← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§491.5-492.3

潜能中的理智与错误的产生机制

针对亚里士多德在《论灵魂》427b8中区分思维与感觉,斐洛庞奴斯将此处的思维解释为潜能中的理智,并阐明了思考因与感觉结合而产生错误的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.57

" Ἀλλ’ οὐδὲ τὸ νοεῖν, ἐν ᾧ ἐστι τὸ ὀρθῶς καὶ μὴ ὀρθῶς." Οὐδὲ ὁ δυνάμει νοῦς, φησί, ταὐτόν ἐστι τῇ αἰσθήσει. βουλόμενος δὲ εἰπεῖν τίς ἐστιν ὁ δυνάμει νοῦς, φησὶν ἐν ᾧ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς. ἐντεῦθεν δὴ τὴν διαφορὰν λέγει διανοίας καὶ αἰσθήσεως. δυνάμει γὰρ νοῦν καλεῖ τὴν διάνοιαν· ἐν αὐτῇ γὰρ θεωρεῖται τὸ ὀρθὸν καὶ τὸ μὴ ὀρθόν. ὁ γὰρ ἐνεργείᾳ νοῦς ἀεὶ ὀρθῶς νοεῖ· ἢ γὰρ ἥψατο ἢ οὐχ ἥψατο, ὥστε ἀναμάρτητος· ὁ δὲ δυνάμει νοῦς, τουτέστιν ἡ διάνοια, ποτὲ μὲν ὀρθῶς, ποτὲ δὲ οὐκ ὀρθῶς· ποτὲ μὲν γὰρ ἀληθεύει, ποτὲ δὲ ψεύδεται. καὶ κατὰ τοῦτο διαφέρει τοῦ ἐνεργείᾳ νοῦ, ἐπειδὴ ἐκεῖνος ἀεὶ ἀναμάρτητος. διακρίνει δὲ τὸν δυνάμει νοῦν ἤτοι τὴν διάνοιαν τῆς αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν ὡς ἐπίπαν ἀληθεύειν τῶν οἰκείων αὐτῆς σωζομένων προσδιορισμῶν, οἷον συμμέτρου τοῦ διαστήματος ὄντος καὶ τῆς αἰσθήσεως ἀπαθοῦς οὔσης, ἡ μέντοι διάνοια ὡς ἐπίπαν ψεύδεται,1 ἐπειδὴ ἐν τῷ τῆς ἀπάτης ἐστὶ χωρίῳ. καὶ μὴ νόμιζε ἐκ τοῦ τὴν αἴσθησιν μᾶλλον ἀληθεύειν τῆς διανοίας ἤδη καὶ τιμιωτέραν αὐτὴν εἶναι. διὰ γὰρ τὰς αἰσθήσεις ἡ διάνοια ψεύδεται συμπλεκομένη αὐταῖς. ἀμέλει καὶ ὅταν χωρισθῇ ῥακέων, τὸν ἀποδεικτικὸν ποιεῖ συλλογισμόν, καὶ πολύμητις γίνεται κατὰ τὸν ποιητὴν εἰπόντα “αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς”. τοῦτο δὲ μὴ νομίσῃς ἄπορον, εἰ καθ’ ἑαυτὴν μὲν ἡ αἴσθησις ἀληθεύει, συμπλεκομένη δὲ τῇ διανοίᾳ ψεύδους αὐτῇ παραίτιον γίνεται.2 τοῦτο γὰρ γίνεται, ἐπειδὴ ἡνίκα μὲν καθ’ ἑαυτὴν ἐνεργεῖ, περὶ μερικὰ καταγίνεται καὶ ἀληθεύει, ἡνίκα δὲ συμπλακῇ τῇ διανοίᾳ περὶ 〈τῶν〉 καθόλου ἐνεργούσῃ, ποιεῖ αὐτὴν τὰ καθόλου ἀτομῶσαι, ὅθεν ἡ ἀπάτη γίνεται. ἀεὶ γὰρ τὰ μὲν κρείττω τῇ παρουσίᾳ τῶν χειρόνων νοθεύεται, τὰ δὲ χείρω οὐ νοθεύεται ἐκ τῶν κρειττόνων. τὸ μὲν ὀρθῶς φρόνησις καὶ ἐπιστήμη 〈καὶ〉 δόξα ἀληθής, τὸ δὲ μὴ ὀρθῶς τἀναντία τούτων. ἐπειδὴ εἶπεν ὅτι ὁ δυνάμει νοῦς καὶ ὀρθῶς φρονεῖ καὶ οὐκ ὀρθῶς, λέγει τὰ ἴδια τοῦ ὀρθοῦ φρόνησιν, ἐπιστήμην, δόξαν ἀληθῆ, τοῦ δὲ μὴ ὀρθῶς ἀφροσύνην, ἀνεπιστημοσύνην, ψευδοδοξίαν. καὶ διὰ μὲν τῆς φρονήσεως τὸ ὀρθὸν τοῦ νοῦ ἐδήλωσε καταχρηστικῶς, ὡς ἐρρήθη, διὰ δὲ τῆς ἐπιστήμης τὸ ὀρθὸν τῆς διανοίας· τὸ δὲ ἕτερον δῆλον ὅτι ἐπὶ τῆς δόξης εἴρηται. οὐδὲ τοῦτό ἐστι ταὐτὸν τῷ αἰσθάνεσθαι. ἐπειδὴ τὴν διάνοιαν διεῖλεν εἰς τὸ ὀρθῶς καὶ οὐκ ὀρθῶς διανοεῖσθαι, λέγει λοιπὸν διαφορὰν πρὸς ἀμφότερα τῆς αἰσθήσεως.

