- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:50.14-51.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于灵魂的诸受动状态伴随身体的主张,费洛波诺斯提出了身体生理变化与体液混合影响这两条证明路径。随后,他引述了阿提卡派注解家们的观点,论证通过哲学修习可以克制混合带来的冲动,从而表明灵魂的活动并非必然受制于身体的混合,而是具有自主性。
" Ἔοικε δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα εἶναι μετὰ τοῦ σώματος." Διχόθεν δείκνυσιν ὅτι τὰ τῆς ψυχῆς πάθη οὐκ αὐτῆς εἰσιν ἴδια, ἀλλὰ τοῦ συναμφοτέρου, ἔκ τε τοῦ πάντως συγκινεῖσθαι τούτοις τὸ σῶμα· τῇ μὲν γὰρ ὀργῇ συγκινεῖται τὸ περικάρδιον αἷμα, τῇ δ’ ἐπιθυμίᾳ συνδιατίθεται τὸ ἧπαρ, καὶ ὑπ’ αἰδοῦς ἐρυθραίνεται τὸ πρόσωπον τοῦ αἵματος περὶ τὴν ἐπιφάνειαν χυθέντος, ὑπὸ δὲ φόβου ὠχρίασις γίνεται, συστολῆς εἰς τὸ βάθος τοῦ αἵματος γενομένης, καὶ ἁπλῶς ἐν ἑκάστῳ πάθει συνδιατίθεταί πως τὸ σῶμα· εἰ δὲ συγκινεῖται τοῖς τῆς ψυχῆς πάθεσι τὸ σῶμα, δῆλον ὅτι οὐκ αὐτῆς μόνης εἰσὶν ἴδια, ἀλλὰ τοῦ συναμφοτέρου. καθ’ ἓν μὲν ἐκ τούτου δῆλον, καθ’ ἕτερον δέ, διότι οἱ κεκραμένοι φύσει1 οὕτως, οἷον ἴσχουσι κράσει τὸ σῶμα, ἐν τῇ κινήσει τῶν παθῶν τοιοῦτοί εἰσι φύσει. ὁρῶμεν γὰρ ὅτι τινὲς μὲν ἐπιτηδείως ἔχουσι πρὸς θυμὸν οἱ τοιῶσδε κεκραμένοι, τινὲς δὲ δυσκινήτως, οἱ τὴν ἐναντίαν ἔχοντες κρᾶσιν· ὁμοίως ἐπὶ τῶν λοιπῶν ὁρῶμεν ὅτι μεθυσθέντες τινὲς ἢ ὀργιλώτεροι γίνονται ἢ δειλότεροι ἢ θρασύτεροι ἢ ἀναιδέστεροι. καὶ ἐκ νόσου δὲ γένοιτο ἄν τις ἐπιτηδειότερος πρὸς ὀργήν. καὶ τὰ τοιάδε σιτία τὸ συνουσιαστικὸν μᾶλλον κινοῦσι, τὰ δὲ σβεννύουσιν. ἔνθεν οἱ ἰατροί φασιν ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τῆς ψυχῆς δυνάμεις· διὸ καὶ λέγουσιν ὅτι οἱ τοιῶσδε κεκραμένοι ὀργιλώτεροί εἰσιν, οἷον οἱ μελαγχολικώτεροι, οἱ δὲ ἐπὶ τὸ θερμότερον ῥέποντες καὶ ὑγρότερον συνουσιαστικώτεροι, καὶ ἁπλῶς ἐφ’ ἑκάστου τῶν παθῶν ποιότητί τινι κράσεως τὴν αἰτίαν ἀποδιδόασιν. καὶ ἀνωτέρω δὲ ἀνέρχονται ἐπὶ τὰς γνωστικὰς δυνάμεις, καὶ μνημονικωτέρους φασὶ τοὺς ἐπὶ τὸ ξηρότερον κεκραμένους τὸν ἐγκέφαλον, βραδυτέρους δὲ πρὸς νόησιν, τοὺς δὲ ἐναντίους τὸ ἐναντίον πάθος ὑπομένειν· ὁμοίως ἐπὶ φαντασίας καὶ ἐπὶ τῶν λοιπῶν παθῶν. καὶ ὅπερ ἡ ἐξ ἀρχῆς