- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:495.28-497.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺完成了将表象与感觉区分开来的六个论据(认识样态、对日常习惯用法的回应、闭眼时的表象等),随后在将表象与理性能力(理智、科学知识、推论思想、意见)相区分时,通过三段论以及对动物驯化的分析论证了非理性动物缺乏劝导和确信。
καὶ λέγομεν ὅτι οὐ τὴν ἀναμνηστικήν, ἀλλὰ τὴν διδακτήν.1 αὕτη καὶ ἡ τρίτη διάκρισις. τετάρτη ἐστὶ διάκρισις ἀπὸ τοῦ τρόπου τῆς γνώσεως προϊοῦσα. ἡ γὰρ αἴσθησις περὶ ὄντα πράγματα ἐνεργεῖ, ἡ δὲ φαντασία καὶ περὶ μὴ ὄντα, καὶ διὰ τοῦτο συμβέβηκε τῇ μὲν αἰσθήσει κατὰ φύσιν ἐχούσῃ ἀεὶ ἀληθεύειν, τὴν δὲ φαντασίαν ποτὲ ψεύδεσθαι· ἀναπλάττεται γὰρ καὶ τὰ μὴ ὄντα ὡς ὄντα. αὕτη καὶ ἡ τετάρτη διάκρισις. πέμπτη ἐστὶ διάκρισις ὡς πρὸς ἀπορίαν ὑπαντῶσα· ἴσως γάρ τις ἀπορήσοι τοιαύτην ἀπορίαν, ὅτι τοσοῦτον ταὐτόν ἐστιν αἴσθησις καὶ φαντασία, ἐπειδὴ τὴν ἀμυδρὰν αἴσθησιν καὶ τοῖς ἄλλοις μὴ ὑποπίπτουσαν φαντασίαν καλοῦμεν. καὶ γοῦν πόρρωθέν τις ἰδών τινα λέγει ὅτι ἢ φαντάζομαι ἢ τόδε βλέπω πόρρω. ὅθεν ἐὰν μὴ ἴδωσιν αὐτὸ οἱ παρεστῶτές φασιν αὐτῷ ‘φαντάζῃ, ἑταῖρε’, ἀντὶ τοῦ ἀμυδρῶς βλέπεις. ὁρᾷς οὖν πῶς ἡ ἀμυδρὰ αἴσθησις φαντασία καλεῖται. ὡς πρὸς ταύτην οὖν τὴν ἀπορίαν ὑπαντᾷ ἐν τῇ πέμπτῃ διακρίσει ὁ Ἀριστοτέλης καί φησιν ὅτι οὐκ ἐπειδὴ ἡ ἀμυδρὰ αἴσθησις φαντασία λέγεται τῇ συνηθείᾳ, ἤδη ταὐτὸν οἰητέον φαντασίαν καὶ αἴσθησιν. εἰ γὰρ ταὐτὸν ἦν, οὐ μόνον ἡ ἀμυδρὰ αἴσθησις φαντασία ὤφειλεν λέγεσθαι, ἀλλὰ καὶ ἡ ἀκριβής· νυνὶ δὲ οὐδεὶς λέγει τὴν ἀκριβῆ αἴσθησιν φαντασίαν. οὐκ ἄρα ταὐτὸν αἴσθησις καὶ φαντασία. ἕκτη λοιπὸν καὶ τελευταία διάκρισις· ἐὰν λάβωμέν τινα μύσαντα τοὺς ὀφθαλμούς, οὗτος χρώματα μὲν οὐχ ὁρᾷ (πῶς γὰρ ἔχει ὁρᾶν μύσας τοὺς ὀφθαλμούς;) ὅμως δὲ φαντάζεται χρώματα. εἰ οὖν μὴ συνεργοῦσιν,2 οὐδὲ ταὐτόν ἔστιν αἴσθησις καὶ φαντασία. καλῶς δὲ ὁ Ἀριστοτέλης ἔλαβέ τινα μύσαντα τοὺς ὀφθαλμούς, καὶ οὐκ ἔλαβε τυφλόν· εἰ γὰρ ὑπέθετο τυφλόν, ἴσως καὶ τοὺς ἐκ γενετῆς τυφλοὺς ἐνόεις, οἵτινες οὐδὲ ὅλως περὶ χρωμάτων φαντάζονται, διὰ τὸ μὴ ἔχειν αὐτῶν τοὺς τύπους. ἓξ τοίνυν εἰσὶ διακρίσεις ἀπὸ τῶν ὀνειράτων, ἀπὸ τῶν νεογενῶν παίδων, ἀπὸ τῶν σκωλήκων καὶ μυιῶν καὶ μυρμήκων, ἀπὸ τοῦ τρόπου τῆς γνώσεως, ἀπὸ τῆς ἀπορίας, ἀπὸ τῶν μυόντων τοὺς ὀφθαλμούς. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ διακρίνει τὴν φαντασίαν ἀπὸ πασῶν τῶν δυνάμεων τῆς λογικῆς ψυχῆς. αἱ μέν εἰσιν ἀεὶ ἀληθεῖς, ὡς νοῦς καὶ ἐπιστήμη, αἱ δὲ ποτὲ μέν εἰσιν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς, ὡς διάνοια καὶ δόξα. ἡ οὖν φαντασία τῶν μὲν ἀεὶ ἀληθευουσῶν διαφέρει, καθὸ αὐτή ποτε καὶ ψεύδεται, ἐκεῖναι δὲ ἀεὶ ἀληθεῖς εἰσι, τῶν δὲ ποτὲ μὲν ἀληθευουσῶν ποτὲ δὲ ψευδομένων διαφέρει, καθὸ ἐκεῖναι μὲν ἐν λογικοῖς ζῴοις εἰσίν, αὕτη δὲ οὐ μόνον ἐν λογικοῖς, ἀλλὰ καὶ ἐν ἀλόγοις. καὶ πόθεν δῆλον, εἴποι τις ἄν, ὡς καὶ ἡ διάνοια καὶ ἡ δόξα οὐκ εἰσὶν ἐν τοῖς ἀλόγοις ζῴοις; λοιπὸν ἐντεῦθεν πλέκονται συλλογισμοὶ ὅτι ἡ δόξα οὐκ ἔστιν ἐν ἀλόγοις. καὶ ἔστιν ὁ πρῶτος συλλογισμὸς ἐν δευτέρῳ πλεκόμενος σχήματι οὗτος· τὰ ἔχοντα δόξαν καὶ πίστιν ἔχει, τὰ ἄλογα ζῷα οὐκ ἔχει πίστιν, τὰ ἄλογα ἄρα ζῷα οὐκ ἔχει δόξαν. πόθεν δὲ δῆλον ὅτι τὰ ἄλογα οὐ πιστεύει; πλέκεται λοιπὸν ἄλλος συλλογισμὸς τοιοῦτος· τὰ ἄλογα οὐ πείθεται, τὰ δὲ πειθόμενα αὐτά ἐστι τὰ πιστεύοντα· ποιητικὸν γὰρ αἴτιον τῆς πίστεως ἡ πειθώ, καὶ τέλος ἐστὶ τῆς πειθοῦς ἡ πίστις. ἔστιν οὖν ὁ συλλογισμός, ἵνα ἀναλάβω αὐτόν, ἐν πρώτῳ σχήματι οὗτος· τὰ ἄλογα οὐ πείθεται, τὰ μὴ πειθόμενα πίστιν οὐκ ἔχει, τὰ ἄλογα ἄρα πίστιν οὐκ ἔχει. ἀλλ’ ἀποροῦμεν καὶ πρὸς τοῦτο, πόθεν δῆλον ὅτι τὰ ἄλογα οὐ πείθεται· καίτοι ὁρῶμεν ὅτι ὁ ὄφις ὅρκοις πειθόμενος εἰς πῦρ ἑαυτὸν ἐμβάλλει· πάλιν λέων ἡμεροῦται πειθόμενος τῷ θηρευτῇ καὶ ἵππος τῷ πωλοδάμνῃ. λέγομεν δὲ πρὸς ταῦτα ὅτι ὁ ὄφις οὐ πείθεται, ἀλλ’ ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης καὶ ἄκων ἄγεται. οὔτε δὲ λέων οὔτε ἵππος οὔτε πᾶν τιθασευόμενον πείθεται, ἀλλ’ ἐθίζουσιν·3 οὐ ταὐτὸν δὲ πείθεσθαι καὶ ἐθίζειν. ἡ γὰρ συγκατάθεσις κοινὸν γένος ἐστὶ πειθοῦς καὶ ἐθισμοῦ, ἀλλ’ ὁ μὲν ἐθισμὸς ζωτικῇ τινι προσκλήσει γίνεται, ἡ δὲ πειθὼ γνώσει γίνεται. τὰ οὖν τιθασευόμενα οὐ πείθεται ἀλλ’ ἐθίζει, διότι συγκατατίθεται· τὸ μὲν γὰρ πείθεσθαι, ὡς ἐρρήθη, διὰ λόγου γίνεται καὶ λογικῆς ἐστι ψυχῆς, τὸ δὲ ἐθίζειν οὐ μόνον λογικῆς ἐστι ψυχῆς, ἀλλὰ καὶ ἀλόγου. ἐν οἷς ἡ θεωρία. Περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι. εἴρηται καὶ ἀνωτέρω ὅτι τῷ τοῦ νοεῖν ὀνόματι ἀδιαφόρως κέχρηται. νῦν οὖν νοεῖν λέγει τὴν φαντασίαν καὶ τὴν ὑπόληψιν. ὅθεν καὶ διαιρεῖ αὐτὸ εἰς ταῦτα καὶ φησιν ὅτι περὶ πρώτης τῆς φαντασίας τῆς κυρίως λεγομένης καὶ οὐκ ἐκ μεταφορᾶς ἐπὶ τῶν αἰσθήσεων καὶ περὶ ὑπολήψεως εἴπωμεν.
我们回答说,[亚里士多德所剥夺的]不是回忆性的表象,而是可受教的表象。这也是第三种区分。第四种区分是出自认识样态的。因为感觉是就存在的事物进行现实活动,而表象则也对不存在的事物进行现实活动;正因如此,处在合乎本性状态的感觉总是说出真理,而表象有时说出虚假;因为表象也将不存在的事物虚构成如同存在的一样。这也是第四种区分。第五种区分是作为对一个疑难的回应。因为也许有人会提出这样的疑难:感觉和表象是如此同一,因为我们把模糊且不落入其他人眼中的感觉称为表象。无论如何,从远处看到某人的人会说:“要么是我在表象,要么是我在远处看到了这个东西。”因此,如果周围的人没有看到它,他们便对他说:“朋友,你在产生幻象[你在表象]”,意思是“你模糊地看见了”。所以你看到,模糊的感觉是如何被称为表象的。因此亚里士多德在第五种区分中迎向这一疑难并说道:不能因为模糊的感觉在习惯用法中被称为表象,就应当认为表象与感觉同一。因为如果它们是同一的,那么不仅模糊的感觉应当被称为表象,精确的感觉也应当被称为表象;但实际上,没有人把精确的感觉称为表象。因此感觉和表象不是同一的。剩下的第六个也是最后的区分是:如果我们设定一个闭上双眼的人,此人固然看不见颜色(因为闭上双眼怎么能看见呢?),然而他却表象出颜色。