- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:498.22-499.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《论灵魂》第3卷第3章(428a8–16),阐释了感觉与表象的一系列区分(是否始终在场、是否为一切动物所有、真伪、精确知觉时的表达、闭眼时的视觉余象),随后引入了将表象与理智及知识区分开来的讨论。
" Εἶτα αἴσθησις μὲν ἀεὶ πάρεστι." Ἐντεῦθέν ἐστιν ἡ δευτέρα διάκρισις αἰσθήσεως καὶ φαντασίας.
“再者,感觉始终在场。” 从这里开始是感觉与表象的第二种区分。
"Εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν.1" Ἐντεῦθεν ἡ τρίτη διάκρισις· τινὲς δὲ ἐνόμισαν ὅτι ἐπειδὴ τὴν αἴσθησιν διεῖλεν εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ, ὅτι τὴν φαντασίαν ἀπὸ τῆς ἐνεργείᾳ αἰσθήσεως ἐντεῦθεν διακρίνει. ἔχει γὰρ ἡ διάκρισις αὐτῶν οὕτως· εἰ ταὐτὸν ἦν ἡ φαντασία τῇ αἰσθήσει, ἔδει πᾶν ἔχον ἐνεργείᾳ αἴσθησιν καὶ φαντασίαν ἔχειν, ὅπερ οὐ δοκεῖ· φαντασίαν γὰρ λέγομεν ἔχειν ὅσα διηρθρωμένην ταύτην ἔχει καὶ τελείαν, ὡς δύνασθαι καί τι μανθάνειν· ὁ δὲ σκώληξ καὶ ὁ μύρμηξ εἰ καὶ ἔχει φαντασίαν, ἀλλ’ ἀμυδρὰν ταύτην ἔχει καὶ ἀδιάρθρωτον. εἰ οὖν οὐκ ἔχουσι ταῦτα φαντασίαν, δῆλον ὅτι οὐ ταὐτὸν αἴσθησις καὶ φαντασία. τινὲς δὲ εἶπον ὅτι καλῶς εἶπεν εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, ζητητέον· δυνάμει γὰρ δύναται φαντασία καὶ αἴσθησις ταὐτὸν εἶναι· ἀπὸ γὰρ αἰσθήσεως ποτὲ φαντασία δέχεται.
“如果它在现实活动上是同一的,[它就会在场于]一切。” 从这里开始是第三种区分。但有些人认为,既然他把感觉区分为潜能上的和现实上的,他在这里便是将表象与现实上的感觉区分开来。因为他们的区分如下:如果表象与感觉同一,那么凡在现实活动中拥有感觉的,也理应拥有表象,但这并不符合事实;因为我们说拥有表象的,是那些拥有清晰完备的表象以致甚至能够学习某种事物者;然而蠕虫和蚂蚁即使拥有表象,所拥有的也是微弱而不清晰的。那么,如果这些不拥有表象,显而易见感觉与表象不是同一的。但有些人说,关于“如果它在现实活动上是同一的”应当探究这一点,他说得很好;因为在潜能上表象与感觉可以是同一的;因为表象有时从感觉中接收。
"Εἶτα αἱ μὲν ἀληθεῖς ἀεί, αἱ δὲ φαντασίαι γίνονται αἱ πλείους ψευδεῖς." Ἐντεῦθεν τὴν τετάρτην λέγει διάκρισιν αἰσθήσεως καὶ φαντασίας.
“再者,感觉始终是真实的,而表象则大多成为虚假的。” 从这里开始他说出了感觉与表象的第四种区分。
"Ἔπειτα οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς." Ἐντεῦθέν ἐστιν ἡ πέμπτη διαφορά.
