← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§492.4-493.27

表象与感觉及意见的区别

斐洛庞奴斯注释亚里士多德《论灵魂》427b14–24,阐明表象(想象)为何既不同于感觉,也不同于思考、意见与确信。他指出,表象取决于我们的意愿并能自由构建心像,而意见则受真假必然性制约,并能直接激起恐惧等情感。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.58

" Φαντασία γὰρ ἕτερον καὶ αἰσθήσεως καὶ διανοίας." Τί θέλει; ὁ γὰρ σύνδεσμος ὡς πρὸς ἀπορίαν ἐστίν, ὡς τινος ἀποροῦντος, εἰ ἡ αἴσθησις διαφέρει τοῦ νοῦ, ταὐτὸν ἄρα ἐστὶ τῇ φαντασίᾳ. διὸ λύων εἶπεν ὅτι καὶ ἡ φαντασία ἑτέρα ἐστὶ παρὰ τὴν αἴσθησιν καὶ τὴν δόξαν. λέγει δὲ ἐντεῦθεν τὴν διαφορὰν φαντασίας πρὸς διάνοιαν καὶ αἴσθησιν. αὐτή τε οὐ γίνεται ἄνευ αἰσθήσεως,1 καὶ ἄνευ ταύτης οὐκ ἔστιν ὑπόληψις. αὐτή, φησίν, ἡ διάνοια λέγω, οὐ γίνεται ἄνευ αἰσθήσεως, καὶ ἄνευ ταύτης, φησί, τῆς διανοίας οὐκ ἔστιν ὑπόληψις· εἴρηται γὰρ ὅτι ὑπόληψις κατ’ ἐπιστήμης καὶ φρονήσεως καὶ δόξης λέγεται. τινὲς δὲ τῶν ἐξηγητῶν φασιν ὅτι οὐδέτερον ἀληθεύει. ἔστι γὰρ καὶ δίχα αἰσθήσεως φαντασία ἡ τοῦ τραγελάφου. ἀλλ’ εἶπον ὅτι ἡ περὶ αἰσθητὰ φαντασία οὐκ ἔστιν ἄνευ αἰσθήσεως. ἀλλὰ μὴν καὶ δόξα ἐστίν, ἣν εἶπεν ὑπόληψιν, ἄνευ φαντασίας, ἡ περὶ θείων δόξα. πρόσθες οὖν ὅτι ἡ περὶ τὰ ἀπ’ αἰσθητῶν δόξα ἢ μερικῶν δεῖται φαντασίας. καὶ ὅρα ὅτι ἐντεῦθεν ἔχεις ὡς ἡ φαντασία οὐκ ἔστι ταὐτὸν δόξῃ καὶ αἰσθήσει, ἀλλὰ μέση ἐστὶ δεχομένη ἀπ’ αἰσθήσεως καὶ δόξῃ διδοῦσα· μέση οὖν, τὸ δὲ μέσον διαφέρει τῶν ἄκρων, οὐχ ὅτι ταὐτὸν φαντασία καὶ δόξα καὶ αἴσθησις.

“因为表象与感觉和思考两者都不同。” 他意指什么呢?因为这个连词是针对一个疑难而设立的,仿佛有人提出疑难:“如果感觉不同于理智,难道它就与表象是同一的吗?”因此他解答说,表象也不同于感觉和意见。接着他陈述了表象相对于思考和感觉的差异。“它自身没有感觉就不能产生,而没有它也就没有确信。”他说,我指的是思考“它自身”,没有感觉就不能产生;他说,“没有它”,即没有思考,就没有确信;因为已经说过,确信是就科学、明智和意见三者而言的。但有些注解家说,两句话都不真;因为也有脱离感觉的表象,例如山羊鹿的表象。然而他们回答说,关于感觉对象的表象没有感觉就不存在。再者,也有脱离表象的意见(他称为确信),例如关于神圣事物的意见。因此请补充说:关于源自感觉对象或个别事物的意见才需要表象。请看,由此你便知道表象与意见和感觉不是同一的,而是中介性的,它从感觉接受并给予意见;因此它是中介,而中介不同于两端,并不是说表象、意见和感觉是同一的。

