάους γὰρ ὠνόμασται φαντασία. ἐν οἷς καὶ τὸ τρίτον πληροῦται κεφάλαιον. Τέταρτόν ἐστι καὶ τελευταῖον τῆς θεωρίας κεφάλαιον ἐν ᾧ ζητοῦμεν, διὰ τί ἡμῖν ἡ φαντασία δεδώρηται καὶ τί τὸ τέλος αὐτῆς. δεῖ τοίνυν εἰδέναι, ὅτι ἀλόγοις μὲν δεδώρηται ἢ διὰ τὸ ἔχειν αὐτὰ τὸ ἀναλογοῦν λόγῳ ἢ διὰ τὸ πορίζεσθαι αὐτὰ διὰ ταύτης τροφήν· κατὰ φαντασίαν γὰρ ἐνεργοῦντες οἱ μύρμηκες προθησαυρίζουσιν ἑαυτοῖς κριθὰς πρὸς τροφήν· τοῖς δὲ λογικοῖς δεδώρηται ἡ φαντασία ἢ διὰ τὸ εὐεργέστερον γίνεσθαι τὸ σῶμα καὶ ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ κρείττονος·2 εἰ γὰρ μὴ γέγονεν ἐπιτήδειον πρὸς τὸ δέξασθαι φαντασίαν, πῶς ἂν καὶ λογικὴν ψυχὴν ἐπεδέχετο; καὶ δι’ ἄλλο δέ ἐστιν ἡμῖν ἡ φαντασία, ἵνα ἡνίκα παραφρονῇ ὁ λόγος κατακρυπτόμενος ὑπὸ παθῶν τινων, ἔχωμεν ταύτην διοικοῦσαν, οἷον ἐν νόσοις, ἐν μέθαις, ὅτε οὐ δύνανται σχεδὸν κατὰ λογικὴν ψυχὴν ἐνεργῆσαι διὰ τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον καὶ ἡ θεωρία καὶ τὸ δεύτερον τμῆμα σὺν θεῷ πληροῦται, ἐν ᾧ διέκρινε τὴν λογικὴν ψυχὴν ἀπὸ τῆς ἀλόγου. ἐν μὲν γὰρ τῷ πρώτῳ τμήματι διάκρισιν ἐποιήσατο τῆς ἀλόγου ψυχῆς πρὸς ἑαυτήν, ἐν δὲ τῷ παρόντι δευτέρῳ τμήματι, ὡς εἴπομεν, διάκρισιν εἶπε τῆς λογικῆς ψυχῆς πρὸς τὴν ἄλογον, ἐν δὲ τῷ ἑξῆς τμήματι αὐτὴν τὴν λογικὴν πρὸς ἑαυτὴν συγκρίνει. Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου.3 ἀπὸ τοῦ λήμματος ἄρχεται καί φησιν ὅτι ἐπειδή ἐστί τι κινούμενον ὑπό τινος ἐν τοῖς οὖσι καὶ ὑπὸ τοῦ κινηθέντος ἕτερον κινεῖται, καὶ ἐπὶ ψυχῆς τοῦτό ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς πράγμασιν ὁρῶμεν ὅτι τὸν μὲν μοχλὸν ἡ χεὶρ κινεῖ, ὁ δὲ μοχλὸς τὸν λίθον, οὕτως ἡ μὲν αἴσθησις κινεῖται ὑπὸ τοῦ αἰσθητοῦ, αὐτὴ δὲ κινεῖ τὴν φαντασίαν. // μετὰ γὰρ τὸ προσβαλεῖν τῷ αἰσθητῷ τὴν αἴσθησιν καὶ τὸ εἶδος δέξασθαι αὐτὴν τοῦ αἰσθητοῦ κατέχει αὐτό, καὶ τούτῳ τῷ εἴδει προσβάλλει ἡ φαντασία, καὶ ταύτῃ γίνεται φαντασία, ὡς φησιν ὁ Πλούταρχος, ὅθεν καὶ ὁρίζεται αὐτὴν ψυχῆς κίνησιν ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως προσεχῶς διεγειρομένην. // μὴ ἀπορήσῃς δὲ πῶς τυχὸν ἐν νυκτὶ φανταζόμεθα τόνδε τὸν ἄνθρωπον μὴ ἐνεργούσης τότε τῆς αἰσθήσεως· μένει γὰρ ἡ φαντασία ἔχουσα τοὺς τύπους ἀπὸ τῆς ἤδη γενομένης θέας, καὶ διὰ τοῦτο καὶ μὴ ἐνεργούσης ἐν νυκτὶ τῆς αἰσθήσεως φαντάζομαι. τὸ δὲ ἀλλ’ ἐπειδὴ πρὸς τὰ ἄνω ἐστίν· ἐπειδὴ γὰρ εἶπεν ἄνω ὅτι οὐκ ἔστι δόξα ἢ αἴσθησις, νῦν φησιν ἀλλ’ ἐπειδὴ κινεῖται ὑπὸ τῆς αἰσθήσεως φαντασία ἂν εἴη δύναμις δεκτικὴ τῶν αἰσθητῶν εἰδῶν διὰ μέσης αἰσθήσεως.
