- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:497.19-498.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解428a1–5,探讨了意愿表象与非意愿表象的区分,重申理智与知识总是真实的,阐明理智与感觉的差异,并依据潜能与现实之分结合梦境现象论证表象不同于感觉。
" Εἰ δή ἐστιν ἡ φαντασία καθ’ ἣν λέγομεν φάντασμά τι ἡμῖν γίνεσθαι καὶ μὴ εἴ τι κατὰ μεταφορὰν λέγομεν." Ἐπειδὴ ἀνωτέρω ἔλεγεν ὅτι ἐν ἡμῖν ἐστι φαντασθῆναι ὃ δἂν βουλώμεθα, καὶ τοῦτο ἐπὶ τῆς ἑκουσίου φαντασίας ἥρμοζεν, ἔστι δὲ καὶ ἀκούσιος φαντασία ἡ ἐκ τῶν φαντασμάτων λαμβανομένη, τουτέστιν ἐκ τῶν αἰσθητῶν, καὶ οὐ μόνη ἐστὶν ἡ ἑκούσιος, ἣν εἶπεν ἐκ μεταφορᾶς δικαίως, ἐπειδὴ ἐκ τῶν ὄντων μεταφέρει ἀνάπλασμα τοῦ μὴ ὄντος, ἐξ ἵππου φέρε εἰπεῖν καὶ ταύρου Ἱπποκένταυρον, εἰ οὖν ἔστιν ἡ ἀκούσιος φαντασία, οὐκ ἄρα ὃ θέλω φαντάζομαι, ἀλλὰ μιᾷ τινι δυνάμει κριτικῇ τὸ ψεῦδος ὡς ψεῦδος φαντάζομαι καὶ τὴν ἀλήθειαν ὡς ἀλήθειαν· ταύτῃ γὰρ καὶ διακρίνεται ψεῦδος ἀπ’ ἀληθείας. καὶ ἡ δόξα δὲ καὶ ἡ αἴσθησις οὕτω διακρίνει ψεῦδος ἀπ’ ἀληθείας, τῷ γινώσκειν ὡς ἐστι τὰ πράγματα. τοιαῦται δέ εἰσιν αἴσθησις, δόξα, νοῦς, ἐπιστήμη. ἀλλ’ ἐρεῖ τις πῶς ἀνωτέρω τὸν νοῦν εἶπεν ἀεὶ ἀληθεύειν, νυνὶ δέ φησιν ὅτι ποτὲ καὶ ψεύδεται. ἔφη γὰρ καθ’ ἣν κρίνομεν ἢ ἀληθεύομεν ἢ ψευδόμεθα, οἷον ἐπιστήμη καὶ νοῦς, καὶ συγκατηριθμήσατο τοῖς ποτὲ ψευδομένοις τὸν νοῦν καὶ τὴν ἐπιστήμην. καὶ λέγομεν ὅτι οὐ πᾶσι τοῖς εἰρημένοις ἁρμόζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος,1 ἀλλὰ τοῖς μὲν τὸ ἀληθές, οἷον τῷ νῷ καὶ τῇ ἐπιστήμῃ (ταῦτα γὰρ κρίνει τὸ ἀληθές), τοῖς δὲ ἀμφότερα τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οἷον δόξῃ καὶ αἰσθήσει. ἔστι δὲ καὶ ἄλλην διαφορὰν προσευπορῆσαι νοῦ καὶ αἰσθήσεως· πρῶτον μὲν ταύτην, ἐπειδὴ περὶ ἃ ἐνεργεῖ αἴσθησις, καὶ νοῦς ἐνεργεῖ, καὶ κρεῖττον αἰσθήσεως (μὴ γὰρ νόμιζε ἄτοπον τὸ καὶ περὶ μερικὰ τὸν νοῦν ποτε καταγίνεσθαι), περὶ ἃ δὲ ἐνεργεῖ ὁ νοῦς, οὐκ ἐνεργεῖ ἡ αἴσθησις· οὐσίαν μὲν γὰρ ὁ νοῦς οἶδεν, ἀτυχὴς δὲ τῆς οὐσίας ἡ αἴσθησις. δεύτερον δὲ ὅτι ἡ μὲν αἴσθησις οὐκ οἶδεν τὴν οἰκείαν ἐνέργειαν, ὁ δὲ νοῦς οἶδεν καὶ τὴν οἰκείαν καὶ τὴν τῶν ἄλλων. τὸ δὲ εἰπεῖν ὅτι ὁ μὲν νοῦς περὶ τὰ καθόλου ἐνεργεῖ καὶ ἐντὸς ἔχει τὸ αἰσθητόν, ἡ δὲ αἴσθησις περὶ μερικὸν καὶ ἔξω δῆλόν ἐστιν.2
“那么,如果表象是由于它我们说在我们之中产生某种心象,且并非我们在借喻意义上谈论某种事物。” 由于他在前文中说过,表象我们所愿意的事物取决于我们自己,而这一点是适用于意愿的表象的,但也存在从心象、即从可感觉事物中所接收的非意愿表象,并非只有意愿的表象,后者他理所当然地说是出于借喻,因为它从存在的事物转移出不存在事物的虚构,例如从马和公牛中[虚构出]马人;因此,如果存在非意愿的表象,那么我便不是表象我所愿意的事物,而是以某种单一的判别能力把虚假表象为虚假,把真理表象为真理;因为由此虚假也与真理相区别。而意见和感觉也是这样通过认识事物的实情来将虚假与真理区别开来的。感觉、意见、理智、科学知识便是这样的能力。但有人会说:在前文中他怎么说理智总是真实的,而现在却说它有时也虚假呢?因为他说“依凭它我们进行判断,并且要么说出真理要么说出虚假,例如知识和理智”,他把理智和知识与那些有时虚假的事物一同列出。对此我们回答说:真与假并非适用于所说的一切事物,而是真仅适用于某些事物,例如理智和知识(因为这些仅判断真理),而真与假两者兼有则适用于另一些事物,例如意见和感觉。还可以容易地进一步获得理智与感觉的另一个差异:首先是这一个,即凡感觉对其进行现实活动的,理智也对其进行现实活动,并且优于感觉(因为不要认为理智有时也从事于个别事物是荒唐的),但理智对其进行现实活动的,感觉却不对其进行现实活动;因为理智认识实体(本质),而感觉未能触及实体。其次是,感觉不认识其自身的活动,而理智既认识自身的活动也认识其他事物的活动。至于说理智就普遍者进行现实活动且在内部拥有可感觉对象,而感觉就个别者进行现实活动且在外部拥有,这是显而易见的。
"Ὅτι μὲν οὐκ ἔστιν αἴσθησις, δῆλον ἐκ τῶνδε." Ἐντεῦθέν ἐστιν ἡ πρώτη διάκρισις αἰσθήσεως καὶ φαντασίας. διαιρεῖ δὲ τὴν αἴσθησιν εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ καὶ λέγει ὅτι ἡ φαντασία οὔτε τῇ δυνάμει αἰσθήσει ταὐτόν ἐστιν οὔτε τῇ ἐνεργείᾳ, τῇ μὲν δυνάμει, ἐπειδὴ ἐνεργοῦμεν σαφῶς ἐν τοῖς ὀνείροις, τότε δὲ δυνάμει ἐστὶν ἡ αἴσθησις καὶ οὐκ ἐνεργεῖ· ἀλλ’ οὐδὲ τῇ ἐνεργείᾳ, ἐπεὶ οὐδέποτε ἂν ἐφανταζόμεθα ἐν τοῖς ὕπνοις (νῦν δὲ φανταζόμεθα), ἐπειδὴ δυνάμει ἐστὶν ἐν τοῖς ὕπνοις καὶ οὐκ ἐνεργείᾳ·3 ὥστε οὐ ταὐτὸν ἡ φαντασία τῇ κατ’ ἐνέργειαν αἰσθήσει. εἰ οὖν ἐδείχθη μήτε τῇ δυνάμει αἰσθήσει ἡ αὐτὴ οὖσα μήτε τῇ ἐνεργείᾳ, διαφέρει ἄρα ἡ αἴσθησις τῆς φαντασίας.
“表象不是感觉,这从以下方面是显明的。” 从这里开始是感觉与表象的第一种区分。他把感觉区分为潜能上的和现实上的,并说表象既不与潜能上的感觉同一,也不与现实上的感觉同一:它不与潜能上的感觉同一,是因为在梦境中我们显然在进行现实活动,而那时感觉处于潜能之中并不进行现实活动;但它也不与现实上的感觉同一,因为[若是同一的]我们在睡眠中就绝不会表象(但实际上我们却在表象),因为在睡眠中感觉处于潜能之中而非现实之中;所以表象不与现实活动中的感觉同一。那么,既然已经表明表象既不与潜能上的感觉同一,也不与现实上的感觉同一,因此感觉与表象是不同的。
- 3.65οὐ πᾶσι τοῖς εἰρημένοις ἁρμόζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος
针对亚里士多德在428a3–5中的表述(“依凭它我们进行判断,并且要么说出真理要么说出虚假”),斐洛庞奴斯指出“真理与虚假”(τὸ ἀληθὲς καὶ τὸ ψεῦδος)并非无差别地一并适用于所列出的四种能力,而是应作分配性理解:真理仅适用于理智与知识,而真与假两者兼有则适用于意见与感觉。
- 3.65τὸ δὲ εἰπεῖν ὅτι ὁ μὲν νοῦς περὶ τὰ καθόλου ἐνεργεῖ καὶ ἐντὸς ἔχει τὸ αἰσθητόν, ἡ δὲ αἴσθησις περὶ μερικὸν καὶ ἔξω δῆλόν ἐστιν
带冠词的不定式短语 τὸ ... εἰπεῖν 充当句首主语,与句末的谓语形容词 δῆλόν ἐστιν 构成包孕结构(hyperbaton)。不定式 εἰπεῖν 引出以 ὅτι 引导的宾语从句,从句内部包含理智与感觉的并列对照(ὁ μὲν νοῦς ... ἡ δὲ αἴσθησις)。整个句子的骨干结构为“……这一点是自明的”。
- 3.66ἐπεὶ οὐδέποτε ἂν ἐφανταζόμεθα ἐν τοῖς ὕπνοις (νῦν δὲ φανταζόμεθα), ἐπειδὴ δυνάμει ἐστὶν ἐν τοῖς ὕπνοις καὶ οὐκ ἐνεργείᾳ
连词 ἐπεί 引导与过去/现在事实相反的假想结论(ἄν 搭配未完成过去时直陈式 ἐφανταζόμεθα),随后插入陈述现实事实的插入句(νῦν δὲ φανταζόμεθα)以及原因从句(ἐπειδὴ...)。原因从句 ἐπειδὴ δυνάμει ἐστίν 中省略的主语是“感觉”(ἡ αἴσθησις)。
