← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§508.6-509.23

表象与感觉的相通性及真伪之难

斐洛庞奴斯澄清了关于表象定义的诸争点(以感觉为媒介、与媒介物的区别、形式的非质料性接受以及在感觉停止后的活动)并结束了第一个要点,随后转入第二个要点,阐述表象与感觉在对象和真理性上的两重相通性,并解决了关于表象在固有对象上的真实性与出错可能性的疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.82#2

εἰ δὲ καὶ ἄνθρωπον οὐρανομήκη ἀναπλάττεται, ἀλλὰ πρότερον εἶδεν ἄνθρωπον τὸν καθ’ ἕκαστα.1 οὕτως οὖν καὶ ταύτην λυτέον τὴν ἀπορίαν. καὶ δι’ ἄλλο δὲ καλῶς εἶπεν διὰ μέσης αἰσθήσεως, διὰ τὸ μεταξύ· κἀκεῖνο γὰρ δεκτικόν ἐστι τῶν αἰσθητῶν εἰδῶν, ἀλλ’ οὐ διὰ μέσης αἰσθήσεως. μὴ νόμιζε δὲ διὰ τοῦτο κρείττονα εἶναι τὴν αἴσθησιν τῆς φαντασίας, ἐπειδὴ δι’ αὐτῆς ἐνεργεῖ ἡ φαντασία· οὐ γὰρ ὡς ποιητικὴ τῆς φαντασίας ἡ αἴσθησις συμβάλλεται αὐτῇ, ἀλλ’ ὡς διακονοῦσα μόνον, ὥσπερ τὸ μεταξύ· διὸ οὐκ ἔστι κρείττων· ἐπεὶ τούτῳ τῷ λόγῳ καὶ τὴν φαντασίαν εἰπὲ κρείττονα τῆς δόξης,2 ἐπειδὴ αὐτὴ διακονεῖ τῇ δόξῃ· καὶ μὴν ὡμολόγηται ὅτι ἡ δόξα κρείττων ἐστὶν ὡς τῆς λογικῆς ψυχῆς ὑπάρχουσα τῆς φαντασίας ἀλόγου οὔσης. // ὅταν δὲ λέγω ὅτι ἡ φαντασία δεκτική ἐστι τῶν αἰσθητῶν εἰδῶν, μὴ νόμιζε ὅτι τυποῦται πρὸς τὰ αἰσθητά, ἐπεὶ ἠφανίζοντο ἂν οἱ πρῶτοι τύποι ἐκ τῶν δευτέρων, ἀλλὰ μόνον τοὺς λόγους δέχεται. ἐκ δὲ τοῦ ῥηθῆναι ὅτι ἡ φαντασία διὰ μέσου αἰσθήσεως ἐνεργεῖ συνάγει ὁ Θεμίστιος ὅτι δείκνυται ἡ φαντασία οὐ μόνον μετὰ τὰς αἰσθήσεις ἐνεργοῦσα, ἀλλ’ ἅμα αὐταῖς.3 εἰ γὰρ ἐνεργουσῶν τῶν αἰσθήσεων δέχεται τοὺς τύπους ἐξ αὐτῶν οὐχ ὁμοίως ἀψύχῳ ἀγγείῳ, ἀλλ’ ἅμα δέξεται 〈καὶ〉 γινώσκει αὐτά, δῆλον ὅτι ἡ φαντασία ἅμα τῇ αἰσθήσει ἐνεργεῖ, καὶ τοῦτο ἐν τῇ λέξει Ἀριστοτέλην λέγοντα δείξομεν. κακῶς δὲ λέγει· οὐ γὰρ ὅτε δέχεται ἡ φαντασία τὰ εἴδη ἀπὸ τῶν αἰσθήσεων, τότε καὶ ἐνεργεῖ, ἀλλὰ μετὰ τὸ παύσασθαι τὰς αἰσθήσεις τότε ἐνεργεῖ ἡ φαντασία· ἐπεὶ εἰ ἅμα τῇ αἰσθήσει ἐνήργει, τί διέφερε τῆς κοινῆς αἰσθήσεως; ἡ γὰρ κοινὴ αἴσθησίς ἐστιν ἡ ἅμα ταῖς μερικαῖς αἰσθήσεσιν ἐνεργοῦσα. ὥστε οὖν ἡ φαντασία μετὰ τὰς αἰσθήσεις ἐνεργεῖ· δεῖ γὰρ αὐτὴν προσδέχεσθαι τὰ εἴδη ἀπὸ τῆς αἰσθήσεως καὶ οὕτως ἐνεργεῖν· ἐὰν οὖν μὴ πέμψωσιν αἱ αἰσθήσεις, οὐκ ἐνεργεῖ ἡ φαντασία· δεῖ οὖν αὐτὴν ἐνεργεῖν μετὰ τὸ παύσασθαι τὰς αἰσθήσεις. καὶ ἄξιον ἀπορῆσαι ὅτι ἰδοὺ ἀτενίζω εἰς τὸν ἥλιον καὶ ἀναπέμπω τὸν τύπον τῇ φαντασίᾳ καὶ ἐπιμένω θεωρῶν τὸν ἥλιον ἐπὶ ἄλλην μίαν ὥραν, καὶ ἡ φαντασία ἐνεργεῖ ἐν τῷ ἔτι με ἀτενίζειν πρὸς τὸν ἥλιον ὁρῶντα. ἀλλ’ οὖν ἡ πρώτη θέα καθ’ ἣν τὸ εἶδος ἔπεμψα τῇ φαντασίᾳ ἐπαύσατο· ὥστε μετὰ τὴν αἴσθησιν ἐνεργεῖ ἡ φαντασία, καὶ ἔρρωται ὁ λόγος Ἀριστοτέλους. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ λέγει κοινωνίαν φαντασίας καὶ αἰσθήσεως. δεῖ τοίνυν εἰδέναι ὅτι τὰ αὐτὰ ἔχει αἰσθητὰ φαντασία καὶ αἴσθησις· διὸ κοινωνοῦσι καὶ ὡσαύτως περὶ αὐτὰ ἀμφότεραι καταγίνονται. ὥσπερ γὰρ ἡ αἴσθησις ἔχει καὶ κοινὰ καὶ ἰδικὰ αἰσθητὰ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ὡς ἤδη εἴρηται, οὕτω καὶ ἡ φαντασία περὶ ταῦτα καταγίνεται. καὶ αὕτη μὲν ἡ πρώτη κοινωνία. δευτέρα κοινωνία· ὥσπερ ἡ αἴσθησις ἀεὶ μὲν ἀληθεύει περὶ τὰ ἴδια αἰσθητά, ἧττον δὲ περὶ τὰ κατὰ συμβεβηκός, ἔτι δὲ ἧττον περὶ τὰ κοινά, οὕτω καὶ ἡ φαντασία. καὶ αὗται εἰσιν αἱ δύο κοινωνίαι αἰσθήσεως καὶ φαντασίας. καὶ ταῦτα μὲν Ἀριστοτέλης· ἄξιον δὲ ἀπορῆσαι δύο ἀπορίας, ὧν πρώτη ἐστὶν αὕτη, πῶς Ἀριστοτέλης νῦν φησιν ὅτι ἡ φαντασία περὶ τὰ ἴδια αἰσθητὰ ἀεὶ ἀληθεύει ἀνωτέρω φάμενος ὅτι ἡ φαντασία οὐκ ἀεὶ ἀληθεύει, ἀλλά ποτε καὶ ψεύδεται. καὶ αὕτη μὲν ἡ ἀπορία. πρὸς ἣν ἔστιν εἰπεῖν ὅτι διττή ἐστιν ἡ φαντασία, ἡ μὲν μόνως δεχομένη τὰ εἴδη καὶ οἱονεὶ δοχεῖον οὖσα, ἡ δὲ ἀναζωγραφοῦσα ὅτι καὶ βούλεται. ἡ μὲν οὖν δεχομένη τὰ εἴδη ἀεὶ ἀληθεύει, καὶ ταύτῃ ἀληθής ἐστιν οὗτος ὁ λόγος ὁ λέγων φαντασίαν ἀεὶ περὶ τὰ ἴδια αἰσθητὰ ἀληθεύειν· ἡ δὲ ἀναζωγραφοῦσα ὅτι καὶ βούλεται, αὕτη ἐστὶν ἡ ψευδομένη· ἡνίκα γὰρ τὰ μὴ ὄντα ἀναζωγραφεῖ, ψεύδεται, καὶ ταύτῃ τὰ ἀνωτέρω ῥηθέντα ἐστὶν ἀληθῆ, ὅτι ἡ φαντασία ψεύδεται. αὕτη ἡ πρώτη ἀπορία καὶ ἡ λύσις αὐτῆς.

