- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:500.1-501.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论灵魂》428a18–22,菲洛波庞通过三段论论证了表象与意见的区别,结合动物的事例阐明了伴随意见的确信、劝说、赞同和理性之间的联系,并将之与习性化区分开来。
" Λείπεται ἄρα ἰδεῖν εἰ δόξα· γίγνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής." Ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐκ ἔστιν ἡ φαντασία ταὐτὸν τῇ δόξῃ. καὶ ἄξιον ἀπορῆσαι πῶς ἄνω τοῦτο δείξας καὶ πάλιν τοῦτο δείκνυσιν. καὶ μήποτε ἔστιν εἰπεῖν ὅτι ἐπειδὴ αὗται πολὺ κοινωνοῦσι, διὰ τοῦτο πολλάκις αὐτῶν λέγει διάκρισιν. κοινωνοῦσι μὲν γάρ, ἐπειδὴ ἀεὶ αἱ ἐσχατιαὶ τῶν πρώτων αἱ αὐταί εἰσι τοῖς πρώτοις τῶν ὑστέρων, ἵνα μηδὲν ᾖ κενόν· ἐσχατιὰ δὲ τοῦ λόγου ἡ δόξα, πρώτη δὲ τῆς ἀλόγου ἡ φαντασία, διὸ σχεδὸν αἱ αὐταί εἰσιν. εἰπὲ δὲ καὶ ἄλλο, ὅτι ἄμφω καὶ ἡ δόξα καὶ ἡ φαντασία περὶ ἀληθὲς καὶ ψεῦδος καταγίνονται, διὸ καὶ κατὰ τοῦτο κοινωνοῦσι, καὶ τούτου ἕνεκεν αὐτῶν λέγει διάκρισιν. διακρίνεται δὲ ταῦτα συλλογιστικῶς οὕτως· ἡ φαντασία ἢ πᾶσι τοῖς ἀλόγοις ὑπάρχει κατὰ τὸν πάλαι Ἀριστοτέλην, πᾶσι τοῖς ἀλόγοις ἀμυδρὰν ἐντιθέντα φαντασίαν, ἢ ἐνίοις κατὰ τὸν νῦν Ἀριστοτέλην, οὐκ ἐν παντὶ ἀλόγῳ τιθέντα φαντασίαν ἀκριβῆ. εἰ οὖν ἡ φαντασία ἢ ἐνίοις ὑπάρχει ἀλόγοις ἢ πᾶσιν, ἡ δὲ δόξα οὐδενὶ ἀλόγῳ ὑπάρχει, οὐκ ἄρα ταὐτὸν φαντασία καὶ δόξα. ἐν τρίτῳ σχήματι ἡ πλοκή. ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις. τοῦτο καὶ διαφορά ἐστι πρὸς φαντασίαν καὶ ἀπόδειξις τῆς μιᾶς προτάσεως τοῦ συλλογισμοῦ τῆς λεγούσης ὅτι δόξα οὐδενὶ ἀλόγῳ ὑπάρχει. ὅπου γὰρ δόξα, καὶ πειθὼ καὶ πίστις καὶ πεπεῖσθαι· οὐκ ἐνδέχεται γάρ τινα δοξάζοντα οἷς δοξάζει1 μὴ πιστεύειν· ὅπου δὲ πειθὼ καὶ πίστις, λόγος· λόγος δὲ οὐχ ὑπάρχει ἐν ἀλόγοις· οὐκ ἄρα οὖν οὔτε δόξα ἐστὶν ἐν ἀλόγοις. πειθὼ δέ ἐστιν ἐνέργεια τοῦ πείθοντος πρὸς τὸ πειθόμενον, πίστις δὲ ἀποτέλεσμα καὶ γνῶσις τοῦ πειθομένου, πεπεῖσθαι δὲ ἡ ἀμυδρὰ γνῶσις καὶ ὁδὸς ἐπὶ τὴν δόξαν, δόξα δὲ ἡ μετὰ ταῦτα κρατουμένη ἔννοια. τῶν δὲ θηρίων οὐδενὶ ὑπάρχει πίστις. ἠπόρησαν περὶ τοῦ ἵππου πῶς φοβεῖται τὴν μάστιγα καὶ ὑπόκειται τῷ πωλοδάμνῃ οὐχὶ πειθοῖ τινι. καὶ εἴπομεν ὅτι οὐ διὰ πειθώ, ἀλλὰ δι’ ἐθισμόν τινα, ἐπειδὴ ἔθος εἶχεν ἀεὶ πλήττεσθαι ἐξ αὐτῆς καὶ συγκατατίθεται· εἴπομεν γὰρ ὅτι ἡ συγκατάθεσις κοινὸν γένος ἐστὶ πειθοῦς καὶ ἐθισμοῦ. ἠπόρησε δὲ πάλιν καὶ πῶς ὁ ὄφις ὅρκῳ πείθεται, εἰ μὴ ἔχει πειθὼ τὰ ἄλογα. ἐλέγομεν ὅτι οὐδὲ οὕτω πείθεται· οὐ γὰρ διαλέκτου ἀκούει, ἀλλὰ φωνῆς· ὑποχωρεῖ δὲ πρὸς πῦρ ὁρκούμενος, ἐπειδὴ ὑπὸ δαιμόνων τινῶν συνωθεῖται τῶν τρεμόντων τὸν ὅρκον. καὶ ἁπλῶς εἰπεῖν τὸ πειθόμενον καὶ μεταπείθεται, τὸ δὲ μεταπείθεσθαι γνώσεώς ἐστι· ἡ γὰρ γνῶσις περὶ τὸ αὐτὸ οὐκ ἀεὶ ὡσαύτως ἔχει. ὁ δὲ ἐθίζων2 ἀεὶ ὡσαύτως ἔχει περὶ τὸ αὐτό· ἀεὶ γὰρ φοβεῖται ὁ ἵππος τὴν μάστιγα. οὐκ ἄρα οὖν ὁ ἐθισμὸς γνώσεώς ἐστιν οὐδὲ ὁ αὐτὸς τῇ πειθοῖ. ὅτι δὲ ἡ γνῶσις οὐκ ἀεὶ περὶ τὸ αὐτὸ ὡσαύτως ἔχει, δῆλον, ἐπειδὴ τὸν ἀράχνην διὰ τοῦτο οὐ λέγομεν ἀπὸ προβουλήσεως καὶ γνώσεως τὸ ἀράχνιον ποιεῖν, ἐπειδὴ ἀεὶ ὡσαύτως αὐτὸ ποιεῖ, ὁμοίως δὲ καὶ μέλισσα τὴν σμήνην· εἰ δὲ ἦν ἀπὸ προβουλῆς, ἄλλως καὶ ἄλλως ἐποίει ἂν τὸ αὐτό.