κρᾶσις ἐποίησε, τοῦτο καὶ ἡ ἐπὶ ἐκείνην τὴν κρᾶσιν ἄγουσα δίαιτα· διὸ καὶ σιτίων καὶ ποτῶν συμμετρίας φροντίζουσιν οἱ εἰδήσεως μεταποιούμενοι, ὅθεν καὶ τὸ ‘παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον’ εἴρηται. διὸ οὐ νοήσαιμεν ἂν ἐν μέθῃ, ἅπερ ἂν μὴ μεθύοντες ἐνοήσαμεν,2 ὁμοίως δὲ καὶ συμμέτρως ἔχοντες περὶ τροφὴν καὶ ἀμέτρως· καὶ ὅλως εὐφυέστεροι καὶ ὀξύτεροι καὶ τὸ ἐναντίον νωθέστεροι παρὰ τὴν τοιάνδε κρᾶσιν γίνονται. ἔνθεν οὖν οἱ ἰατροὶ ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις εἰρήκασι. // πρὸς ταῦτα δὲ οἱ Ἀττικοί φασιν ἐξηγηταὶ ὅτι ὥσπερ οὖν αὐτοὶ διὰ τὸ ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τοιάσδε ὁρμὰς τῆς ψυχῆς, διὰ τοῦτό φασιν ἐν ὑποκειμένῳ αὐτὴν εἶναι τῷ σώματι, οὕτω καὶ ἡμεῖς ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον κατασκευάσομεν. εἰ γὰρ ἐπειδὴ ἑπομένας ἔχει τῇ κράσει τὰς ὁρμάς, διὰ τοῦτο καὶ ἀχώριστος, ἐὰν ἄρα μὴ ἕπηται ταῖς κράσεσι, χωριστὴ ἔσται. ὁρῶμεν τοίνυν ὅτι καὶ μοχθηρῶς κεκραμένοι τινὲς οὐκ ἔσχον ἑπομένας τὰς ὁρμὰς ταῖς κράσεσι διὰ φιλοσοφίαν, ἀλλὰ κρείττονες γεγόνασι τούτων, ὅπερ οὐκ ἂν ἐγένετο, εἴπερ ὡς ἐν ὑποκειμένῳ τῇ κράσει ἦν ἡ δύναμις, ὥσπερ τὸ λευκὸν εἶναι ἢ ὠχρὸν ἢ μέλαν, ἃ γίνεται μὲν ἐκ τῆς τοιᾶσδε κράσεως, κἂν μυριάκις δὲ φιλοσοφῇ τις, κατασχεῖν τινα τούτων οὐ δύναται, μέχρις ἂν πάλιν ἡ κρᾶσις μεθαρμοσθῇ. οὕτως ἀνάγκη ἦν πᾶσα, εἰ ὥσπερ ἀποτέλεσμα ἦν τῆς κράσεως ἡ τοιάδε τῆς ψυχῆς ὁρμή, ἀδυνατεῖν τὸν ἐπὶ τὸ θυμικώτερον κεκραμένον ἐπισχεῖν θυμοῦ, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. νῦν δὲ οὐ τοῦτο γίνεται· οὐκ ἄρα αἱ ὁρμαὶ τῆς ψυχῆς ταῖς τοῦ σώματος κράσεσιν ἐξ ἀνάγκης ἕπονται. // καὶ τοῦτο καὶ αὐτοί φασιν οἱ ἰατροί· εἰπόντες γὰρ ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τῆς ψυχῆς δυνάμεις, προστεθείκασι χωρὶς τῶν κατὰ φιλοσοφίαν διατριβῶν.3 ὥστε εἰ δύνανται αἱ κατὰ φιλοσοφίαν διατριβαὶ μὴ ἕπεσθαι ποιεῖν τὴν ὁρμὴν τῆς ψυχῆς ταῖς κράσεσι τοῦ σώματος, ἔστι τι ἄρα καὶ ἐφ’ ἡμῖν, καὶ οὐκ ἐξ ἀνάγκης ἕπονται· ὥστε οὐκ ἐν τῇ κράσει τὸ εἶναι ἔχουσιν.
