- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:49.15-50.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞诺斯注疏了403a12关于直线接触球体的几何学比喻,指出亚里士多德在质料中的复合物与纯粹形式(直性)两种意义上同名异义地使用了“直者”,并阐明了其在灵魂与身体关系上的应用及解答。
" Ἀλλὰ καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατὰ στιγμήν, οὐ μέντοι γε ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ.1" Ἀσάφειαν ἐνεποίησε τῷ ῥητῷ ὁμωνυμίᾳ χρησάμενος καὶ μὴ διαστείλας τὰ διάφορα σημαινόμενα· τὸ γὰρ εὐθὺ πῇ μὲν λαμβάνει τὸ μετεχόμενον, αὐτὴν λέγω τὴν εὐθύτητα, πῇ δὲ τὸ μετέχον ἤγουν τὸ συναμφότερον, λέγω δὴ τὸ ἀπηυθυσμένον σῶμα οἷον τὸν κανόνα. τοῦτο δὲ παράδειγμά ἐστι τοῦ ὅτι τῆς ἐνεργείας ἀχωρίστου οὔσης ἀνάγκη καὶ τὴν οὐσίαν εἶναι ἀχώριστον. τί οὖν φησιν; ὅτι ὥσπερ λέγομεν ὅτι κατὰ σημεῖον ἅπτεται τὸ εὐθὺ τῆς χαλκῆς σφαίρας (δέδεικται γὰρ ἐν γεωμετρίᾳ ὅτι τό τε ἐπίπεδον κατὰ σημεῖον ἅπτεται τῆς σφαίρας καὶ τοῦ κύκλου ἡ εὐθεῖα ὡσαύτως), καὶ οὐκ ἐπειδὴ λέγομεν τὴν εὐθεῖαν πάσχειν τὸ πάθος τοῦτο, αὐτὴν καθ’ αὑτήν φαμεν πάσχειν, ἀλλὰ δῆλον ὅτι τὴν ἐν χαλκῷ ἢ λίθῳ ἤ τινι τοιούτῳ, μήποτε καὶ τὴν ψυχὴν ὅταν λέγωμεν πάσχειν, οὐκ αὐτὴν καθ’ αὑτήν φαμεν πάσχειν, ἀλλὰ τὸ συναμφότερον.2 διὰ τοῦτο γὰρ προσέθηκε τῆς χαλκῆς σφαίρας, ἵνα μὴ τὸν λόγον αὐτὸν λάβωμεν τῆς εὐθείας, ὥσπερ οἱ παραδιδόντες τὰ μαθήματα ποιοῦσι. δεικνὺς γὰρ ὁ γεωμέτρης ὅτι σφαῖρα ἐπιπέδου κατὰ σημεῖον ἅπτεται, οὐδεμίαν ὕλην παρέλαβεν, ἀλλ’ αὐτοὺς καθ’ αὑτοὺς τοὺς λόγους δείκνυσιν. ἐν μὲν οὖν τῷ λέγειν καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθὺ λαμβάνει τὸ ἐν ὕλῃ· ἐν δὲ τῷ εἰπεῖν οὐ μέντοι γε ἅψεται τούτου χωρισθὲν τὸ εὐθὺ τὴν εὐθύτητα αὐτήν. αὕτη οὖν, φησί, χωρισθεῖσα τοῦ ὑποκειμένου οὐκέτι πείσεται τοῦτο οὐδὲ ἅψεται τῆς χαλκῆς σφαίρας, ἐπεὶ μηδὲ ὑφέστηκε. λαμβάνει ἀνάλογον τῇ μὲν ψυχῇ τὴν εὐθύτητα, τῷ δὲ συναμφοτέρῳ τὸ ἀπευθυσμένον σῶμα, τοῖς δὲ αἰσθητοῖς καὶ ὧν ἀντιλαμβάνεται ἡ ψυχὴ τὴν χαλκῆν σφαῖραν. εἰ οὖν καὶ ἡ ψυχὴ οὕτως ἀντιλαμβάνεται τῶν αἰσθητῶν, ὡς τὸ εὐθὺ ἐφάπτεται τῆς χαλκῆς, δῆλον 〈ὅτι〉 χωρισθεῖσα τοῦ σώματος οὐκέτι ἀντιλήψεται τῶν αἰσθητῶν, ἀλλ’ εὐθὺς οἰχήσεται. φαμὲν οὖν ὅτι ὥσπερ τὸ αἰσθητὸν εὐθὺ τῆς αἰσθητῆς σφαίρας ἅπτεται, οὕτω καὶ τὸ νοητὸν τῆς νοητῆς· καὶ ἡ ψυχὴ ἄρα χωρισθεῖσα τοῦ σώματος, εἰ καὶ μὴ τῶν αἰσθητῶν εἰδῶν ἀντιλήψεται, ἀλλ’ οὖν τῶν νοητῶν καὶ ἀύλων. τὸ δὲ πολλὰ συμβαίνει φέρ’ εἰπεῖν τὸ ἐφεξῆς ἔχειν πάντα τὰ σημεῖα κείμενα, τὸ ἐφαρμόζειν ἑτέρᾳ εὐθείᾳ καὶ τὰ ὅμοια.
