- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:501.8-502.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯将亚里士多德关于表象既非“伴随感觉的意见”、亦非“通过感觉的意见”、亦非“两者的结合”的三重界定解释为作因、工具因与质料因的分野,并通过意见与感觉在同一当下相互冲突与矛盾这单一论据,论述了亚里士多德如何一次性驳倒这三种可能。
" Φανερὸν τοίνυν ὅτι οὐδὲ δόξα μετ’ αἰσθήσεως οὐδὲ δι’ αἰσθήσεως οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἂν εἴη, καὶ τὰ ἑξῆς." Ἐπειδὴ διὰ τῶν προλαβόντων ἀπὸ δόξης διέκρινε τὴν φαντασίαν καὶ αἰσθήσεως καὶ ἰδίᾳ πρὸς ἑκάτερον αὐτῶν ἐνέστη, νῦν βούλεται δεῖξαι ὅτι οὐκ ἔστιν ἡ φαντασία ἐπιπλοκὴ αἰσθήσεως καὶ δόξης οὔτε δόξα ἅμα καὶ αἴσθησις οὔτε δόξα δι’ αἰσθήσεως. ταῦτα τοίνυν τὰ τρία βούλεται Ἀριστοτέλης δεῖξαι μὴ οὖσαν τὴν φαντασίαν. δείκνυσι δὲ τὴν φαντασίαν μηδὲν τούτων οὖσαν δι’ ἑνὸς λόγου. μή τις δὲ οἰέσθω ὅτι τὰ τρία ταῦτα ταὐτά ἐστιν ἀλλήλοις· ἔχουσι γὰρ διαφορὰν πρὸς ἑαυτά. εἰ μὲν γὰρ εἴπω ὅτι φαντασία οὐκ ἔστι δόξα ἅμα καὶ αἴσθησις [εἰ δὲ εἴπω ὅτι φαντασία ἐστὶ δόξα μετ’ αἰσθήσεως], ἀμφότερα ποιητικὰ λαμβάνω τῆς φαντασίας, ὡς εἰ δύο εἶεν ἰατροὶ ποιητικοὶ ὑγιείας· ὥστε τὸ πρῶτον τοῦτο λέγει ὅτι οὐκ ἔστι ποιητικὰ τῆς φαντασίας δόξα καὶ αἴσθησις ἅμα. εἰ δὲ εἴπω ὅτι οὐκ ἔστι φαντασία δόξα δι’ αἰσθήσεως, τοῦτο λέγω ὅτι οὐκ ἔστι τῆς φαντασίας ποιητικὸν αἴτιον ἡ δόξα, ὅπερ ποιητικὸν αἴτιον ποιεῖ τὴν φαντασίαν δι’ ὀργανικοῦ αἰτίου τῆς αἰσθήσεως, ἵνα ᾖ ἡ μὲν δόξα ποιητικὸν αἴτιον τῆς φαντασίας, ἡ δὲ αἴσθησις ὀργανικόν, ὥσπερ ὁ ἰατρὸς διὰ φλεβοτόμου ὑγίειαν λέγεται ποιεῖν. ἐὰν οὖν εἴπω ὅτι οὐκ ἔστιν ἡ φαντασία δόξα δι’ αἰσθήσεως, τοῦτο λέγω ὅτι οὐκ ἔστιν ἡ δόξα ποιητικὸν αἴτιον φαντασίας δι’ ὀργανικοῦ αἰτίου τῆς αἰσθήσεως. ἀλλ’ οὐδὲ συμπλοκή ἐστι δόξης καὶ αἰσθήσεως ἡ φαντασία, τουτέστιν οὐκ ἔστιν ὑλικὰ αἴτια τῆς φαντασίας δόξα καὶ αἴσθησις. ὥσπερ γὰρ ὕλη ἐστὶ τοῦ οἰνομέλιτος ἡ συμπλοκὴ τοῦ οἴνου καὶ τοῦ μέλιτος, οὕτω καὶ τῆς φαντασίας ὕλη ἔσται ἡ συμπλοκὴ τῆς δόξης καὶ τῆς αἰσθήσεως. οὐκ ἔστι δὲ συμπλοκή, ἐπειδὴ οὐκέτι φυλαττομένη δόξα καὶ αἴσθησις ποιεῖ τὴν φαντασίαν, ἀλλὰ κιρνωμένη. ἐπὶ δὲ τῶν πρώτων δύο σκελῶν καὶ ἡ δόξα καὶ ἡ αἴσθησις ἐφυλάττετο, καὶ ὅτε ἦν ἄμφω ποιητικὰ καὶ ὅτε ἦν τὸ μὲν ἓν ποιητικόν, τὸ δὲ ἕτερον ὀργανικόν. ἡ φαντασία τοίνυν οὔτε δόξα ἔστι καὶ αἴσθησις ἅμα, ἵνα ὦσιν ἄμφω ποιητικά, οὔτε δόξα δι’ αἰσθήσεως, ἵνα τὸ μὲν ᾖ ποιητικὸν τὸ δὲ ὀργανικόν, ἀλλ’ οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως, ἵνα ὦσιν ἄμφω ὑλικά. ὅτι δὲ οὐδὲν τούτων ἐστὶν ἡ φαντασία, δείκνυσιν Ἀριστοτέλης δι’ ἑνὸς λόγου