← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§505.9-506.15

太阳大小的例证与表象对感觉及意见的分离

菲洛波庞对亚里士多德《论灵魂》428b1–428b9进行逐句注解,以太阳的视觉表象(一步大)与天文学意见(远大于地球)的冲突为例,论证表象不是意见与感觉的结合,并以此总结本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.76

" Τὸ οὖν φαίνεσθαί ἐστι τὸ δοξάζειν ὅπερ αἰσθάνεται μὴ κατὰ συμβεβηκός." Τὸ φαίνεσθαι ἀντὶ τοῦ φαντάζεσθαι ἔκλαβε,1 ὡσεὶ ἔλεγε τὸ οὖν φαντάζεσθαι κατ’ ἐκείνους τοὺς λέγοντας ἐκ συμπλοκῆς εἶναι ἀπὸ δόξης ἐστὶ καὶ αἰσθήσεως· καὶ καλῶς πρόσκειται τὸ μὴ κατὰ συμβεβηκός, ἵνα καθ’ αὑτὸ αἰσθάνηται αὐτοῦ ἡ αἴσθησις, ὥσπερ πρὸ ὀλίγου εἴρηται.

“因此,显现就是对所感觉的事物加以意见,且不是依偶性地如此。” 把“显现”理解为代替“表象”,就好像他在说:因此,按照那些主张表象来自结合的人,表象就是来自意见和感觉;而且“不是依偶性地”这一补充十分恰当,以便感觉能够就自身而言去感觉它,正如刚才所说的那样。

§3.77

"Φαίνεται δέ γε καὶ ψευδῆ, περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει." Ἐντεῦθεν ἐλέγχει τοὺς λέγοντας τὴν φαντασίαν ἐκ συμπλοκῆς εἶναι δόξης καὶ αἰσθήσεως. φησὶ γὰρ ὅτι εἰ τοῦτο ἦν, ἐπειδὴ ἡ αἴσθησις ποδιαῖον τὸν ἥλιον ὁρᾷ, ἡ δὲ δόξα πολλαπλάσιον αὐτὸν οἴεται τῆς γῆς, συμβήσεται τὴν φαντασίαν καὶ ἀληθῆ καὶ ψευδῆ λέγειν, ὅπερ ἐστὶν ἄτοπον· ὑπόληψιν δὲ τὴν δόξαν ἐκάλεσε.

“然而,对于那些人们同时抱有真实确信的事物,虚假的东西也会显现。” 从这里起,他驳斥了那些主张表象是由意见和感觉结合而成的人。因为他说,如果是这样的话,既然感觉看到太阳只有一尺大,而意见认为它比地球大许多倍,结果就会导致表象既言真又言假,这是荒谬的;他在这里把意见称为“确信”。

§3.78

"Συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τὴν ἑαυτοῦ δόξαν." Ἐντεῦθεν ἄρχεται ἀπαριθμεῖσθαι κατὰ πόσους τρόπους δυνατὸν ἀπολέσθαι δόξαν. εἰσὶ δὲ τέσσαρες, οὓς ἡμεῖς εἴπομεν ἐν τῇ θεωρίᾳ. εἶπε δὲ σωζομένου τοῦ πράγματος, ἵνα δείξῃ ὅτι ἡ δόξα καὶ ἡ αἴσθησις ἐνεργοῦσα οὐ βλάπτεται. καὶ ἔδει εἰπεῖν σωζόμενος καὶ σωζομένου καὶ σωζομένη,2 ἵνα τὸ μὲν σωζόμενος πρὸς τὸν δοξάζοντα ᾖ, τὸ δὲ σωζομένου πρὸς τὸ δοξαστόν, τὸ δὲ σωζομένη πρὸς τὴν ἐνέργειαν. εἰ γὰρ ταῦτα ᾖ, οὐ βλάπτεται ἡ δόξα.