你看,我们说月亮在白羊座或金牛座中;然而白羊座处于另一个天球(即恒星天球)中,而月亮处于另一个天球中。在形状和大小上我们也会犯错;因为远处方形且巨大的事物,我们以为是小且圆的,这是由于边角显现不出来。但有人会说,仅就这一点而言,连偶性可感觉对象也是不能被认识的。因为如果你说由于距离不能认识共同对象,那么由于距离偶性对象也不会被看见。因为从远处走近的人是白的,我们固然知道,但他究竟是泰阿泰德还是苏格拉底,我们却不知道。对此可以说:偶性对象仅仅由于距离而不被看见,然而共同对象即便从近处也不能如其实际所是的那样被看见。你看,当我们沿着铅垂线观看悬挂着的环形绳索时,我们以为它是笔直伸展的。在绘画中,我们也看到白色的部分突出,黑色的部分仿佛是凹陷的;这也是为什么画家们把乳房画成白色的;而形状就是这一现象的原因。因此,这个疑问也得到了解决。至此第二个论题也告完成。 第三个论题是我们探究为何它被称为想象(phantasia):因为在想象中存在着可感觉对象的停留(stasis);因此,由于它是已显现之物(phanthentōn)的停留,由于这一缘故它被称为想象。他把所有已被显明出来的可感觉对象称为已显现之物;因为尽管它接受所有感觉的印痕,但由于在所有感觉中视觉最为卓越,由于这一缘故它是根据作为视觉基底的光(phōs)命名的;因为它是从光(phaos)而得名为想象的。至此第三个论题也告完成。 第四个,也是理论探讨的最后一个论题,是我们探究为什么想象被赐予我们,以及它的目的是什么。因此应当知道,赐予非理性存在者,或者是由于它们拥有与理性相类似的东西,或者是为了使它们通过它获取滋养;因为蚂蚁按照想象活动,为自己预先贮存大麦作为粮食;而赐予理性存在者,想象则是为了使身体变得更加柔顺,且适合于接纳更卓越之物;因为如果身体未变得适合于接纳想象,它又怎能接纳理性灵魂呢?此外,想象属于我们还有另一个原因:以便当理性被某些激情所遮蔽而发狂时,我们拥有它来主持治理,例如在疾病中、在醉酒中,那时由于器官的不适宜,他们几乎无法按照理性灵魂活动。至此,第四个论题、理论探讨,以及靠着神的帮助,第二部分均告完成;在这一部分中他将理性灵魂与非理性灵魂区别开来。因为在第一部分中他对非理性灵魂自身进行了划分,而在当下的第二部分中,正如我们所说,他论述了理性灵魂与非理性灵魂的区别,在接下来的部分中他则将理性灵魂本身与自身进行比较。 “然而,既然在此物被推动时,另一物有可能被此物推动”。他从引文开始,并说:既然在现存事物中存在着某物被某物推动,且由被推动之物推动另一物的情况,这在灵魂中也同样成立。因为正如我们在具体事物中看到手推动杠杆,而杠杆推动石头一样,感觉被可感觉对象推动,而感觉本身又推动想象。因为在感觉接触到可感觉对象并自身接受了可感觉对象的相之后,它就保持住这一相,而想象接触到这一相,并依此方式产生了想象,正如普鲁塔克所说;由此他也将想象定义为:由现实态的感觉直接激起的灵魂运动。请不要疑惑为何我们在夜间当感觉不起作用时碰巧也会想象某个人;因为想象保持着来自已经发生的视觉感知的印痕而留存着,正因如此,即使夜间感觉不起作用我也能产生想象。而“然而,既然”这一用语是接续上文的;因为既然他在上文说它既非意见亦非感觉,现在他说,然而既然它被感觉所推动,想象大概就是通过感觉为中介而接纳可感觉之相的能力。
- 3.82ὅσον ἐπὶ τούτῳ
带有关系词 ὅσος 的习用副词性限定短语,意为“仅就此而言”或“以此为限”。它引出反对者的假定:若依距离阻碍认识共同可感觉对象这一点为据,则偶性可感觉对象同样也会因距离而不可被认识。
- 3.82ἢ διὰ τὸ εὐεργέστερον γίνεσθαι τὸ σῶμα καὶ ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ κρείττονος
介词 διά 连带冠词不定式(διὰ τὸ ... γίνεσθαι)的结构,在基本的原因意义之外兼具目的(“为了使……变得”)色彩。τὸ σῶμα 为不定式的宾格主语,比较级 εὐεργέστερον 与形容词 ἐπιτήδειον 并列作表语。
- 3.82Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου
亚里士多德原文引文(lemma)。ἔστι 为无人称用法,意为“可能”,以不定式从句 κινεῖσθαι ἕτερον ὑπὸ τούτου(“另一物被此物推动”)作主语,其前置有独立属格 κινηθέντος τουδί(“当此物被推动时”),用以设定前提条件。