“看来灵魂的一切受动状态也都是伴随着身体的。” 他从两个方面证明灵魂的受动状态并不单单是灵魂自身特有的,而是属于复合物的:第一,根据身体在任何情况下都会与这些受动状态一同运动。因为因着愤怒,心脏周围的血液一同运动;因着欲望,肝脏一同发生改变;因着羞耻,血液散布到体表从而面部变红;因着恐惧,血液收缩向深处从而产生苍白;简而言之,在每一种受动状态中,身体都以某种方式一同发生改变。如果身体与灵魂的受动状态一同运动,那么显然它们不是灵魂单独特有的,而是属于复合物的。因此从这一方面看是显而易见的;而从另一方面看,则是由于那些天生如此混合的人——即身体具有如此混合状态的人——在受动状态的运动中天生就是如此的。因为我们看到,有些如此混合的人易于发怒,而另一些具有相反混合的人则不易被触动;同样,在其余的状态中,我们看到有些人在醉酒后变得更容易发怒,或更懦弱,或更大胆,或更无耻。人由于疾病也可能变得更容易发怒。而且这类食物更容易激起性交的冲动,而另一些食物则能熄灭它。由此医生们说,灵魂的能力跟随着身体的混合;因此他们也说,具有如此混合的人更容易发怒,例如那些更偏向黑胆质的人;而那些倾向于更热更湿的人则更热衷于交合;简而言之,对于每一种受动状态,他们都将原因归结为混合的某种品质。他们甚至进一步上升到认知能力,说那些大脑混合偏于干燥的人记忆力更好,但思辨迟缓,而具有相反混合的人则承受相反的状态;对于表象以及其余的受动状态亦是如此。并且最初的混合所造成的后果,导向那种混合的饮食调理同样会造成;因此致力于追求知识的人都会注意饮食的适度,由此也有了这样的格言:“肥硕的腹部生不出精微的智慧”。因此,在醉酒之中我们无法思想那些在不醉酒时本会思想的事物;在饮食适度与过度时亦是如此;总之,取决于如此的混合,人会变得更有天赋、更敏锐,或者相反变得更迟钝。由此,医生们才说灵魂的能力跟随着身体的混合。 针对这些论点,阿提卡派的注解家们说道:正如他们因为灵魂的这些冲动跟随身体的混合,就因此主张灵魂是在作为基底的身体之中一样,我们也同样从相反的前提来确立相反的结论。因为如果由于冲动跟随混合而因此是不可分离的,那么如果它不跟随混合,它就将是可分离的。由此我们看到,甚至有些具有恶劣混合的人,由于哲学的缘故,他们的冲动并没有跟随混合,而是胜过了它们;如果这种能力如同在基底中一样在混合中存在,这本来是不会发生的,就像变白、变苍白或变黑一样——这些虽然由如此的混合产生,但即便一个人钻研一万次哲学,也无法抑制其中任何一种,直到混合再次被调适为止。因此,如果灵魂的这种冲动仿佛是混合的结果,那么完全必然的是,混合偏向暴躁的人将无法抑制怒气,其余情况亦是如此。但事实并非如此;因此灵魂的冲动并不必然跟随身体的混合。 并且医生们自己也是这样说的;因为他们在说了灵魂的能力跟随身体的混合之后,又补充了“除了按照哲学的操练之外”。因此,如果按照哲学的操练能够使灵魂的冲动不跟随身体的混合,那么某些事情也就是在我们掌控之中的,冲动并非出于必然跟随;因此它们并不在混合中拥有其存在。
- 1.33διότι οἱ κεκραμένοι φύσει οὕτως, οἷον ἴσχουσι κράσει τὸ σῶμα, ἐν τῇ κινήσει τῶν παθῶν τοιοῦτοί εἰσι φύσει.
该句核心结构为 οἱ κεκραμένοι ... τοιοῦτοί εἰσι φύσει(天生如此混合的人……天生就是如此的)。中间插入的 οἷον ἴσχουσι κράσει τὸ σῶμα 是对前面的 οὕτως 进行补充说明的关系从句(“即其身体具有如此混合状态的方式”)。κράσει 是方式或限制与格。
- 1.33διὸ οὐ νοήσαιμεν ἂν ἐν μέθῃ, ἅπερ ἂν μὴ μεθύοντες ἐνοήσαμεν
主句 οὐ νοήσαιμεν ἄν(ἄν 搭配祈愿语气)表达当前或普遍的潜在推测(“我们无法/不会思想”),而关系从句 ἅπερ ἂν ... ἐνοήσαμεν(ἄν 搭配过去未完成/不定过去直陈语气)则表达与过去事实相反的虚拟条件(“在未醉酒时本会思想的事物”)。主从句中 ἄν 的用法界限分明。
- 1.33εἰπόντες γὰρ ἕπεσθαι ταῖς κράσεσι τοῦ σώματος τὰς τῆς ψυχῆς δυνάμεις, προστεθείκασι χωρὶς τῶν κατὰ φιλοσοφίαν διατριβῶν.
介词短语 χωρὶς τῶν κατὰ φιλοσοφίαν διατριβῶν 直接作为 προστεθείκασι 的受词/引述语(即“补充了‘除了按照哲学的操练之外’”)。前置的分词 εἰπόντες 则支配带不定式的宾语从句(ἕπεσθαι ... τὰς ... δυνάμεις)。
