← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§502.24-503.36

意见消灭的条件与表象非复合说的论证

针对意见随感觉改变而消除冲突的假想反驳,菲洛庞努斯论证了消除意见的四种条件(主体死亡、对象改变、遗忘、相反意见)均未成立,因而冲突依然存在;随后考察了支持亚里士多德主张表象非由意见与感觉组合而成的三个补充论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.75#2

ὅταν οὖν συμφωνοῦσα εὑρεθῇ ἡ δόξα τῇ αἰσθήσει καὶ μηκέτι μάχηται, δῆλον ὅτι ἑνὸς τῶν μαχομένων φθαρέντος οὐδὲν ἄτοπον συγκεῖσθαί τι ἐξ αὐτῶν.1 λέγομεν δὲ πρὸς τοῦτο ὅτι ἡ δόξα κατὰ τέσσαρας τρόπους φθείρεται, ἢ τοῦ δοξάζοντος φθειρομένου, οἷον τοῦ ἀνθρώπου θνήσκοντος, ἢ τοῦ δοξαστοῦ πράγματος μεταβάλλοντος, οἷον ἐὰν νῦν δοξάζω ὅτι Σωκράτης καθέζεται, καὶ ἀναστῇ Σωκράτης, ἐφθάρη δηλονότι ἡ τοῦ καθέζεσθαι αὐτὸν δόξα ὡς ἀληθής. ἢ οὖν τοῦ δοξάζοντος φθειρομένου ἢ τοῦ δοξαστοῦ πράγματος μεταβάλλοντος φθείρεται ἡ ἀληθὴς δόξα· φθείρεται δὲ δόξα καὶ λήθης παρακολουθούσης ἢ ἐναντίας δόξης τὴν πρώτην καταβαλούσης. νυνὶ δὲ οὐδὲν τῶν τεσσάρων παρηκολούθησεν· οὔτε γὰρ ὁ δοξάσας ἄνθρωπος ἀπώλετο οὔτε τὸ δοξαστὸν μετέβαλε (μεμένηκε γὰρ ὁ ἥλιος πολλαπλάσιος ὢν τῆς γῆς) οὔτε λήθη παρέδραμεν (ὅτε γὰρ βούλει, ἀστρονομία ἀναγκάζει σε τὸν ἥλιον μείζονα τῆς γῆς εἰπεῖν) οὔτε ἐναντία δόξα τὴν ψυχὴν κατέβαλεν· ἔμεινε γὰρ ἡ αὐτὴ καταναγκάζουσα. εἰ οὖν σῴζονται οἱ τέσσαρες κανόνες οἱ μὴ φθείροντες τὴν δόξαν, ἔμεινεν ἄρα, καὶ οὐδὲν τῶν μαχομένων φθείρεται. οὗτος οὖν ἐστιν ὁ λόγος Ἀριστοτέλους· ἔστι δὲ ὁ δεικνὺς τὴν φαντασίαν μὴ συγκεῖσθαι ἐκ δόξης καὶ αἰσθήσεως τῷ μηδὲν ἐκ μαχομένων συγκεῖσθαι·2 μάχονται δὲ δόξα καὶ αἴσθησις· οὐκ ἄρα ἡ φαντασία σύγκειται ἐκ δόξης καὶ αἰσθήσεως. καὶ οὗτος μέν ἐστιν ὁ λόγος Ἀριστοτέλους. ἔστι δὲ καὶ ἔξωθεν προσευπορῆσαι καὶ ἄλλους τρεῖς λόγους συνηγοροῦντας Ἀριστοτέλει. ὧν πρῶτός ἐστιν οὗτος· εἰ ἡ φαντασία σύγκειται ἐκ δόξης καὶ αἰσθήσεως, ἐχρῆν τὰ ἄλογα ζῷα μὴ ἔχειν φαντασίαν, διότι οὐδὲ δόξαν ἔχουσιν ἐξ ἧς ἡ φαντασία καθ’ ὑμᾶς σύγκειται. ὅτι δὲ οὐκ ἔχουσι δόξαν τὰ ἄλογα, ἤδη δῆλον γέγονεν ἐν τοῖς προλαβοῦσιν, ἡνίκα ἐλέγομεν ὅτι ἡ δόξα τῆς λογικῆς ψυχῆς ἐστι μέρος, τὰ δὲ ἄλογα λογικὴν ψυχὴν οὐκ ἔχει, οὐκοῦν οὐδὲ δόξαν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· ἡ δόξα ὥσπερ ἔχει τὰ πράγματα, οὕτω καὶ δοξάζει, ἀλλὰ καὶ ἡ αἴσθησις ὡς ἐπὶ τὸ πολὺ ἀληθεύει· ἡ δὲ φαντασία πολὺ πλεονάκις ψεύδεται· οὐκ ἄρα οὖν ἡ φαντασία σύγκειται ἀπὸ δόξης καὶ αἰσθήσεως. // ψευδὴς δὲ οὗτος ὁ λόγος, ὡς οἶμαι, διότι ἐνδέχεται εἶναί τι ἐν τῷ συνθέτῳ, ὅπερ οὐκ ἦν ἐν τοῖς ἁπλοῖς, οἷον ἐν τοῖς τῶν ζῴων σώμασίν ἐστι χροιὰ φέρε εἰπεῖν ἐρυθρά, ἥτις οὐκ ἦν ἐν τοῖς στοιχείοις· οὐκ ἄτοπον οὖν καὶ τὴν φαντασίαν συγκεῖσθαι ἀπὸ δόξης καὶ αἰσθήσεως μὴ ψευδομένων, αὐτὴν δὲ ψεύδεσθαι διὰ τὸ εἶναί τι ἐν συνθέτῳ, ὃ μή ἐστιν ἐν τοῖς ἁπλοῖς. ὥστε οὗτος ὁ λόγος οὐ πάνυ ἐστὶν ἀναγκαῖος. // ὁ δὲ τρίτος ἀναγκαῖος· ἔστι δὲ τοιοῦτος. οὐδὲν ἐκ τῶν μὴ ἐφ’ ἡμῖν συγκείμενον ἐφ’ ἡμῖν ἐστιν.3 εἰ οὖν ἡ δόξα οὐκ ἔστιν ἐφ’ ἡμῖν, ἀλλ’ οὐδὲ ἡ αἴσθησις ἐφ’ ἡμῖν ἐστιν (ἀδύνατον γὰρ παρόντων τῶν χρωμάτων καὶ πεφωτισμένου τοῦ ἀέρος καὶ μὴ κεκλεισμένων τῶν βλεφάρων μὴ ὁρᾶν, καὶ ὁρῶντα δὲ πάλιν ἀδύνατόν ἐστι τὸ λευκὸν χρῶμα μέλαν ὁρᾶν ἢ φαιὸν ἤ τι τοιοῦτον) εἰ οὖν τὰ ἁπλᾶ, ὅ ἐστι δόξα καὶ αἴσθησις, οὐκ ἔστιν ἐφ’ ἡμῖν, οὐδὲ ἡ φαντασία ἄρα ἡ ἐκ τούτων συγκειμένη ἐφ’ ἡμῖν ἐστιν. ἀλλὰ μὴν ἡ φαντασία ἐφ’ ἡμῖν ἐστιν· ἀναπλάττομαι γὰρ οὐρανομήκη ἄνθρωπον καὶ τραγέλαφον. εἰ οὖν ἡ φαντασία ἐφ’ ἡμῖν ἐστιν, οὐκ ἄρα σύγκειται ἀπὸ δόξης καὶ αἰσθήσεως· οὐδὲν γὰρ τῶν ἐφ’ ἡμῖν σύγκειται ἐκ τῶν οὐκ ἐφ’ ἡμῖν. οὗτός ἐστι καὶ ὁ τρίτος λόγος. ἡμεῖς δὲ δείξομεν ὅτι οὐδὲ κρᾶμα δόξης καὶ αἰσθήσεώς ἐστιν ἡ φαντασία.