§3.59

"Ὅτι δ’ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις, φανερόν. τοῦτο μὲν γὰρ τὸ πάθος ἐφ’ ἡμῖν." Τὴν δόξαν ὑπόληψιν καλεῖ, νόησιν δὲ τὴν φαντασίαν. λέγει οὖν τὴν διαφορὰν φαντασίας καὶ δόξης, ὅτι τὸ μὲν φαντάζεσθαι ἐφ’ ἡμῖν ἐστι, τὸ δὲ δοξάσαι οὐκ ἔστιν ἐφ’ ἡμῖν. ὅθεν ψευδῆ μὲν φαντασθῆναι δυνάμεθα, δοξάσαι δὲ οὐ δυνάμεθα. τὸ γὰρ δὶς δύο πέντε φαντασθῆναι μὲν ἔστι, δοξάσαι δὲ οὐκ ἔστιν, εἰ μὴ καθ’ ὑπόκρισιν, ἔνθα ἔστιν εἰπεῖν “ἡ γλῶττ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος”. ἃ γὰρ ἀνυποκρίτως τις δοξάζει, ὡς ἀληθῆ κατέχει, καὶ εἰ μή τι λόγῳ, οὐ μετατρέπεται, ἔνθα προσφυῶς λέγεται “λόγῳ μ’ ἔπεισας φαρμάκῳ σοφωτάτῳ”. ἀποροῦσι δέ τινες λέγοντες ‘τί οὖν; οὐ πολλάκις προσπίπτομεν φαντάσμασιν οὐκ ἐθέλοντες’; οὐκ εἶπεν ὅτι κύριοί ἐσμεν τοῦ φαντάζεσθαι, ἀλλὰ τοῦ ὅτε θέλομεν φαντάζεσθαι. καὶ ἄλλως ἐν ἡμῖν ἐστι τὸ φαντάζεσθαι ὅτε θέλομεν, οὐ μὴν ἐν ἡμῖν ἐστι καὶ τὸ ὅτε οὐ θέλομεν.2 εἰ οὖν οὐκ ἔστιν ἐν ἡμῖν τὸ ὅτε οὐ θέλομεν, φανταζόμεθα ἄρα καὶ ἑκόντες.

“思维与确信并非同一回事,这是显而易见的。因为这种感受取决于我们。” 他把意见称为“确信”,而把表象称为“思维”。于是他陈述了表象与意见的差异:表象取决于我们,但持有意见却不取决于我们。因此我们能够表象虚假的事物,却不能对其持有意见。因为表象二乘二等于五是可能的,但对其持有意见却不可能,除非出于伪装,在此情形下人们可以说:“舌头已经发誓,心灵却未发誓”。因为一个人毫无虚假地持有的意见,他是将其作为真实之物坚信的,并且若非通过论证,他就不会动摇,在此人们恰切地说:“你用论证这最智慧的药物说服了我”。但有些人提出疑难说:“那又如何呢?难道我们不是常常在不情愿时碰上种种幻象吗?”他并没有说我们是表象活动本身的主人,而是说我们在愿意时是表象活动的主人。另外,在愿意时进行表象是在我们能力之内的,但并不是在不愿意时[不表象]也在我们能力之内。因此,即使在不愿意时并不在我们能力之内,我们也是出于自愿而进行表象的。

§3.60

"Ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιοῦντες." Μνημονικοὺς λέγει τοὺς ἐκ τῶν αἰσθητῶν τύπους λαμβάνοντας, οἳ καὶ ἀληθεύουσιν, εἰδωλοποιοὺς δὲ λέγει τοὺς ἀναπλαττομένους τι, οἳ καὶ ψεύδονται. ἔστιν οὖν ἡ μὲν φαντασία ἀνάλογος εἰδωλοποιῷ, ἡ δὲ δόξα τῷ μνημονικῷ. πρὸ ὀμμάτων δὲ λέγει ἀντὶ τοῦ πρόχειρον.

“正如那些在记忆场所中安置事物并制作心像的人一样。” 他所说的掌握记忆术者,是指从可感物中接收印记的人,他们也说真;他所说的制作心像者,是指虚构某事物的人,他们也说假。因此表象类似于制作心像者,而意见类似于掌握记忆术者。他说“在眼前”,则是指“现成易得”。

§3.61

"Δοξάζειν δ’ οὐκ ἐφ’ ἡμῖν· ἀνάγκη γὰρ ψεύδεσθαι ἢ ἀληθεύειν." Ἐπὶ τῆς δόξης, φησίν, ἢ τὸ ψεῦδος δείκνυται, ἢ 〈τὸ〉 ἀληθές, ἡ δὲ φαντασία καὶ τὸ ψεῦδος ὡς ἀληθὲς ἔχει.

