- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:506.16-508.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺针对亚里士多德《论灵魂》428b10提出了通盘考察的四个要点,将表象定义为“以感觉为媒介接受可感觉形式的能力”,并解答了有关表象与共同感觉的区别以及表象虚构复合事物能力的疑问。
" Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου, ἡ δὲ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίγνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησίς ἐστι, καὶ τὰ ἑξῆς." Ἡ παροῦσα θεωρία τέσσαρά τινα διδάσκει, πρῶτον μὲν τί ἐστι φαντασία, καὶ εἰκότως· ἄνω γὰρ εἰπὼν ὅτι οὐκ ἔστιν, νυνὶ λέγει τί ἐστι. καὶ δι’ ἄλλο δὲ τοῦτο ποιεῖ, ἐπειδὴ πρόκειται αὐτῷ τὰ λογοειδῆ τῆς ἀλόγου διδάξαι· ἐπειδὴ οὖν ἄνω οὐκ ἐδίδαξε περὶ φαντασίας, νυνὶ διδάσκει. ὅτι γὰρ λογοειδής ἐστιν ἡ φαντασία, δηλοῖ τὸ παθητικὸν νοῦν λέγεσθαι αὐτήν. διὰ τοῦτο οὖν διδάσκει τί ἐστι φαντασία. εἶτα ἐπὶ τούτοις λέγει κοινωνίαν φαντασίας καὶ αἰσθήσεως. καὶ ὡς εἰκὸς ἀπορήσειέ τις ὅτι ἔδει μᾶλλον τῶν πάνυ ἀπεχόντων εἰπεῖν κοινωνίαν, δόξης καὶ φαντασίας· διαλεκτικὸς γάρ ἐστι λόγος, ὅτι δεῖ τῶν πάνυ ἀπεχόντων λέγειν κοινωνίας, ἀπέχει δὲ δόξα φαντασίας, εἴπερ ἡ μὲν ἀλόγου ἡ δὲ λογικῆς· αἴσθησις δὲ φαντασίας οὐ πάνυ ἀπέχει· μιᾶς γάρ εἰσι ψυχῆς, φημὶ δὴ τῆς ἀλόγου. διὰ τί οὖν τούτων λέγει κοινωνίαν; εἰπὲ πρὸς τοῦτο ὅτι εἰκότως τοῦτο πεποίηκεν. ἐπειδὴ γὰρ ἄνω ἠπορεῖτο ὅτι προθέμενος διακρῖναι τὰς ἀλόγους τῶν λογικῶν, πῶς νῦν διακρίνει τὴν ἄλογον πρὸς ἑαυτήν, ἵνα οὖν δείξῃ σπουδαίαν τὴν ἄνω διάκρισιν, διὰ τοῦτο κοινωνίας αὐτῶν λέγει. τοῦτο καὶ τὸ δεύτερον κεφάλαιον. τρίτον ἐστὶ κεφάλαιον ἐν ᾧ ζητεῖ διὰ τί φαντασία λέγεται. ἐν δὲ τῷ τετάρτῳ κεφαλαίῳ ζητεῖ διὰ τί δέδοται ἡμῖν αὐτὴ ἐκ τοῦ δημιουργοῦ. ἀρξόμεθα τοῦ πρώτου καὶ εἴπωμεν τί ἐστι φαντασία. ἀλλὰ πρὸ τούτου λῆμμα προλάβωμεν συμβαλλόμενον ἡμῖν εἰς τὸν ὅρον. δεῖ τοίνυν εἰδέναι ὅτι ὥσπερ ἐν τοῖς οὖσι τὸ μὲν μόνως κινεῖ, τὸ δὲ μόνως κινεῖται, τὰ δὲ καὶ κινεῖ καὶ κινεῖται, οὕτως καὶ ἐν ἡμῖν ἐστι. μόνως μὲν γὰρ κινοῦν τὸ αἰσθητόν, κινοῦν δὲ καὶ κινούμενον ἡ αἴσθησις (κινεῖται μὲν γὰρ ὑπὸ τοῦ αἰσθητοῦ, κινεῖ δὲ τὴν φαντασίαν) μόνως δὲ κινούμενον ἐπὶ ἀλόγων1 ἡ φαντασία· ἐπὶ ἡμῶν γὰρ κινουμένη ἐκ τῆς αἰσθήσεως κινεῖ τὴν δόξαν. τούτων προληφθέντων δεῖ εἰδέναι, ὅτι φαντασία ἐστὶ δύναμις δεκτικὴ διὰ μέσης αἰσθήσεως τῶν αἰσθητῶν εἰδῶν. καὶ οὗτος μέν ἐστιν ὁρισμὸς τῆς φαντασίας. ἀποροῦσι δὲ εὐθὺς ἐκ θυρῶν πρὸς αὐτὸν2 ὅτι τούτῳ τῷ λόγῳ οὐδὲν διενήνοχε ἡ φαντασία τῆς κοινῆς αἰσθήσεως· καὶ ἡ κοινὴ γὰρ αἴσθησις δύναμίς ἐστι δεκτικὴ τῶν αἰσθητῶν εἰδῶν διὰ μέσης αἰσθήσεως. εἰ δέ τις εἴποι ὅτι οὐχ ἁρμόζει τῇ κοινῇ αἰσθήσει οὗτος ὁ ὁρισμός (αὕτη γὰρ ἀμέσως οἶδε τὴν διαφορὰν λευκοῦ καὶ γλυκέος ἅμα ταῖς αἰσθήσεσιν ἐνεργοῦσα, καὶ οὐ διὰ μέσου αἰσθήσεως), λέγομεν πρὸς αὐτὸν ὅτι εἰ καὶ ἅμα ταῖς αἰσθήσεσιν ἐνεργεῖ, ἀλλ’ οὖν οὐκ ἀμέσως τούτων ἀντιλαμβάνεται, ἀλλὰ δεχομένη ἀπὸ μὲν ὄψεως τύπον λευκοῦ, ἀπὸ δὲ γεύσεως τύπον γλυκέος, καὶ κρίνουσα λέγει τὴν διαφοράν· ὥστε καὶ αὐτῇ ἁρμόζει ὁ παρὼν ὁρισμός. λέγομεν δὲ ὅτι ἡ μὲν φαντασία δεκτική ἐστι τῶν εἰδῶν διὰ μέσης πάσης αἰσθήσεως, καὶ κοινῆς καὶ μερικῆς, ἡ δὲ κοινὴ αἴσθησις διὰ μέσου τῆς μερικῆς αἰσθήσεως μόνης δεκτική ἐστι τῶν εἰδῶν· ὥστε αὕτη ἐστὶ διαφορὰ φαντασίας καὶ κοινῆς αἰσθήσεως, καὶ αὕτη ἐστὶν ἡ λύσις. ὅτι δὲ ἀληθεύει ὁ ὁρισμὸς οὗτος, καὶ διὰ μέσης αἰσθήσεως ἡ φαντασία ἐνεργεῖ, δῆλον ἐκ τῶν τυφλῶν· οἱ γὰρ ἐκ γενετῆς τυφλοὶ περὶ χρωμάτων ὅλως οὐδὲν φαντάζονται. ὁμοίως δὲ οἱ ἐκ γενετῆς κωφοὶ περὶ ψόφων τί ποτε φαντάζονται; ᾧ δῆλον ὅτι3 ἡ φαντασία ἀεὶ διὰ μέσου τῶν αἰσθήσεων ἐνεργεῖ. ὅθεν καὶ ἀπορῆσαι ἄξιον· τί οὖν; οὐκ ἀναπλάττεταί τινα ἡ φαντασία, ἅπερ αἴσθησις οὐκ οἶδε; τραγέλαφον γοῦν ἢ οὐρανομήκη ἄνθρωπον αἴσθησις μὲν οὐκ οἶδε, καὶ ὅμως ἡ φαντασία ἀναπλάττεται ταῦτα. ὥστε ἀναπλάττεται καὶ ἃ μὴ αἴσθησις οἶδεν ἡ φαντασία καὶ ἐνεργεῖ ἄνευ αἰσθήσεως. αὕτη ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι καὶ ἡνίκα ἀναπλάττεται, πάλιν ἀρχὰς λαμβάνει ἀπὸ τῆς αἰσθήσεως. ἐπεὶ γὰρ εἶδεν ἰδίᾳ τράγον καὶ ἰδίᾳ ἔλαφον, ἔλαβε ταύτας τὰς ἀρχὰς ἁπλᾶς οὔσας ἀπὸ τῆς αἰσθήσεως καὶ τὸ σύνθημα ἀνεπλάσατο.
