← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§490.11-491.4

认识能力的区分以及理智与感觉的差异

斐洛庞努斯指出427b6是对应于427a17前提句的归结句,解释了在插话后起到承接作用的小词οὖν,随后通过对认识能力(理智、思考、表象和感觉)的划分理清了亚里士多德转喻性的用词,并阐明了现实活动中的理智与感觉的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.56

" Ὅτι μὲν οὖν οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν, φανερόν." Ἰδοὺ ἡ ἀπόδοσις τοῦ ἄνω· ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζεται ἡ ψυχή, κινήσει τε καὶ τῷ νοεῖν, ὅτι μὲν οὐ ταὐτόν ἐστι γνῶσις ψυχῆς καὶ αἴσθησις, ἐντεῦθεν δῆλον. τὸ δὲ οὖν διὰ τὴν μεταξυλογίαν κεῖται·1 ἔθος γὰρ εἶχον οἱ παλαιοὶ ἐν ταῖς μακραῖς ἀποδόσεσι προστιθέναι τὸ οὖν. ὅρα δὲ ὅτι τὸν θεωρητικὸν νοῦν ἐνταῦθα καταχρηστικῶς φρονεῖν ἐκάλεσε· τοῦτο γὰρ τοῦ δυνάμει ἐστὶ νοῦ. ἐπειδὴ οὖν κέχρηταί τισι λέξεσι πῇ μὲν κυριολεκτῶν, πῇ δὲ καταχρηστικῶς, φέρε ἀπὸ διαιρέσεως τὴν τῆς λέξεως τραχύτητα ἐξομαλίσωμεν. ἡ τοίνυν γνῶσις ἢ περὶ τὰ ἔξω καταγίνεται καὶ ποιεῖ τὴν αἴσθησιν, ἢ περὶ τὰ ἐντὸς καὶ ποιεῖ τὴν κοινοτέραν νόησιν. καλῶς δὲ εἶπον κοινοτέραν, ἐπειδὴ καὶ ἡ φαντασία περὶ τὰ ἐντὸς ἐνεργεῖ, ἥτις καὶ παθητικὸς νοῦς λέγεται. ἀλλ’ ἡ περὶ τὰ ἐντὸς ἐνέργεια ἢ περὶ καθόλου τι καταγίνεται ἢ περὶ μερικόν· καὶ εἰ μὲν περὶ μερικόν, ποιεῖ φαντασίαν, εἰ δὲ περὶ καθόλου, ποιεῖ τὸν κυρίως νοῦν. ἀλλ’ αὐτὴ ἡ περὶ τὰ καθόλου γνῶσις ἢ κρείττων γίνεται ἢ κατὰ συλλογισμὸν2 καὶ ποιεῖ τὸν θεωρητικὸν νοῦν τὸν καθ’ ἕξιν καὶ κατ’ ἐνέργειαν, ἢ κατὰ συλλογισμὸν ἐνεργεῖ καὶ ποιεῖ τὴν κυρίως διάνοιαν καὶ κοινοτέραν ὑπόληψιν· ἡ γὰρ ὑπόληψις καὶ κατὰ διανοίας καὶ κατὰ δόξης φέρεται· εἰ δὲ χειρόνως ἢ κατὰ συλλογισμὸν ἐνεργήσει, ποιεῖ τὴν κυρίως δόξαν καὶ ὑπόληψιν. ἡ μέντοι διάνοια ἢ περὶ θεωρητὰ γίνεται καὶ ποιεῖ τὴν ἐπιστήμην, ἢ περὶ πρακτά· καὶ εἰ μὲν βουλῆς δεῖται τὰ πρακτά, ποιεῖ φρόνησιν· ἐνδεῖ γὰρ βουλῆς ἡ φρόνησις· εἰ δὲ οὐ δεῖται βουλῆς τὰ πρακτά, ποιεῖ τὰς τέχνας· ὁ γὰρ τεχνίτης, καθὸ μὲν τεχνίτης, οὐ βουλεύεται, ἀλλὰ καθὸ ἄνθρωπος. ἐκ τῆς διαιρέσεως οὖν ἀνεφάνη ὅτι καταχρηστικῶς εἶπεν ἐνταῦθα τὸν θεωρητικὸν νοῦν φρονεῖν. ἐν τῷ τεθέντι δὲ ῥητῷ διακρίνει τὸν ἐνεργείᾳ νοῦν ἀπὸ τῆς αἰσθήσεως, ὅτι ἡ μὲν αἴσθησις παντὶ ζῴῳ ὑπάρχει (οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ πᾶν ζῷον), ὁ μέντοι νοῦς οὐ παντὶ ζῴῳ ὑπάρχει, ἀλλὰ καὶ οἷς ὑπάρχει,3 οὐκ ἀεὶ κατ’ ἐνέργειαν ὑπάρχει, εἰ καὶ καθ’ ἕξιν· ἀγαπητὸν γὰρ ὅτῳ κἂν ἐν γήρᾳ σοφία προσέλθῃ.

“由此可见,感觉和明智不是同一的,这是显而易见的。” 看,这就是上文的归结句:“既然灵魂以两种差属定义,即以运动和以思维定义,那么灵魂的认识与感觉并非同一,由此是显而易见的。”而“由此(οὖν)”是由于中途插入的论述而设置的;因为古人在长篇归结句中有添加“由此”的习惯。请注意,他在这里把理论理智借喻性地称为“明智”;因为这属于潜能中的理智。既然他使用了某些词语,有时依本义而谈,有时依借义而谈,那么让我们通过划分来抚平用词的生涩。于是,认识要么是围绕外部事物展开并产生感觉,要么是围绕内部事物展开并产生更为普遍的思维。我称之为“更为普遍的”是恰当的,因为表象活动也是围绕内部事物进行的,而表象也被称为被动理智。然而围绕内部事物的现实活动,要么是关于某种普遍者,要么是关于个别者;如果它是关于个别者,就产生表象,如果是关于普遍者,就产生本义上的理智。但是,关于普遍者的认识本身,要么超越了推论而产生处于状态中与处于现实活动中的理论理智,要么按照推论活动而产生本义上的思考与更为普遍的领悟;因为领悟既适用于思考也适用于意见;而如果它以劣于推论的方式活动,就产生本义上的意见与领悟。不过,思考要么是关于观照的对象并产生科学,要么是关于行动的对象;如果行动的对象需要深思熟虑,它就产生明智;因为明智需要深思熟虑;但如果行动的对象不需要深思熟虑,它就产生技艺;因为工匠就其作为工匠而言并不深思熟虑,而是就其作为人而言才深思熟虑。因此,从这一划分中显现出,他在这里将理论理智借喻性地称为“明智”。而在所引用的文句中,他将现实活动中的理智与感觉区分开来,因为感觉属于一切动物(因为一切动物都是有生命的具感觉实体),而理智却并不属于一切动物,甚至在那些拥有理智的动物中,即使以状态存在,也不总是以现实活动存在;因为若有人即便到了老年能获得智慧,也当心满意足了。

语法注3 条
  1. 3.56τὸ δὲ οὖν διὰ τὴν μεταξυλογίαν κεῖται

    此处解释了 οὖν 的承接/恢复用法(resumptive οὖν)。针对427a17中由 ἐπεί 引出的从句与插话(μεταξυλογία),归结句在长距离之后由 ὅτι μὲν οὖν... 引入,小词 οὖν 在此起到重新接续主线论述的语法功能。

  2. 3.56ἢ κρείττων γίνεται ἢ κατὰ συλλογισμὸν

    意为“超越了推论/较推论更为优越”的比较结构。比较级 κρείττων 后接表示比较的 ἢ 以及比较标准(κατὰ συλλογισμόν),并与接下来的表示选言的 ἢ(或者按照推论活动……)形成对举,表明第一种情况是高于推论形式的认识。

  3. 3.56ἀλλὰ καὶ οἷς ὑπάρχει

    先行词的省略/融合。相当于 [τούτοις] οἷς ὑπάρχει(甚至在那些拥有它的主体之中),与格关系代名词 οἷς 融合了被省略的指示代词先行词,作为限定成分修饰主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:490.11-491.4