τοιούτου· ἡ δόξα, φησί, τῇ αἰσθήσει μάχεται, οὐδὲν δὲ πρᾶγμα ἐκ δύο μαχομένων καὶ ἐνεργούντων κατὰ τὴν μάχην1 συνίσταται· οὐκ ἄρα οὖν ἡ φαντασία συνίσταται ἐκ δόξης τε καὶ αἰσθήσεως. ὅτι δὲ μάχεται ἡ δόξα καὶ ἡ αἴσθησις, δῆλον ἐντεῦθεν· ἡ αἴσθησις τὴν ἐν ὕδατι κώπην κεκλασμένην ὁρᾷ, ἡ δὲ δόξα ἐν τῷ αὐτῷ νῦν σώαν αὐτὴν εἶναι πεπίστευκεν· ὥστε μάχεται ἡ δόξα τῇ αἰσθήσει. πάλιν τὸν μὲν ἥλιον ἡ ὄψις ποδιαῖον ὁρᾷ, καὶ ἐν τῷ αὐτῷ νῦν ἡ δόξα δείκνυσιν αὐτὸν πολλαπλασίονα τῆς γῆς ὅλης. οὐδὲν δὲ ἐκ μαχομένων ἐν τῷ αὐτῷ νῦν συνίσταται· οὔτε ἡ φαντασία ἄρα σύγκειται ἐκ δόξης καὶ αἰσθήσεως. εἰ γὰρ περὶ τὸ αὐτὸ δόξα μὲν ἀληθεύει, αἴσθησις δὲ ψεύδεται, ἐκ τούτων δὲ συνίσταται φαντασία, ἔσται ἄρα περὶ τὸ αὐτὸ καὶ ἀληθεύουσα καὶ ψευδομένη, ὅπερ ἄτοπον. ἀλλ’ ἐρεῖ τις ὅτι μήποτε,2 εἰ καὶ ἡ δόξα οὕτως ἡγεῖται τὸν ἥλιον καθ’ ἑαυτὴν ἐνεργοῦσα, ἀλλ’ οὖν ὅταν συμπλακῇ αἰσθήσει συμμεταβάλλεται αὐτῇ καὶ ψεύδεται· τὸ γὰρ κῦρος ἀεὶ ἡ αἴσθησις ἔχει, εἴπερ καὶ περὶ τὰ αἰσθητὰ ἀεὶ γίνονται οἱ ὅρκοι.
“因此显然,表象既不可能是伴随着感觉的意见,也不可能是通过感觉的[意见],也不可能是意见与感觉的结合,等等。” 既然通过前面的论证他已将表象与意见以及感觉区分开来,并分别对它们两者各自提出了反驳,现在他想要表明,表象既不是感觉与意见的交织,也不是意见与感觉同时存在,更不是通过感觉的意见。因此亚里士多德想要表明表象并不是这三者。并且他通过一个单一的论证表明表象不是这其中的任何一种。任何人都不应当认为这三者彼此相同;因为它们彼此之间存在差异。因为如果我说表象不是意见与感觉同时存在[而如果我说表象是伴随着感觉的意见],我是把两者都当作表象的作因,就像有两个产生健康的医生一样;以至于这第一个说法表明意见与感觉并非同时作为表象的作因。而如果我说表象不是通过感觉的意见,我的意思是:意见不是表象的作因并借由作为工具因的感觉来产生表象,以便使意见成为表象的作因,而感觉成为工具因,就像医生被说成是通过刺络刀产生健康一样。那么,如果我说表象不是通过感觉的意见,我的意思是:意见并非借由作为工具因的感觉而成为表象的作因。然而表象甚至也不是意见与感觉的结合,也就是说,意见与感觉不是表象的质料因。因为正如酒与蜂蜜的结合是蜜酒的质料一样,意见与感觉的结合也将成为表象的质料。但它不是结合,因为不再是得以保留的意见与感觉产生表象,而是混合之物产生表象。而在前两个肢项中,无论当两者都是作因时,还是当一者是作因另一者是工具因时,意见与感觉都得以保留。因此,表象既不是意见与感觉同时存在——以使两者都成为作因,也不是通过感觉的意见——以使一者为作因另一者为工具因,甚至也不是意见与感觉的结合——以使两者都成为质料因。而亚里士多德通过如下一个单一的论证表明表象绝非这其中的任何一种:他说,意见与感觉相冲突,而没有任何事物是由两个相互冲突且依照这种冲突而在现实中活动的东西构成的;因此,表象并非由意见与感觉构成。而意见与感觉相互冲突从以下事实中显而易见:感觉看到水中的桨是弯折的,但意见在同一当下却确信它是完好的;因此意见与感觉相冲突。再者,视觉看到太阳为一尺大小,而在同一当下意见表明它比整个地球大许多倍。但在同一当下没有任何事物是由相互冲突之物构成的;因此表象也不是由意见与感觉组合而成的。因为如果就同一事物而言,意见为真而感觉为假,且表象是由这些构成的,那么表象就同一事物而言就将既为真又为假,这是荒谬的。但是有人会说:或许,即使意见在自身现实活动时对太阳作如此判断,但无论如何,每当它与感觉结合在一起时,它便随之改变并成为假的;因为感觉始终具有支配力,如果人们关于可感觉事物确实始终进行发誓的话。
- 3.75ἐκ δύο μαχομένων καὶ ἐνεργούντων κατὰ τὴν μάχην
现在时关身分词 μαχομένων 与现在时主动分词 ἐνεργούντων 共同作为定语修饰由 ἐκ 所支配的两个事物(δύο)。该结构意为“相互冲突并按照该冲突而在现实中活动的两者”,构成了两个相互矛盾的现实活动不可能在同一主体中共同组成单一复合实体的论证前提。
- 3.75ἀλλ’ ἐρεῖ τις ὅτι μήποτε
μήποτε 在此作为引出推测或疑虑的虚词置于 ὅτι 之后,意为“或许……岂不是……”,用于引出某种试探性的反驳意见。它由主句动词 ἐρεῖ 所支配,引出设想中的反对论点,即意见在与感觉结合时或许会随之改变从而失真。