“但持有意见并不取决于我们;因为必然要么为假要么为真。” 他说,在意见的情形下,要么展示为假,要么展示为真;但表象却把假也当作仿佛为真来把握。

§3.62

"Ἔτι δὲ ὅταν μὲν δοξάζωμεν δεινόν τι ἢ φοβερόν." Ἐντεῦθέν ἐστιν ἡ διαφορὰ δόξης καὶ φαντασίας, ὅτι ἐπὶ μὲν τῆς δόξης εὐθέως φοβούμεθα, ἐὰν φοβερόν τι δοξάσωμεν, ἐπὶ δὲ τῆς φαντασίας, φησίν, ὡσαύτως ἔχομεν, τουτέστιν οὔτε φοβούμεθα οὔτε ταραττόμεθα, ἀλλ’ ὥσπερ πρώην, οὕτω καὶ ἔχομεν μηδὲν παρατρεπόμενοι.

“此外,当我们持有关于某种可怕或令人恐惧之事的意见时。” 意见与表象的差异正在于此:在意见的情形下,如果我们对某种令人恐惧之事持有意见,我们立刻感到害怕;但他说道,在表象的情形下,我们处于同样的状态,也就是说,我们既不害怕也不慌乱,而是正如之前一样,毫无动摇地保持原有状态。

§3.63

"Εἰσὶ δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καὶ δόξα καὶ φρόνησις." Ὑπόληψιν νῦν κοινότερον τὴν λογικὴν ψυχὴν εἶπεν. ἔχει δὲ αὐτή, φησί, διαφοράς, ἃς ὕστερον ἐροῦμεν, οὐχ ὅτι ἐν ἑτέρᾳ πραγματείᾳ ταύτας βούλεται εἰπεῖν, ἀλλ’ ὅτι μέλλει παρακατιὼν λέγειν τὴν τοιαύτην διαφοράν. νυνὶ δέ, φησί, δεῖ διακρῖναι φαντασίαν ἀπὸ δόξης καὶ αἰσθήσεως· καὶ ἤδη μὲν ἀπὸ δόξης διεκρίθη, δεῖ δὲ καὶ ἀπὸ αἰσθήσεως αὐτὴν διακρῖναι. τοῦτο δὲ ἡ ἑξῆς θεωρία σὺν θεῷ πραγματεύεται. ἐν οἷς ἡ πρᾶξις.3

“确信本身也有差异:科学、意见与明智。” 他现在更宽泛地将理性灵魂称为“确信”。他说,理性灵魂本身具有差异,我们稍后将加以论述;这并不是说他意图在另一部著作中陈述这些,而是说他在接下去的论述中将陈述此类差异。但他说道,现在应当将表象与意见以及感觉区分开来;它已经与意见区分开来,但还必须将它与感觉区分开来。这将在随后的讲课中蒙神相助予以探讨。这一堂讲课(实践课)到此结束。

语法注3 条
  1. 3.58αὐτή, φησίν, ἡ διάνοια λέγω, οὐ γίνεται ἄνευ αἰσθήσεως

    关于亚里士多德原文引文中的代词 αὐτή(阴性单数主格),通行的解读通常将其先行词视为 φαντασία(表象),而斐洛庞奴斯则通过插入解释成分 ἡ διάνοια λέγω(“我指的是思考”),将其先行词明确判定为 διάνοια(思考)。

  2. 3.59οὐ μὴν ἐν ἡμῖν ἐστι καὶ τὸ ὅτε οὐ θέλομεν

    在这一对比句结构中,承接前文的 τὸ φαντάζεσθαι ὅτε θέλομεν(“在愿意时表象”),后半句 καὶ τὸ ὅτε οὐ θέλομεν 在冠词 τὸ 之后省略了不定词 φαντάζεσθαι。按上下文语境,须补足理解为:在不愿意时掌控(或不产生)表象活动并不取决于我们。

  3. 3.63ἐν οἷς ἡ πρᾶξις

    晚期新柏拉图主义讲录中的程式化结语,意为“讲课(实践课)至此结束”。在介词短语 ἐν οἷς(“在这些之中”)之后省略了系词或主要动词(如 ἐστίν 或 τελευτᾷ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:492.4-493.27