因此,当意见被发现与感觉相一致且不再冲突时,显然[对方会说],在冲突之物的一方已经消亡的情况下,由它们组合成某种事物绝非荒谬。然而针对这一点我们说,意见依照四种方式消亡:要么是持意见者消亡(例如人死去),要么是所意见的事物发生改变(例如,如果我现在认为苏格拉底坐着,而苏格拉底站起来,那么关于他坐着的意见作为真实的意见显然就消亡了)。因此,真实的意见要么由于持意见者消亡,要么由于所意见的事物发生改变而消亡;然而当遗忘随之而来,或者相反的意见推翻了最初的意见时,意见也会消亡。但在当下这四种情况均未发生:因为既不是持有意见的人死去了,也不是所意见的对象改变了(因为太阳依然是比地球大许多倍的),遗忘也没有潜入(因为每当你愿意时,天文学都迫使你指出太阳比地球大),相反的意见也没有推翻灵魂(因为同一种意见依然保持着其强迫力)。因此,如果不使意见消亡的四个标准得以保持,那么意见也就保留了下来,而相互冲突之物中的任何一方都没有消亡。所以这就是亚里士多德的论证:即通过没有任何事物是由冲突之物构成的这一事实,来表明表象并非由意见和感觉组合而成;而意见与感觉是相互冲突的;因此表象并非由意见与感觉组合而成。这便是亚里士多德的论证。 然而也可以从外部补充另外三个支持亚里士多德的论证。其中第一个是这样的:如果表象由意见和感觉组合而成,无理性的动物本不应当拥有表象,因为它们甚至不拥有意见——按照你们的说法表象正是由意见组合而成的。而无理性的动物不拥有意见,在先前的论述中已经变得清楚,当时我们曾说意见是理性灵魂的一部分,而无理性的动物没有理性灵魂,因此也没有意见。这是第一个论证。 第二个论证:意见依照事物的本来面貌来持有意见,而感觉也大体上是真实的;但表象却频繁得多地为假;因此表象并非由意见和感觉组合而成。// 但在我看来,这个论证是假的,因为在复合物中完全可能存在某种在单纯物中并不存在的东西,正如在动物的身体中有譬如说红色的颜色,而这是在元素中所没有的;因此,即使表象由不为假的意见和感觉组合而成,但由于复合物中存在某种在单纯物中并不存在的东西而使它自身为假,这绝非荒谬。所以这个论证绝非完全是必然的。// 但第三个论证是必然的;它是这样的。由不在我们掌控之中的事物组合而成的任何事物,都不在我们掌控之中。如果意见不在我们掌控之中,而感觉甚至也不在我们掌控之中(因为在颜色呈现、空气受到照明且眼睑没有闭合的情况下,不看是不可能的;而在观看时,将白色看成黑色、灰色或诸如此类的东西同样是不可能的)——那么,如果作为单纯物的意见与感觉都不在我们掌控之中,由它们组合而成的表象也就不在我们掌控之中。然而表象确实是在我们掌控之中的;因为我能构想出一个高达天际的人和一只鹿山羊。那么,如果表象在我们掌控之中,它就绝非由意见和感觉组合而成;因为在我们掌控之中的任何事物,都不是由不在我们掌控之中的事物组合而成的。这也是第三个论证。而我们将要表明,表象甚至也不是意见与感觉的混合物。