“而且思维也不是[与感觉同一的],在思维中存在着正确与不正确。” 他说,潜能中的理智也与感觉不是同一的。由于他想要说明潜能中的理智是什么,他说它是其中存在着正确与不正确的那种东西。于是他正是从这里陈述了思考与感觉的差异;因为他把思考称为“潜能中的理智”;因为正是在思考中观察到正确与不正确。因为现实活动中的理智总是正确地思维;因为它要么接触了,要么没有接触,因而是不会犯错的;但潜能中的理智,即思考,有时正确,有时不正确;因为它有时说真,有时说假。在这一方面它不同于现实活动中的理智,因为后者总是不会犯错的。而他将潜能中的理智亦即思考与感觉区分开来,是通过以下事实:感觉在保全其固有界定条件时——例如距离是适度的,感觉器官是未受损害的——大体上说真,而思考则大体上说假,因为它处在受蒙蔽的境地。不要由于感觉比思考更常说真,就认为感觉已经比思考更为尊贵。因为思考正是在与感觉纠缠在一起时,才由于感觉而说假。自然,当它脱去破布时,就会作出证明性的推论,并且变得足智多谋,正如诗人所说:“于是足智多谋的奥德修斯脱去了破布”。即使感觉就其自身而言说真,但在与思考纠缠在一起时却成了思考陷入虚假的兼有原因,你也不要以为这是疑难。因为这是由于:当感觉就其自身活动时,它是围绕个别事物展开并说真;但当它与围绕普遍者活动的思考纠缠在一起时,它就使思考将普遍者个体化,受蒙蔽便由此产生。因为较优越者总是因较劣等者的介入而被玷污,而较劣等者却不会因较优越者而被玷污。“正确即是明智、科学与真意见,而不正确则是这些的对立面。”既然他说潜能中的理智既能正确地明智思考也能不正确地思考,他就列出了属于正确的固有属性,即明智、科学、真意见,而属于不正确的固有属性则是不明智、缺乏科学、假意见。正如所说的那样,他借喻性地通过明智指明了理智的正确,通过科学指明了思考的正确;至于另一项,显然是针对意见而言的。“这也与感觉不是同一的。”既然他将思考划分为正确地思考与不正确地思考,接下去他就陈述了感觉相对于这两者的差异。

语法注2 条
  1. 3.57τῷ τὴν μὲν αἴσθησιν ὡς ἐπίπαν ἀληθεύειν τῶν οἰκείων αὐτῆς σωζομένων προσδιορισμῶν... ἡ μέντοι διάνοια ὡς ἐπίπαν ψεύδεται

    与格冠词 τῷ 引导不定词从句 τὴν μὲν αἴσθησιν... ἀληθεύειν,作支配动词 διακρίνει 的方式或原因与格(“通过……来区分”)。从句内部的 τῶν οἰκείων αὐτῆς σωζομένων προσδιορισμῶν 是表条件的属格绝对结构,其后 οἷον 引出的属格短语(συμμέτρου τοῦ διαστήματος ὄντος...)是作为具体例证的同位成分。而与之相对的后半句 ἡ μέντοι διάνοια... ψεύδεται 则脱离了 τῷ 的支配,转为独立的直陈语气小句,构成了破格句法(anacoluthon)。

  2. 3.57τοῦτο δὲ μὴ νομίσῃς ἄπορον, εἰ καθ’ ἑαυτὴν μὲν ἡ αἴσθησις ἀληθεύει, συμπλεκομένη δὲ τῇ διανοίᾳ ψεύδους αὐτῇ παραίτιον γίνεται

    表示禁止的不定过去式虚拟语气 μὴ νομίσῃς 以指示代词 τοῦτο 为直接宾语,ἄπορον 为宾语补足语(述语宾格)。其后的 εἰ 从句接在表示评价或疑虑的动词之后,用以引出事实内容或让步条件(“即使/……这一情况”),具体阐释了 τοῦτο 所指的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:491.5-492.3