“因此剩下的就是看它是否为意见;因为意见既会成为真实的,也会成为虚假的。” 从这里开始,他想要表明表象与意见不是同一的。并且值得提出疑难的是:既然他在前文中已经表明了这一点,为何又再次表明这一点。或许可以说,既然这两者有极大的相通之处,因此他多次叙述它们的区分。因为它们之所以相通,是由于在先者的末端始终与在后者之首端相同,以便没有任何虚空;而理性的末端是意见,非理性的首端是表象,因此它们几乎是相同的。也可以说出另一个原因,即意见与表象两者都关涉真与假,因此在这方面也是相通的,为此缘故他说出了它们的区分。而这两者通过三段论被区分如下:表象要么属于一切非理性动物——按照较早时候的亚里士多德,他把微弱的表象赋予一切非理性动物;要么属于某些非理性动物——按照现在的亚里士多德,他并不把精确的表象置于每一个非理性动物之中。那么,如果表象要么属于某些非理性动物要么属于一切,而意见不属于任何非理性动物,因此表象与意见不是同一的。前提的联结处于第三格之中。但是“确信伴随着意见”。这既是相对于表象的差异,也是那个主张意见不属于任何非理性动物的三段论前提的证明。因为凡有意见之处,便有劝说、确信与被说服;因为持意见者不可能不相信他所认为的事物;而凡有劝说与确信之处,便有理性;然而理性并不存在于非理性动物之中;因此,意见也不存在于非理性动物之中。劝说是劝说者向被劝说者的现实活动,确信是被劝说者的结果与认识,被说服是微弱的认识以及通往意见的道路,而意见是继这些之后被持守的概念。然而确信不属于任何野兽。人们曾就马提出疑难:马如何畏惧鞭子并顺从驯马师,而并非出于某种劝说?我们曾说,这并非由于劝说,而是出于某种习性化,既然它习惯于始终被鞭子抽打,并且表示赞同;因为我们说过赞同是劝说与习性化的共同属。又有人再次提出疑难:如果非理性动物没有劝说,蛇如何服从誓言?我们当时说,即使如此它也并非被劝说;因为蛇听到的不是语言,而是声音;它在被起誓约束时退向火,是因为受到了某些畏惧誓言的精灵的驱赶。简而言之,被劝说者也会改变看法,而改变看法属于认识;因为认识关于同一事物并不始终处于同样状态。但受习性化者关于同一事物始终处于同样状态;因为马始终畏惧鞭子。因此,习性化并不属于认识,亦不与劝说同一。而认识关于同一事物并不始终处于同样状态是显而易见的,既然为此缘故我们不说蜘蛛出于审思与认识来织网,因为蜘蛛始终以同样方式织网,蜜蜂筑蜂巢亦是如此;而如果是出于审思,它就会将同一事物做得变幻多样。
"Ἔτι εἰ πάσῃ μὲν δόξῃ ἀκολουθεῖ πίστις." Τὸ ἔτι δοκεῖ μὲν εἰσάγειν ἕτερον ἐπιχείρημα τοῦ διαφέρειν φαντασίαν δόξης, οὐκ ἔστι δέ, ἀλλὰ κατασκευή ἐστι τοῦ πρώτου ἐπιχειρήματος. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.3
“此外,如果确信伴随着每一个意见。” “此外”看似引入了表象有别于意见的另一个论证,其实不然,而是对第一个论证的建构确立。本讲到此托神之助圆满结束。
- 3.73οἷς δοξάζει
关系代词 οἷς 是 τούτοις ἅ 的格吸引(先行词 τούτοις 由动词 πιστεύειν 要求而作与格,关系代词宾格 ἅ 被吸引至与格)。整体作 πιστεύειν 的宾语,意为“不相信自己所持意见的事物”。
- 3.73ὁ δὲ ἐθίζων
此处虽为主动态现在分词 ὁ ἐθίζων(习惯形成者/使之习惯者),但与前文被动态的 τὸ πειθόμενον(被劝说者)形成对比,实际起着被动或中间意义的作用(即相当于 ὁ ἐθιζόμενος,“受习性化者”或“凭习惯行事者”)。
- 3.74ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.
这是古代注解中标志一讲(πρᾶξις)结束的特有套语。关系代词短语 ἐν οἷς 意为“在这些[论述/话语]中 / 随着这些”,承接前面的全部论证,宣告讲义单元的完结。
