← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§494.1-495.28

表象与感觉的区分及动物的表象能力

针对亚里士多德在《论灵魂》3.3(427b27)中将表象与感觉区分开来的论述,约安尼斯·斐洛庞诺斯探讨了为何要在非理性能力之间进行区分的疑难,考察了六个论据中的前三个(梦境、新生儿、低等动物),并讨论了动物是否具有表象能力以及与第二卷说法之间的表面矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.64#1

" Περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις, περὶ φαντασίας διορίσαντας οὕτω περὶ θατέρου λεκτέον." Ἐπειδὴ διὰ τῶν φθασάντων διέκρινεν Ἀριστοτέλης φαντασίαν ἀπὸ δόξης, βούλεται νῦν διακρῖναι αὐτὴν τὴν φαντασίαν καὶ ἀπὸ αἰσθήσεως. ὅθεν καὶ ἀπορῆσαι ἄξιον·1 εἰ γὰρ σκοπὸς ἦν τῷ τρίτῳ λόγῳ περὶ λογικῆς ψυχῆς διαλεχθῆναι, καὶ εἰ ὅλως ἐμνήσθη τῶν δυνάμεων τῆς ἀλόγου ψυχῆς, διὰ τοῦτο αὐτῶν ἐμνήσθη, ἵνα διακρίνῃ αὐτὰς τῶν λογικῶν, πῶς νῦν οὐκ ἀπὸ τῆς λογικῆς διακρίνει αὐτάς, ἀλλ’ αὐτὰς ἀφ’ ἑαυτῶν διακρίνει; νυνὶ γὰρ φαντασίαν ἀπὸ αἰσθήσεως διακρίνει, ἄμφω δυνάμεων οὐσῶν τῆς ἀλόγου. καὶ αὕτη μέν ἐστιν ἡ ἀπορία. λέγομεν δὲ ὅτι διὰ τὸ τέλειον τοῦ λόγου τοῦτο πεποίηκεν, ἵνα μὴ ἐκκρεμές τι ἐάσῃ, ἢ ὅτι ἐφεξῆς μέλλει διακρῖναι φαντασίαν ἀπὸ δόξης ἅμα καὶ αἰσθήσεως· ἐπειδὴ οὖν οὐκ ἔμελλεν σαφὴς εἶναι ἡ διάκρισις τῆς φαντασίας ἀπὸ τῆς δόξης καὶ τῆς αἰσθήσεως ἅμα γινομένη, εἰ μὴ πρότερον ἰδίᾳ αὐτὰ διέκρινεν, διὰ τοῦτο ἐν τῇ προτεραίᾳ ἀπὸ δόξης μόνης διακρίνας τὴν φαντασίαν βούλεται νῦν καὶ ἀπὸ τῶν αἰσθήσεων αὐτὴν διακρῖναι, ἵνα ἑξῆς δήλη γένηται ἡ διάκρισις τῆς φαντασίας, ὅτε κοινῶς ἀπὸ δόξης καὶ αἰσθήσεως αὐτὴν διακρίνει. ἓξ τοίνυν λόγοις διακρίνει φαντασίαν ἀπὸ αἰσθήσεως, ὧν πρῶτός ἐστιν οὗτος. // εἰ ταὐτόν ἐστι φαντασία καὶ αἴσθησις, ἐπειδὴ ὅτε ὀνειρώττομεν φανταζόμεθα, ἐχρῆν ἡμᾶς τότε καὶ αἰσθάνεσθαι· ἀλλὰ μὴν οὐκ αἰσθανόμεθα· οὐκ ἄρα ταὐτὸν φαντασία καὶ αἴσθησις. τί γάρ; λέγεις ὅτι τῆς δυνάμει αἰσθήσεώς εἰσιν οἱ ὄνειροι; ἀλλ’ ἐνέργειά τίς εἰσιν οἱ ὄνειροι· ὅτε δὲ δυνάμει ἐστὶν ἡ αἴσθησις, ἠρεμεῖ καὶ οὐκ ἐνεργεῖ. ἀλλ’ οὐδὲ τῆς ἐνεργείᾳ αἰσθήσεώς εἰσιν· ἐν γὰρ τοῖς ὀνείροις πᾶσα αἴσθησις ἠρεμεῖ. αὕτη πρώτη διάκρισις. δευτέρα δέ ἐστι διάκρισις ἀπὸ τῶν νεογενῶν παίδων εἰλημμένη. ὁρῶμεν, φησίν, ὅτι τὰ νεογενῆ παιδία κατ’ αἴσθησιν μὲν ἐνεργοῦσιν (ἡ γὰρ αἴσθησις ἡμῖν ὑπάρχει), κατὰ δὲ φαντασίαν οὐκ ἐνεργοῦσιν. εἰ οὖν τὰ νεογενῆ παιδία κατ’ αἴσθησιν μὲν ἐνεργοῦσι, κατὰ φαντασίαν δὲ οὐκ ἐνεργοῦσι, διαφέρει ἄρα αἴσθησις φαντασίας. καὶ πόθεν δῆλον ὅτι οὐκ ἐνεργοῦσιν κατὰ φαντασίαν τὰ νεογενῆ παιδία; ἐκ τοῦ πάντα μαστὸν βδάλλειν κατ’ ἀρχάς, κἂν λίθινος ᾖ ὁ μαστὸς κἂν βόειος κἂν οἱοσοῦν, ὕστερον δὲ τὸν τῆς μητρὸς μόνον. τοῦτο δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ ὅτι2 κατ’ ἀρχὰς οὐκ ἀποτίθενται οἱ τύποι τοῦ μητρῴου μαστοῦ, ἀλλ’ ὕστερον. // καὶ οὐ μόνον ἐκ τούτου δείκνυται τὸ προκείμενον, ἀλλ’ ὅτι καὶ πάλαι πυρὶ προσομιλήσαντα καὶ καέντα πάλιν προσβάλλουσι τῷ πυρί. τοῦτο δὲ γίνεται ἐκ τοῦ μὴ ἐνεργεῖν τὴν φαντασίαν· εἰ γὰρ ἐνήργει, ἐδέχετο ἂν τὸν τύπον τῆς πάλαι καύσεως καὶ οὐκ ἐπέβαλλε τὸ δεύτερον. ἔκ τε οὖν τοῦ προσβάλλειν πυρὶ καὶ ἐκ τοῦ πάντα μαστὸν βδάλλειν δῆλόν ἐστιν ὅτι κατὰ φαντασίαν οὐκ ἐνεργοῦσι. τρίτη ἐστὶ διάκρισις ἀπὸ τῶν σκωλήκων καὶ μυιῶν καὶ μυρμήκων. ἰδοὺ γὰρ ταῦτα αἴσθησιν μὲν ἔχουσι, φαντασίαν δὲ οὐκ ἔχουσιν, ὡς δηλοῖ τὸ πεπλανημένον τῆς πορείας αὐτῶν· πλανῶνται γὰρ ἅτε τῆς πάλαι ὁδοῦ τοὺς τύπους μὴ ἀποδεξαμένης τῆς φαντασίας. τοῦτο καὶ τὸ τρίτον ἐπιχείρημα. δοκεῖ δὲ καὶ αὐτὸ καὶ τὸ δεύτερον λογικὸν εἶναι καὶ ἐναντίον τοῖς ἐν τῷ δευτέρῳ λόγῳ εἰρημένοις. ἐλέγετο γὰρ ἐκεῖ ὅτι ὅπου ἐστὶν αἴσθησις, ἐκεῖ καὶ ὄρεξις ὑπάρχει, καὶ ὅπου ὄρεξις, ἐκεῖ καὶ φαντασία, ὡς ἂν διὰ μέσης ὀρέξεως πάντως ἑπομένης τῆς φαντασίας τῇ αἰσθήσει.3 πῶς οὖν φησιν ὅτι οἱ σκώληκες αἴσθησιν μὲν ἔχουσιν, φαντασίαν δὲ οὐκ ἔχουσιν; ἢ τάχα καὶ οἱ σκώληκες ἔχουσι φαντασίαν, ἀλλὰ συγκεχυμένην καὶ ἀμυδράν, καὶ διὰ τὸ ἀμυδρὰν αὐτὴν εἶναι οὐκ ἐνεργεῖ. ὡς ἀληθεύειν καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, τὰ ἐκεῖ μὲν ὅτι ὅπου αἴσθησις, πάντως καὶ φαντασία, τὰ ἐνταῦθα δὲ ὅτι οὐχ ὅπου αἴσθησις ἤδη καὶ φαντασία· ἀμυδρὰ γάρ ἐστι καὶ συγκεχυμένη. ἄλλο δὲ ἄπορον τοιοῦτον ἄξιον ἀπορῆσαι· ἔστω τοὺς σκώληκας μὴ ἔχειν φαντασίαν· διὰ τί δὲ καὶ τοὺς μύρμηκας καὶ τὰς μυίας ἔφη μὴ ἔχειν φαντασίαν; ψεύδεται γὰρ ἐν τούτῳ· ἔχουσι γὰρ καὶ οἱ μύρμηκες φαντασίαν, ὡς δηλοῖ τὸ ἐπίστασθαι αὐτοὺς τὴν κατάδυσιν αὐτῶν. ἀλλὰ μὴν καὶ αἱ μέλιτται ἔχουσι φαντασίαν· ἐπίστανται γὰρ τὰ σμήνη αὐτῶν κἀκεῖ τὸ μέλι ἀποτίκτουσιν. εἰ οὖν ἡ ἐνάργεια λέγει ταῦτα φαντασίαν ἔχειν, πῶς αὐτὸς λέγει αὐτὰ μὴ ἔχειν φαντασίαν; αὕτη ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι διττὴ ἡ φαντασία, ἡ μὲν ἀναμνηστικὴ ἡ δὲ διδακτή, καθ’ ἣν διδασκόμεθα, ἣν καὶ ψιττακὸς ἔχει· κατ’ αὐτὴν γὰρ διδάσκεται τοὺς ἀνθρωπείους λόγους. ποίαν οὖν ἄρα φαντασίαν ἀπὸ τούτων τῶν ζῴων ἀφαιρεῖται ὁ Ἀριστοτέλης;