因此,如果它们不协同活动[能够单独发生],那么感觉和表象就不是同一的。亚里士多德恰当地设定了一个闭上双眼的人,而没有设定一个盲人;因为如果他假定了一个盲人,你也许会想到天生的盲人,他们由于没有颜色的印记,因而根本不对颜色进行表象。因此,区分有六种:取自梦境、取自新生婴儿、取自蠕虫与苍蝇和蚂蚁、取自认识的样态、取自疑难、取自闭上双眼的人。在这些论点中,第一章(首要论题)得以完成。 第二章(第二论题)是他在其中将表象与理性灵魂的一切能力区分开来。在理性灵魂的诸能力中,有的总是真实的,如理智和科学知识,有的则有时真实有时虚假,如推论思想和意见。因此,表象与那些总是真实的能力不同,在于它自身有时也会虚假,而那些能力总是真实的;表象与那些有时真实有时虚假的能力不同,在于那些能力存在于理性动物中,而表象不仅存在于理性动物中,也存在于非理性动物中。有人也许会说:又从何显明推论思想和意见不存在于非理性动物中呢?接下去便从这里编织出证明意见不存在于非理性动物中的三段论。在第二格中编织出的第一个三段论是这样的:具有意见的事物也具有确信;非理性动物不具有确信;因此非理性动物不具有意见。但从何显明非理性动物不具有确信呢?接下去编织出另一个这样的三段论:非理性动物不受劝导,而受劝导的事物正是具有确信的事物;因为劝导是确信的动力因,而确信是劝导的目的。那么,为了让我将其重新梳理,在第一格中的三段论就是这样的:非理性动物不受劝导;不受劝导的事物不具有确信;因此非理性动物不具有确信。但针对这一点我们也提出疑难:从何显明非理性动物不受劝导呢?然而我们看到,蛇受到咒语的劝导而将自己投入火中;再者,狮子受到猎人的劝导而变得温顺,马受到驯马者的[劝导而变得温顺]。但针对这些我们回答说:蛇并不是受到了劝导,而是在咒语的强制之下身不由己地被引导。无论是狮子、马还是任何被驯化的动物,都不是受到了劝导,而是受到了习惯化训练;但受劝导与受习惯化训练并不是同一回事。因为赞同是劝导和习惯化的共同属,但习惯化是通过某种生命性的召唤而产生的,而劝导则是通过认知而产生的。因此被驯化的动物不是受劝导,而是受习惯化训练,因为它们表示赞同;因为正如所说,受劝导是通过言路(逻各斯)而发生的,属于理性灵魂,而受习惯化训练不仅属于理性灵魂,也属于非理性灵魂。至此概论性考察结束。 “关于思维,既然它不同于感觉。”正如在前面也说过的,他在无差别之意义上使用了“思维”这个名称。因此现在他把表象和判断称为思维。由此他也将思维区分为这两者并说道:让我们首先讨论本义上说而非在诸感觉上借喻地说的表象,以及讨论判断。
- 3.64οὐ τὴν ἀναμνηστικήν, ἀλλὰ τὴν διδακτήν
这是对上一段末尾疑问句“ποίαν οὖν ἄρα φαντασίαν ἀπὸ τούτων τῶν ζῴων ἀφαιρεῖται ὁ Ἀριστοτέλης;”的直接回答。动词 ἀφαιρεῖται 被承前省略,两组宾格名词作为其宾语,意为“[剥夺的]不是回忆性的表象,而是可受教的表象”。
- 3.64εἰ οὖν μὴ συνεργοῦσιν
条件从句 εἰ οὖν μὴ συνεργοῦσιν 的主语在上下文中是“感觉与表象”,承接前文闭眼的例子(即感觉不运作时表象仍可运作),指“如果它们不协同运作/并非必然共同伴随(即一者可以独立于另一者而发生)”。
- 3.64ἀλλ’ ἐθίζουσιν
此处使用了主动形式 ἐθίζουσιν(以及随后的 ἐθίζειν 与 ἐθίζει),与被动态 πείθεται(“被劝导”)形成对比。这既可以理解为省略泛指主语的及物用法(“[驯养者]对它们进行习惯化训练”),也可以在语意上与 πείθεσθαι 对等而表示受动过程(“它们受到习惯化”)。整段讨论在 πείθεσθαι 与 ἐθίζειν 之间建立对立,旨在区分理性的说服与非理性的习惯养成。
