- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:503.36-505.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞通过指出表象并不认识中介值,论证了表象并非意见与感觉的混合物;接着他辩护了柏拉图在《智者篇》中的表述并反驳了亚里士多德的批评,随后进入字句疏解,阐释了意见与感觉构成表象所必需的对象同一性条件。
εἰ γὰρ ἦν κρᾶμα τούτων, ἔδει τὸ μέσον γινώσκειν τῶν δύο τὴν φαντασίαν, καὶ ἐπειδὴ ἡ μὲν δόξα ἑκατονεβδομηκονταπλάσιον λέγει τῆς γῆς τὸν ἥλιον, ἡ δὲ αἴσθησις ποδιαῖον οἶδε τὸν ἥλιον, ὤφειλεν ἡ φαντασία ὡς μέση τούτων ἑκατέρων τῶν ἄκρων τὴν γνῶσιν ἀποφυγεῖν καὶ εἰπεῖν τὸν ἥλιον ἑκατονταπλάσιον εἶναι τῆς γῆς. ἀλλὰ μὴν οὐ λέγει τοῦτο· οὐκ ἄρα κρᾶσίς ἐστιν ἡ φαντασία δόξης τε καὶ αἰσθήσεως. καὶ ταῦτα μὲν ἐν τούτοις. φαίνεται δὲ πρὸς Πλάτωνα ταῦτα λέγων ὁ Ἀριστοτέλης ὅτι οὐκ ἔστιν ἐκ τοῦ κράματος δόξης καὶ αἰσθήσεως ἡ φαντασία. ἐν γὰρ τῷ Σοφιστῇ φαίνεται λέγων ὁ Πλάτων ὅτι ἡ φαντασία ἀπὸ δόξης ἐστὶ καὶ αἰσθήσεως. μήποτε οὖν οὐ τοῦτο λέγει ὁ Πλάτων, ἀλλ’ ἐπειδὴ ἡ φαντασία μέση ἐστὶ δόξης καὶ αἰσθήσεως, ἔθος δὲ ἔχει τὰ μέσα ὑπὸ τῶν ἄκρων λέγειν γίνεσθαι, διὰ τοῦτο οὕτως εἶπε τοῦτο. καὶ ἐν Τιμαίῳ γὰρ τὴν ψυχὴν λέγει ἐξ ἀμεροῦς οὐσίας γίνεσθαι καὶ μεριστῆς·1 καὶ μὴν οὐ κιρνᾶται ἡ ἀμερής, ἀλλὰ διὰ τὸ μέσην εἶναι τούτων τὴν ψυχήν, διὰ τοῦτο λέγει αὐτὴν ἐκ τούτων. ἢ εἰπὲ ὅτι οὐδὲ λέγει τὴν κυρίως φαντασίαν τὴν δύναμιν, ἀλλὰ τὰ ψευδῆ φαντάσματα τὰ δοκοῦντα ἀληθῆ εἶναι λέγει ἐκεῖ φαντασίαν. ἔστι γὰρ ἡ περιπέτεια τοῦ λόγου τοῦ ἐν τῷ Σοφιστῇ αὕτη· τοῦ Σωκράτους λέγοντος τῷ σοφιστῇ ὅτι ‘γόης εἶ· περὶ γὰρ τὸ μὴ ὂν καταγίνῃ, ὁ σοφιστὴς ἀποκρινόμενος εἶπε ‘κατά σε ἄρα ἔστι τὸ μὴ ὄν, εἴ γε περὶ αὐτὸ καταγίνομαι· πᾶν γὰρ περὶ ὃ καταγίνεταί τις καὶ ἔστι τοῦτο· εἰ οὖν περὶ τὸ μὴ ὂν καταγίνομαι, ἔστιν ἄρα τὸ μὴ ὄν.’ ταῦτα τοῦ σοφιστοῦ εἰπόντος ὁ Σωκράτης ἀντεῖπεν, ὅτι πολλαχῶς τὸ μὴ ὄν· ἢ γὰρ τὸ ἄρρητον τὸ μηδαμῇ μηδαμῶς ὄν, ἢ τὸ καθ’ ἑτερότητα ἢ τὸ κρεῖττον οὐσίας, ὃ ὑπερούσιον λέγεται, ἢ τὸ χεῖρον οὐσίας, ὃ μετούσιον λέγεται· λέγεται δὲ μὴ ὂν καὶ τὸ ψεῦδος. καὶ πολλὰς διαφορὰς λέγων ἐκεῖ τοῦ ψεύδους λέγει καὶ ἓν εἶδος ψεύδους τὸ περὶ τὰ δοκοῦντα ἀληθῆ, ὡς ἐν τῇ κεκλασμένῃ κώπῃ, ὅπερ ψεῦδος εἶπε φαντασίαν ἀπὸ δόξης καὶ αἰσθήσεως μέσην οὖσαν τούτων, ἐπειδὴ καὶ δόξα καὶ αἴσθησις ἀληθεύει, ὡς ἐπίπαν δὲ ἡ αἴσθησις. ταῦτα ὑπὲρ Πλάτωνος. ἔστι δὲ εἰπεῖν καὶ πρὸς Ἀριστοτέλην ὅτι μέμφῃ τῷ Πλάτωνι ταῦτα λέγοντι καὶ αὐτὸς εἰρηκὼς τὴν ἀμυδρὰν αἴσθησιν φαντασίαν καὶ τὴν δόξαν ἀπ’ αἰσθήσεως εἰπὼν καὶ φαντασίας, διότι ταῦτα προηγεῖται τῆς δόξης· τοιαῦτα οὖν λέγων ἑτέροις πῶς ἐπιπλήττεις; ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Διά τε ταῦτα. τί αὐτῷ δύναται τὸ παρὸν ῥητόν, ὅτι εἶπε διά τε ταῦτα; ἢ διὰ τὰ μέλλοντα ῥηθῆναι ἢ διὰ τὰ παρελθόντα· εἰ γὰρ ἐδείχθη ἡ δόξα καὶ ἡ αἴσθησις μὴ ὄντα ἐφ’ ἡμῖν,2 οὐκ ἄρα ἐκ τούτων ἡ φαντασία, ἐπεὶ ἔσται καὶ αὐτὴ μὴ οὖσα ἐφ’ ἡμῖν. Καὶ δῆλον ὅτι οὐκ ἄλλη τίς ἐστιν ἡ δόξα ἀλλ’ ἢ ἐκείνη οὗπερ ἐστὶν ὁμοῦ καὶ αἴσθησις.3 τί φησιν; ὅτι εἰ ὅλως ἦν ἡ φαντασία ἀπὸ δόξης καὶ αἰσθήσεως, ἔδει ταύτας περὶ τὸ αὐτὸ καταγίνεσθαι, δόξαν φημὶ καὶ αἴσθησιν. οὐ γὰρ ἡ δόξα τοῦ εἶναι Σωκράτην δίκαιον καὶ ἡ αἴσθησις τοῦ εἶναι αὐτὸν λευκὸν ποιεῖ φαντασίαν, ἀλλὰ δεῖ καὶ δόξαν καὶ αἴσθησιν Σωκράτην οἴεσθαι δίκαιον· καὶ ὅταν περὶ τὸ αὐτὸ καταγένηται ἄμφω, οὐ δεῖ τὸ μὲν καθ’ αὑτὸ εἶναι, οἷον ἡ μὲν δόξα Σωκράτην λογικὸν δοξάζει, ἡ 〈δ’〉 αἴσθησις κατὰ συμβεβηκός, ἵνα οἴηται αὐτὸν λευκὸν εἶναι, ἀλλ’ ἵνα καὶ αὐτὴ λογικὸν καὶ καθ’ αὑτό. ὥστε δόξα καὶ αἴσθησις περὶ τὸ αὐτὸ καταγινόμεναι καὶ ἄμφω καθ’ αὑτό, εἰ ὅλως ἦν δυνατόν, ἐποίουν φαντασίαν.