即使它虚构出一个齐天巨人,它也是先看见了个别的具体人。因此,这个疑问也必须以这种方式来解决。此外,出于另一个原因,他说“以感觉为媒介”也是恰当的,这是由于媒介物的缘故;因为媒介物也能接受可感觉形式,但不是以感觉为媒介。然而不要因此就认为感觉优于表象,因为表象是通过它来活动的;感觉对表象的贡献并非作为表象的生成因,而仅仅是作为服役者,就如同媒介物一样;因此它并不更优。否则,按照这种逻辑,你也大可以说表象优于意见,因为表象服役于意见;然而人们一致公认意见更优,因为意见属于理性灵魂,而表象是无理性的。 当我说道表象接受可感觉形式时,不要以为它是针对可感觉事物被印刻上印痕——若是那样,先前的印痕就会被后来的印痕抹去——而是它仅仅接受诸理法。但从“表象以感觉为媒介而活动”这一说法出发,特米斯提乌斯推论出:这表明表象不仅在诸感觉之后活动,而且与它们同时活动。因为他认为,如果在诸感觉活动之际,表象从它们那里接受印痕不是像无生命的器皿那样,而是一旦接受就认识了它们,那么显然表象是与感觉同时活动的,而且我们将指出亚里士多德在原文中就是这样说的。但他讲得不对;因为表象并不是在它从诸感觉接受形式的当时活动,而是在诸感觉停止之后,表象才活动;否则,如果它与感觉同时活动,它与共同感觉又有何区别呢?因为与各别感觉同时活动的正就是共同感觉。因此表象是在诸感觉之后活动的;因为它必须先从感觉中接收形式,然后再如此活动;所以若诸感觉不传递形式,表象就不活动;因此它必须在诸感觉停止之后活动。由此也值得提出疑问:你看,我注视太阳并将印痕传送到表象,且持续凝视太阳又达一个小时之久,在我仍注视着太阳观看的同时,表象在活动。然而,我据以将形式传送给表象的最初看视已经停止了;因此表象是在感觉之后活动的,而亚里士多德的论证是确凿有力的。在这些讨论中,第一个要点就完结了。 第二个要点是他说明表象与感觉的相通性。因此必须知道,表象与感觉具有相同的可感觉对象;所以它们具有相通性,并且两者同样涉及这些对象。因为正如感觉既具有共同可感觉对象也具有固有可感觉对象,既具有自身可感觉对象也具有偶性可感觉对象(如前所述),表象也同样涉及这些对象。这是第一种相通性。第二种相通性是:正如感觉在关于固有可感觉对象时总是真实的,在关于偶性对象时则较不真实,在关于共同对象时更不真实,表象也是如此。这就是感觉与表象的两种相通性。这就是亚里士多德所说的话。 然而值得提出两个疑问,其中第一个是这样的:亚里士多德在前面曾说表象并非总是真实的、有时也会出错,现在为何又说表象在关于固有可感觉对象时总是真实的?这就是那个疑问。对此可以说,表象是双重的:一种只是接受形式、如同容器一般,另一种则随意描绘出任何它想描绘之物。接受形式的表象总是真实的,就此而言,说表象在关于固有可感觉对象时总是真实的这一论述是真实的;而随意描绘的表象,则是出错的那种;因为当它描绘不存在之物时就会出错,就此而言,前面所说的表象会出错也是真实的。这就是第一个疑问及其解决方案。