“然而,正如许多属性属于直者——只要它是直的——例如在一点上接触铜球,但直者若被分离,绝不会接触这球。” 他在此处行文中引入了含混,因为他使用了同名异义而没有区分不同的含义;因为他有时把“直者”理解为被分有者,我指的是直性本身;有时则理解为分有者,即复合物,我指的乃是被拉直的物体,例如直尺。这是表明当活动不可分离时、其实体也必然不可分离的一个例证。那么他说了什么呢?他说,正如我们说直者在一点上接触铜球(因为在几何学中已经证明,平面在一点上接触球体,而直线对于圆亦是如此),并且我们并不是因为说直线承受这一受动状态,就主张它自身承受,而是显而易见主张在铜、石头或诸如此类的东西之中的直线承受,那么当我们说灵魂承受时,我们主张的岂不也不是灵魂自身承受,而是复合物承受吗?正因如此,他添加了“铜球的”,以免我们像传授数学知识的人那样去取直线的定义本身。因为几何学家在证明球体在一点上接触平面时,并不引入任何质料,而是证明那些定义自身本身。因此,在说“正如[属于]直者,只要它是直的”时,他指的是质料之中的直者;但在说“但直者若被分离,绝不会接触这球”时,他指的是直性本身。因此他说,这直性一旦脱离基底而被分离,便不再承受这一状态,也不会接触铜球,因为甚至连存立也不存立。他把直性类比于灵魂,把被拉直的物体类比于复合物,而把铜球类比于可感觉对象以及灵魂所领会的事物。因此,如果灵魂领会可感觉对象也是如同直者接触铜球那样,那么显然,一旦脱离身体而被分离,它就将不再领会可感觉对象,而是立即消亡。因此我们说,正如可感觉的直者接触可感觉的球体,可理知的直者也接触可理知的球体;由此,灵魂脱离身体而被分离之后,即使不会领会可感觉的形式,也终究会领会可理知的和非质料的形式。而“许多属性属于”指的是,例如所有点连续地排列着,与另一条直线重合,以及诸如此类的属性。
- 1.32οὐ μέντοι γε ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ
引文中的 τούτου 被理解为动词 ἅψεται 的属格宾语(“触及这个[铜球]”)。从斐洛庞诺斯后文的改写 οὐκέτι πείσεται τοῦτο οὐδὲ ἅψεται τῆς χαλκῆς σφαίρας 可以确定,它直接指代接触球体。
- 1.32μήποτε καὶ τὴν ψυχὴν ὅταν λέγωμεν πάσχειν, οὐκ αὐτὴν καθ’ αὑτήν φαμεν πάσχειν, ἀλλὰ τὸ συναμφότερον
μήποτε 此处用于委婉的推断或断定句式(“岂不是……吗 / 或许正如……”),与前面的 ὥσπερ 分句(直线被称为承受受动状态)相呼应,构成解释亚里士多德核心论点的主句。