因为如果表象是这些东西[意见与感觉]的混合物,表象就应当认识这两者之间的中介;既然意见说太阳是地球的一百七十倍,而感觉知道太阳有一足大[一尺大],那么表象作为这两者的中介,本应当避开两端的各自认识,而说太阳是地球的一百倍。然而它并没有这样说;因此表象并不是意见与感觉的混合物。关于这些就谈到这里。然而,亚里士多德说表象不是由意见和感觉的混合物构成的,这些话似乎是针对柏拉图说的。因为在《智者篇》中,柏拉图似乎说过表象来自意见和感觉。那么,难道柏拉图不是在说这个,而是因为表象是意见与感觉的中介,而他习惯于说中介物产生自两端,因此才这样说的吗?因为在《蒂迈欧篇》中他也说过,灵魂产生自不可分的实体和可分的实体;不可分者固然不能被混合,但由于灵魂是这些东西的中介,因此他才说灵魂来自它们。或者也可以说,他在那里所称的表象,根本不是指本义上的表象能力,而是将那些看似真实之物的虚假显现称为表象。因为《智者篇》中论证的转折是这样的:当苏格拉底对智者说“你是个骗子,因为你从事于非存在”时,智者回答说:“那么照你的说法,如果我从事于它,非存在便存在了;因为凡是人所从事的对象,该对象也都存在;因此,如果我从事于非存在,非存在就是存在的。”智者说了这些之后,苏格拉底反驳说,“非存在”有多重含义:它要么是以任何方式绝不存在的不可言说者,要么是依于他者性者,要么是超越实体者(被称为超实体),要么是次于实体者(被称为分有实体);然而虚假也被称为非存在。在那里,他在谈到虚假的许多差别时,也提到了关于看似真实之物的一种虚假(就像折断的船桨的情形),他把这种虚假称为来自意见和感觉的表象,它是这两者的中介,因为意见和感觉都讲真话,而感觉大体上如此。关于维护柏拉图的说法就到这里。但是也可以对亚里士多德说:“你指责柏拉图说了这些话,而你自己也曾把微弱的感觉称为表象,并说过意见产生自感觉和表象,因为这些先于意见;那么你自己既然说了这样的话,又怎能责备他人呢?”在这些内容中,在神助之下,通盘考察便告完成。 “由于这些缘故”。当他说“由于这些缘故”时,眼下的这句话对他而言能意味着什么呢?要么是由于将要被言说的东西,要么是由于已经过去的东西;因为如果已经表明意见和感觉不在我们掌控之中,那么表象便不是来自它们,否则表象自身也将不在我们掌控之中了。 “显然,这种意见不是别的,正是关于感觉同时也在的那一对象的意见”。他在说什么呢?他说,如果表象果真来自意见和感觉,那么这两者——我是指意见和感觉——就必须关涉同一个对象。因为并不是苏格拉底是公正的这一意见,加上他是白色的这一感觉,便产生了表象,而是意见和感觉都必须认为苏格拉底是公正的;而且即便两者关涉同一对象时,也不应当是一者就自身而言(例如意见认为苏格拉底是有理性的),而感觉则是依偶性地认为他是白色的,而是感觉自身也必须就自身而言认为他是有理性的。因此,意见和感觉关涉同一对象,并且两者都是就自身而言关涉该对象,若这果真可能的话,本该产生表象。
- 3.75ἐξ ἀμεροῦς οὐσίας γίνεσθαι καὶ μεριστῆς
由介词 ἐξ 支配的两个属格形容词 ἀμεροῦς 和 μεριστῆς 共享名词 οὐσίας。在紧随其后的分句 καὶ μὴν οὐ κιρνᾶται ἡ ἀμερής 中,主语省略了名词,应补足为 ἡ ἀμερὴς [οὐσία](“不可分的[实体]不能被混合”)。
- 3.75μὴ ὄντα ἐφ’ ἡμῖν
尽管主语 ἡ δόξα 与 ἡ αἴσθησις 均为阴性名词,分词 ὄντα 却采用了中性复数形式。这是一种依意构词(constructio ad sensum),承接了前文将两者统称为“单纯成分”(τὰ ἁπλᾶ)的中性表述。
- 3.75οὐκ ἄλλη τίς ἐστιν ἡ δόξα ἀλλ’ ἢ ἐκείνη οὗπερ ἐστὶν ὁμοῦ καὶ αἴσθησις
引用亚里士多德的原文字句。短语 οὐκ ἄλλη... ἀλλ’ ἤ 是表示“不是别的,正是……”的固定惯用法。关系代词 οὗπερ 暗含了一个表示对象的中性属格先行词(即 [τούτου τοῦ πράγματος] οὗπερ),意为“关于感觉同时也在的那个[对象]的[意见]”。