语法注3 条
  1. 3.82εἰ δὲ καὶ ἄνθρωπον οὐρανομήκη ἀναπλάττεται, ἀλλὰ πρότερον εἶδεν ἄνθρωπον τὸν καθ’ ἕκαστα.

    位于归结句开头的连词 ἀλλά 呼应了前面的让步假定(εἰ καὶ...),在承认假定前提的同时立刻对异议加以限制与反驳(“即使……然而……”)。所有语言均统一再现了这一让步与限定的逻辑结构。

  2. 3.82ἐπεὶ τούτῳ τῷ λόγῳ καὶ τὴν φαντασίαν εἰπὲ κρείττονα τῆς δόξης

    祈使语气 εἰπέ 在此并非直接命令,而是在归谬反驳中用作假定或挑战(“那么不妨说……”、“否则你就得说……”)。连词 ἐπεί 则引出荒谬的推论(“否则”)。

  3. 3.82ἐκ δὲ τοῦ ῥηθῆναι ὅτι ἡ φαντασία διὰ μέσου αἰσθήσεως ἐνεργεῖ συνάγει ὁ Θεμίστιος ὅτι δείκνυται ἡ φαντασία οὐ μόνον μετὰ τὰς αἰσθήσεις ἐνεργοῦσα, ἀλλ’ ἅμα αὐταῖς.

    该句骨架由介词短语 ἐκ τοῦ ῥηθῆναι 及随后的说明性 ὅτι 从句构成,作为主句动词 συνάγει 的推论根据;第二个 ὅτι 则引导 συνάγει 的宾语从句。两个嵌套的 ὅτι 从句分别承担对不定词内容的陈述和对主句动词宾语的引导,必须予以明确区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:508.6-509.23