语法注3 条
  1. 3.75ὅταν οὖν συμφωνοῦσα εὑρεθῇ ἡ δόξα τῇ αἰσθήσει καὶ μηκέτι μάχηται, δῆλον ὅτι ἑνὸς τῶν μαχομένων φθαρέντος οὐδὲν ἄτοπον συγκεῖσθαί τι ἐξ αὐτῶν.

    该句接续上一节末尾提出的假想反驳(即意见与感觉结合时会随之改变),从对方的立场阐述其逻辑结论。紧接其后的 λέγομεν δὲ πρὸς τοῦτο(“对此我们说……”)标志着注解者本人反驳的开始,因此 δῆλον ὅτι 之后的内容应被理解为对手论证的前提与推论,而非注解者自身的论点。

  2. 3.75τῷ μηδὲν ἐκ μαχομένων συγκεῖσθαι

    带冠词的不定式与格 τῷ ... συγκεῖσθαι 修饰分词 δεικνὺς(“表明/证明”),表示手段或根据(理由)的与格。其句法功能是给出证明的逻辑依据:“通过没有任何事物是由冲突之物构成的这一事实[来表明……]”。

  3. 3.75οὐδὲν ἐκ τῶν μὴ ἐφ’ ἡμῖν συγκείμενον ἐφ’ ἡμῖν ἐστιν.

    该句的基本骨架是由主语 οὐδὲν ... συγκείμενον(“任何……组合而成的事物都不”)与谓语 ἐφ’ ἡμῖν ἐστιν(“在我们掌控之中”)组成的全否定命题。修饰分词 συγκείμενον 的介词短语 ἐκ τῶν μὴ ἐφ’ ἡμῖν(“由不在我们掌控之中的事物”)中的否定词 μή,体现了冠词 τῶν 所统辖的泛指性、条件性否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:502.24-503.36