“但是,既然在这个特定的事物被推动时,另一个事物可以被它推动,而表象似乎是某种运动,且不能脱离感觉而发生,而是发生在具有感觉能力者身上,并且关于那些对其存在感觉的事物,等等。” 当前的通盘考察讲授四件事:第一,表象是什么,这是理所当然的;因为既然在前面说明了它不是什么,现在他便说明它是什么。他这样做还有另一个原因,因为他意在讲授无理性灵魂中类似理性的部分;既然在前面他没有讲授关于表象的内容,现在他就讲授了。因为表象是类似理性的,这从它被称为“受动理智”即可表明。因此,出于这个原因,他讲授表象是什么。接着,在此之后他论述了表象与感觉的相通性。而人们很可能会合理地提出疑问:他更应当说明那些相距甚远之物的相通性,即意见与表象的相通性;因为辩证论证要求人们去说明相距甚远之物的相通性,而意见确实与表象相距甚远,如果说表象属于无理性灵魂而意见属于理性灵魂的话;而感觉与表象并没有相距甚远,因为它们属于同一个灵魂,我指的就是无理性灵魂。那么他为什么要说明它们的相通性呢?对此应当回答说,他这样做是合理的。因为前面有人曾提出疑问,他既然打算把无理性能力与理性能力区分开来,现在为何又区分无理性能力内部?为了表明前述的区分是审慎而有意义的,因此他说明了它们的相通性。这是第二个要点。第三个要点是他探究为何它被称为表象。而在第四个要点中,他探究造物主为何将它赋予我们。我们将从第一点开始,说明表象是什么。但在此之前,让我们先设定一个有助于我们得出定义的命题。因此必须知道,正如在存在之物中,有的只是推动,有的只是被推动,而有的既推动又被推动,在我们内部也是如此。因为只是推动的是可感觉之物,而既推动又被推动的是感觉(因为它被可感觉之物推动,却又推动表象),在无理性动物身上,只是被推动的则是表象;因为在我们身上,它被感觉推动,又推动意见。在预设了这些之后,必须知道,表象是以感觉为媒介而接受可感觉形式的能力。这就是表象的定义。但人们立刻从门槛处就对它提出疑问:按照这一说法,表象与共同感觉就没有任何区别了;因为共同感觉也是一种以感觉为媒介而接受可感觉形式的能力。如果有人说这个定义不适合共同感觉(因为共同感觉与各感觉同时活动,直接知晓白与甜的区别,而不是以感觉为媒介),我们便对他说,即使它与各感觉同时活动,但也绝不是直接把握这些的,而是从视觉接受白的印记,从味觉接受甜的印记,并通过判断来说明区别;所以当前的定义也适合它。但是我们说,表象是通过一切感觉(无论是共同感觉还是个别感觉)作为媒介来接受形式的,而共同感觉则仅仅通过个别感觉作为媒介来接受形式;因此这就是表象与共同感觉的区别,而这就是解决方案。并且,这个定义是真实的,表象是以感觉为媒介而活动的,这一点从盲人身上就能看得很清楚;因为先天失明的人根本不能表象任何关于颜色的东西。同样,先天耳聋的人究竟能表象什么声音呢?由此显然可知,表象总是以诸感觉为媒介而活动的。由此也值得提出疑问:那么又怎样呢?表象难道不会虚构出一些感觉所不知道的东西吗?感觉至少不知道山羊鹿或齐天巨人,然而表象却能虚构出这些东西。所以表象甚至能虚构出感觉所不知道的东西,并且无需感觉而活动。这就是那个疑问。对此我们将回答说,即使当它在虚构时,它依然是从感觉中获取开端的。因为既然它分别见过了山羊,又分别见过了鹿,它便从感觉中获得了这些单纯的开端,并虚构出了合成物。
- 3.82ἐπὶ ἀλόγων
介词 ἐπί 支配属格 ἀλόγων,表示范围或特定情况,意为“在无理性动物身上/方面”,与紧随其后的 ἐπὶ ἡμῶν(“在我们身上”)形成明确对比。
- 3.82ἀποροῦσι δὲ εὐθὺς ἐκ θυρῶν πρὸς αὐτόν
带有习语性表达 εὐθὺς ἐκ θυρῶν(“一从门槛处就/直截了当地”)的句子中,阳性宾格代词 αὐτόν 指代前面刚给出的表象的“定义”(ὁρισμός),表示针对这一定义本身提出的疑难,而非针对某个人。
- 3.82ᾧ δῆλον ὅτι
中性单数与格关系代词 ᾧ 指涉前面关于先天盲人与聋人的整个事实依据,作为手段或依据的与格(“由此/凭此”),引导接下来的 δῆλον [ἐστιν] ὅτι 从句。