“关于思维,既然它不同于感觉,而这其中一部分似乎是表象,另一部分是确信,那么在对表象作出规定之后,就应当这样来讨论另一部分。” 亚里士多德既然通过前文将表象与意见区分开来,现在便意图将表象本身也与感觉区分开来。由此也值得提出疑难:因为如果第三卷的目的在于论述理性灵魂,而且就算他谈及非理性灵魂的能力,也是为了将它们与理性灵魂的能力区分开来才谈及它们的,那么他现在为何不把它们与理性灵魂区分开,反而将非理性灵魂的诸能力彼此相互区分呢?因为现在他正在将表象与感觉区分开,而两者都是非理性灵魂的能力。这就是疑难所在。但我们说,他这样做是为了论述的完备,以免留下任何悬而未决之事,或者是因为他接下来将要把表象同时与意见和感觉区分开;因此,既然表象若不事先被单独区分,那么它同时与意见和感觉的区分就不会清晰,所以他在前一天仅将表象与意见区分开之后,现在便意图也将其与诸感觉区分开,以便接下去当他将表象共同与意见和感觉区分开时,表象的区分能够变得明白。因此,他用六个论据将表象与感觉区分开,其中第一个是这样的。// 如果表象与感觉是同一的,既然我们在做梦时进行表象,那么我们在那时也本应在感觉;然而实际上我们并没有在感觉;因此表象与感觉不是同一的。因为究竟是怎么回事呢?难道你说梦属于潜能状态的感觉吗?但梦是一种现实活动;而当感觉处于潜能状态时,它是静止的并不进行现实活动。但梦也不属于现实状态的感觉;因为在做梦时一切感觉都是静止的。这是第一种区分。第二种区分取自新生婴儿。他说,我们看到新生婴儿按照感觉进行现实活动(因为感觉属于我们),但并不按照表象进行现实活动。因此,如果新生婴儿按照感觉进行现实活动,却不按照表象进行现实活动,那么感觉就不同于表象。又从何显明新生婴儿不按照表象进行现实活动呢?这显明于:起初无论是石头的乳房、牛的乳房还是任何一种乳房,他们全都吸吮,但后来就只吸吮母亲的乳房。而如果不是因为起初母亲乳房的印记没有被保存下来,而只是在后来才被保存,这种情况是不会发生的。// 并且所论问题不仅从这一点得到证明,而且也从这一点得到证明:婴儿先前接触过火并被灼伤后,又再次扑向火。而这源于表象没有现实活动;因为如果表象在进行现实活动,它就会接受先前灼伤的印记,而不会第二次扑上去了。因此,无论从扑向火还是从吸吮每一个乳房,都可以显明他们并不按照表象进行现实活动。第三种区分取自蠕虫、苍蝇和蚂蚁。因为看啊,这些动物具有感觉,却没有表象,正如它们行进路线的迷乱所表明的;因为由于表象没有接受先前路径的印记,它们便到处迷走。这也是第三个论据。但这一个论据和第二个论据本身似乎都是概念性的,并且与第二卷中所说的话相悖。因为在第二卷中曾经说过,凡有感觉之处,那里便存在欲望,凡有欲望之处,那里便存在表象,仿佛通过中介的欲望,表象在一切情形下都随伴着感觉。那么他为何说蠕虫具有感觉却没有表象呢?或者也许蠕虫也具有表象,但却是混乱而模糊的,并且由于它是模糊的,所以并不进行现实活动。以至于此处所言与彼处所言皆为真实:彼处真实是因为凡有感觉之处必定也有表象,而此处真实是因为并非凡有感觉之处就已经有表象;因为表象是模糊而混乱的。但另一个这样的疑难也值得提出:就算蠕虫没有表象;但他为何说蚂蚁和苍蝇也没有表象呢?因为他在这一点上说得不实;因为蚂蚁也具有表象,正如它们知晓自己的洞穴所表明的。更有甚者,蜜蜂也具有表象;因为它们知晓自己的蜂房并在那里产下蜂蜜。因此,如果明晰的事实表明这些动物具有表象,他自己又为何说它们没有表象呢?这就是疑难。对此我们将回答说,表象有双重,一种是回忆性的,另一种是可受教的,依照这种表象我们受到教导,鹦鹉也具有这种表象;因为鹦鹉就是依照这种表象被教授人类言语的。那么,亚里士多德究竟从这些动物身上剥夺了哪一种表象呢?

语法注3 条
  1. 3.64ὅθεν καὶ ἀπορῆσαι ἄξιον

    非人称形容词 ἄξιον 省略了系动词 ἐστί,后接不定式 ἀπορῆσαι 作为补足语或主语(意为“值得提出疑难”)。ὅθεν 是关系副词,承接前述内容以引出逻辑推论或动因。

  2. 3.64εἰ μὴ ὅτι

    习语性表达,意为“若非因为……事实”或“除非是……”。它引导一个从句,为过去反事实假设的归结分句(οὐκ ἂν ἐγένετο)补充说明例外情况或真正的理由。

  3. 3.64ὡς ἂν διὰ μέσης ὀρέξεως πάντως ἑπομένης τῆς φαντασίας τῇ αἰσθήσει

    连词 ὡς ἄν 与属格独立结构(ἑπομένης τῆς φαντασίας τῇ αἰσθήσει)相结合,表达假设性或主观推想的理由(“仿佛表象追随着感觉一样”)。小词 ἄν 增强了潜在性或虚拟的语气色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:494.1-495.28