“此外,当我们精确地进行现实活动时,我们甚至不说[它显得如此]。” 从这里开始是第五种差异。
"Καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα.2" Ἐντεῦθέν ἐστιν ἡ ἕκτη διαφορά. τινὲς δὲ λέγουσιν ὅτι τὴν φαντασίαν ἀπὸ τῆς δυνάμει αἰσθήσεως βούλεται διακρῖναι. ἔστι δὲ ἡ διάκρισις ὅτι πῶς μύων τις τοὺς ὀφθαλμοὺς φαντάζεται χρώματα; εἰ γὰρ ἐν τῷ μύειν δυνάμει ἐστὶν ἡ ὄψις, φαντάζεται δέ, καὶ πάλιν μετὰ τὸ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς φαντάζεται, δῆλον ὅτι οὐ ταὐτὸν φαντασία καὶ δυνάμει αἴσθησις. διὰ τοῦτο δὲ εἶπεν ὃ ἐλέγομεν πρότερον, ἐπειδὴ καὶ ἄνω ἐμνήσθη τῶν λαμπάδων τῶν πρὸ τῆς ὄψεως ἀεὶ μενουσῶν, αἵτινες καὶ αἰσθηταί εἰσιν ὡς ὁρώμεναι καὶ οὐκ αἰσθηταί, ἐπειδὴ ἄπεστι τὸ αἰσθητόν, καὶ φαντασία, διότι μύοντες τοὺς ὀφθαλμοὺς ὁρῶμεν αὐτάς, καὶ οὐ φαντασία, ἐπειδὴ ἀθρόαι εἰσὶ τοῦ αἰσθητοῦ πληγαὶ αἱ λαμπάδες, ἔνθα δὲ πάρεστιν ἡ πληγή, οὐκ ἐνεργεῖ ἡ φαντασία. εἰ οὖν ὅτε ἡ λαμπὰς αὕτη οὐκ ἔστιν αἰσθήσεως, φαντασίας ἔστι, καὶ ὅτε ἔστιν αἰσθήσεως, οὐκ ἔστι φαντασίας, οὐκ ἄρα ταὐτὸν φαντασία καὶ αἴσθησις.
“正如我们之前所说的那样,闭上眼睛的人也会显现景象。” 从这里开始是第六种差异。但有些人说,他是想要把表象与潜能上的感觉区分开来。而这种区分在于:闭上眼睛的人如何表象颜色呢?因为如果在闭眼时视觉处于潜能之中,但人却在表象,并且在睁开眼睛之后又再次表象,显而易见表象与潜能上的感觉不是同一的。而他说“正如我们之前所说的那样”,是因为前文中他也提到了始终留在视觉前方的火炬(余辉),它们作为被看见的既是可感觉的,又因可感觉对象不在场而不是可感觉的;既因我们闭上眼睛能看见它们而是表象,又因火炬是可感觉对象的密集冲击而不是表象(在冲击在场之处,表象不进行现实活动)。因此,如果当这火炬不属于感觉时它属于表象,而当它属于感觉时它不属于表象,那么表象与感觉就不是同一的。
"Ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται." Ἐντεῦθέν ἐστι τὸ δεύτερον κεφάλαιον, ἐν ᾧ διακρίνει τὴν φαντασίαν ἀπὸ τοῦ νοῦ καὶ τῆς ἐπιστήμης. νῦν δὲ νοῦν τὴν διάνοιαν ἀκουστέον.3 ὅρα δὲ πῶς τὴν ἔκθεσιν αὐτοῦ ὡς ἐπιχείρημα προέθετο· ἐκ τοῦ γὰρ ἀεὶ ἀληθεύειν τὸν νοῦν καὶ τὴν ἐπιστήμην, τὴν δὲ φαντασίαν ποτὲ καὶ ψεύδεσθαι διακρίνονται.
“然而它也绝不会是始终真实者之中的任何一个。” 从这里开始是第二章,在其中他把表象与理智和科学知识区分开来。在此必须把理智理解为推论思想。看看他是如何将这一陈述作为论证提出来的:因为由理智和科学知识始终真实,而表象有时也虚假,它们便被区分开来。
- 3.68Εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν.
引文节引自《论灵魂》428a9–10(πᾶσιν ἂν ἐνδέχοιτο θηρίοις φαντασίαν ὑπάρχειν),补全后解作“如果[表象在]现实活动上[与感觉]是同一的,[它就会在场于]一切[动物]”。注家自身也用 ἔδει πᾶν ἔχον ἐνεργείᾳ αἴσθησιν καὶ φαντασίαν ἔχειν(“凡在现实活动中拥有感觉的,也理应拥有表象”)进行了同义转述并补全了其逻辑。
- 3.71φαίνεται καὶ μύουσιν ὁράματα
与格 μύουσιν 与表示显现的动词 φαίνεται 连用,充当体验者的与格(“对闭着眼睛的人来说也显现出景象”)。注家在随后的阐释中将其转述为表示时间/情境的介词短语 ἐν τῷ μύειν(“在闭上眼睛时”)。
- 3.72νῦν δὲ νοῦν τὴν διάνοιαν ἀκουστέον
动形容词 ἀκουστέον 在此表示“必须理解为/领会为”,带双宾格(νοῦν 与 τὴν διάνοιαν),意为“在此必须把理智(νοῦς)理解为推论思想(διάνοια)”。