“因此结果要么是人们抛弃了自己的意见……” 从这里起,他开始列举意见可能丧失的几种方式。共有四种,我们已在通盘考察中说明过了。他说“在事实保持不变的情况下”,是为了表明活动中的意见和感觉并未受损。本应当说“保持不变的[阳性]”、“保持不变的[中性]”和“保持不变的[阴性]”,以便“保持不变的[阳性]”指向持意见者,“保持不变的[中性]”指向被持意见的对象,而“保持不变的[阴性]”指向活动。因为若这些得以保全,意见便不受损。

§3.79

"Ἢ εἴ τι ἔχει,3 τὴν αὐτὴν ἀνάγκη ἀληθῆ εἶναι καὶ ψευδῆ." Τὸ ἄτοπον λέγει ἐνταῦθα. φησὶ γὰρ ὅτι εἴ τι ἔχει τὴν αὐτὴν δόξαν καὶ μὴ ἀπώλετο ἐξ ἑνὸς τῶν εἰρημένων αὐτὴν κανόνων ὀλλύναι δυναμένων, δῆλον ὅτι καθ’ ὑμᾶς τοὺς ταῦτα λέγοντας ἡ φαντασία σύγκειται ἐκ ψευδῶν ἅμα καὶ ἀληθινῶν, ὅπερ ἄτοπον, ψευδοῦς μὲν τῆς αἰσθήσεως τὸν ἥλιον ὁρώσης, ἀληθοῦς δὲ τῆς δόξης πολλαπλασίονα τῆς γῆς αὐτὸν γινωσκούσης.

“或者,如果人们果真持有它,同一种意见就必然既是真实的又是虚假的。” 他在这里指出了荒谬之处。因为他说,如果人们果真持有同一种意见,并没有因上述能够摧毁它的任何一条准则而丧失它,显然,按照你们这些主张此说的人,表象就是同时由虚假和真实的东西构成的,这是荒谬的;因为感觉看见太阳是虚假的,而意见知道它比地球大许多倍则是真实的。

§3.80

"Ἀλλὰ ψευδὴς ἐγίνετο, ὅτε λάθοι μεταπεσὸν τὸ πρᾶγμα." Ἐντεῦθέν φησιν ὅτι ἐνδέχεται ἅμα τὴν δόξαν καὶ τὴν αἴσθησιν ψεύδεσθαι, ἐὰν λήθη γένηται ἢ μεταπέσῃ καὶ οἷον μεταβολὴ γένηται τοῦ πράγματος τοῦ δοξαστοῦ.

“但在事实发生变化而未被察觉时,它便成了虚假的。” 从这里起他说,如果发生遗忘,或者被持意见的事实发生了变动并产生了某种变化,那么意见和感觉是有可能同时为假的。

§3.81

"Οὐκ ἄρα ἕν τι τούτων ἐστὶν οὔτε ἐκ τούτων ἡ φαντασία." Οὐκ ἄρα, φησί, καθ’ αὑτὸ αἴσθησις οὔτε δόξα ἐστὶν ἡ φαντασία, οὔτε ἐκ τούτων, τουτέστιν οὔτε ἐκ συμπλοκῆς δόξης καὶ αἰσθήσεως. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“因此表象既不是这些中的某一个,也不是来自这些。” 因此他说,表象既不是就自身而言的感觉,也不是意见,更不是来自这些,也就是说,不是来自意见和感觉的结合。在这些内容中,本节讲课在神助之下便告完成。

语法注3 条
  1. 3.76Τὸ φαίνεσθαι ἀντὶ τοῦ φαντάζεσθαι ἔκλαβε

    菲洛波庞指出亚里士多德在引文中用冠词加不定式 τὸ φαίνεσθαι(显现)代替了表示表象能力的 τὸ φαντάζεσθαι(表象)。介词短语 ἀντὶ τοῦ 加动名词表示词语替换关系。

  2. 3.78ἔδει εἰπεῖν σωζόμενος καὶ σωζομένου καὶ σωζομένη

    非人称动词 ἔδει 接不定式 εἰπεῖν 的结构。针对亚里士多德的属格独立结构 σωζομένου τοῦ πράγματος(在事实得以保持的情况下),菲洛波庞指出从逻辑和句法上需要三种性别的分词分别指涉持意见者(阳性)、对象/事实(中性)以及活动(阴性 ἐνέργεια)。

  3. 3.79εἴ τι ἔχει

    引自亚里士多德《论灵魂》428b7。τι 用作副词性宾格(意为“哪怕丝毫”、“在某种程度上”),或相当于异文 εἴπερ;隐含的主语是持意见者,宾语则是菲洛波庞所补充的“同一意见”(τὴν αὐτὴν δόξαν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:505.9-506.15