- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:489.7-490.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞比较了亚历山大与普鲁塔克对427a17句法结构的不同解释,并在427a19中探讨古人将思维等同于感觉的原因,进而讨论了亚里士多德对恩培多克勒的批评及其引发的疑难。
" Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ κρίνειν." Ἀλέξανδρος δοκεῖ μάτην εἶναι τὸ ἐπειδή·1 οὔτε γὰρ ἔχει ἀπόδοσιν· ὁ μέντοι Πλούταρχός φησι κατωτέρω εἶναι τὴν ἀπόδοσιν, ὅπου λέγει ‘ὅτι μὲν οὖν οὐ ταὐτὸν τὸ αἰσθάνεσθαι καὶ φρονεῖν’. καὶ ἔστιν ὁ νοῦς ὅλου τοῦ ῥητοῦ οὗτος· ἐπειδὴ δύο διαφοραῖς ὁρίζονται τὴν ψυχὴν οἱ παλαιοί, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι ἓν καὶ τὸ αὐτὸ ὑπολαμβάνουσιν, ὅτι δὲ οὐ ταὐτὸν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι φανερὸν ἐκ τούτου. τοῦτο δὲ ἐποίησεν Ἀριστοτέλης, ἵνα τὴν πλάνην τῶν ὀνομάτων διελέγξῃ Ὁμήρου καὶ Ἐμπεδοκλέους. ἰστέον δὲ ὅτι τὸ κρίνειν ὡς κοινότερον ἔλαβε καὶ κατὰ λογικῆς καὶ ἀλόγου φερόμενον, τὸ δὲ νοεῖν ἐπὶ μόνης τῆς λογικῆς εἶπεν, τὸ δὲ αἰσθάνεσθαι ἐπὶ μόνης τῆς ἀλόγου.
“既然人们主要以两种差属,即以空间运动以及以思维和判断来定义灵魂。” 亚历山大认为“既然”(ἐπεί)是多余的,因为这句没有归结句。然而普鲁塔克说,归结句在更下方,即在他说道“由此可见,感觉和明智不是同一的”之处。整段话的意思是这样的:既然古人以两种差属定义灵魂,即以空间运动以及以思维、判断和感觉定义灵魂,并且假定思维和感觉是一回事,那么由此显然,明智和感觉并不是同一的。亚里斯多德这样做,是为了驳斥荷马和恩培多克勒在名称上的谬误。必须知道,他把“判断”当作更共通的概念,适用于有理性和无理性二者;而把“思维”仅用于有理性者,把“感觉”仅用于无理性者。
"Δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι· ἐν ἀμφοτέροις γὰρ τούτοις ἡ ψυχὴ κρίνει." Διὰ τῶν παρόντων ῥητῶν τὴν αἰτίαν τῆς πλάνης τῶν παλαιῶν Ἀριστοτέλης διεξέρχεται, τὸ πόθεν ἐπλανήθησαν. φησὶ γὰρ ὅτι ἐπειδὴ κοινὴ τῇ αἰσθήσει πρὸς τὴν λοιπὴν ἅπασαν γνῶσιν ἡ κρίσις, διὰ τοῦτο ταὐτὸν πάντα ὑπέλαβον, καὶ τοῦτο γέγονεν αὐτοῖς αἴτιον τῆς πλάνης, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρίσαμεν. εἴρηται γὰρ ἄνω ὅτι τῷ ὁμοίῳ γίνεται ἡ γνῶσις, ἔνθα εἴπομεν “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ”, καὶ τὰ λοιπὰ τοῦ Ἐμπεδοκλέους ῥήματα. ἐντεῦθεν δὲ ἄλλο ἐπιλαμβάνεται Ἐμπεδοκλέους·2 λέγει γὰρ ὅτι ταὐτὸν ποιεῖ τῇ ἁφῇ τὴν διάνοιαν. τῇ γὰρ θίξει τοῦ ὁμοίου λέγει γίνεσθαι τὴν νόησιν· θίξει δὲ ἡ ἁφὴ ἀντιλαμβάνεται μόνη, ὥστε τὴν νόησιν ἁφὴν εἶπεν. ἔστι δὲ εἰπεῖν πρὸς Ἀριστοτέλην ὅτι ὁμώνυμός ἐστιν ἡ θίξις καὶ ἐν αὐταῖς ταῖς αἰσθήσεσιν· ἄλλη γὰρ θίξις ἁφῆς καὶ ἄλλη ὄψεως. ἔστω οὖν εἶναι καὶ ἄλλην θίξιν τῆς νοήσεως καὶ μὴ συνάγεσθαι ταὐτὸν εἶναι τῇ ἁφῇ τὴν νόησιν.3 ἢ τὴν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι. ὥσπερ, φησί, τοῦ ὁμοίου ἡ θίξις γνῶσίς ἐστιν, οὕτως ἡ τοῦ ἀνομοίου θίξις ἀπάτη ἐστίν, ἵνα θίξιν λάβῃς μὴ πάντως τὸ ἅπτεσθαι· ὁμώνυμος γὰρ αὕτη, ὡς εἴπομεν. εἰ δὲ τοῦτο οὕτω, φησί, καὶ οἶδας τί ἐστι γνῶσις, ἔχεις καὶ τί ἐστιν ἀπάτη· μία γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις. ἀπορία δέ τις ἡμᾶς οὐχ ἡ τυχοῦσα διαδέχεται· εἰ γὰρ τῇ θίξει τοῦ ὁμοίου ἡ γνῶσις, μία δὲ τῶν ἀντικειμένων ἡ γνῶσις, ἔσται ἄρα ἡ αἴσθησις ἅμα πρὸς τὰ ἀντικείμενα ὁμοιουμένη, ὅπερ ἄτοπον, ἐπειδὴ ὁμοιουμένη ἐνεργεῖ, ἅμα δὲ τῶν ἀντικειμένων ἀντιλαμβάνεται. ἀλλ’ οὐδὲν ἄτοπον ὁμοιοῦσθαι τοῖς ἀντικειμένοις κατὰ κρίσιν. εἰ γὰρ ὁ ἀὴρ ἄψυχος ὢν ἅμα τὰ ἐναντία διακρίνει, πῶς οὐκ ἄτοπον τὴν ἔμψυχον αἴσθησιν μὴ ἅμα τὰ ἐναντία κρίνειν.
“思维和明智似乎也是某种感觉;因为在这两方面,灵魂都在判断。” 亚里士多德通过眼前的这些话,详述了古人陷入谬误的原因,即他们从何处误入歧途。因为他说,由于判断对于感觉和所有其余认识都是共通的,因此他们假定一切都是同一的,而这成了他们陷入谬误的原因,正如我们在开篇的论述中已确立的那样。因为前面已经说过,认识是通过相似者产生的,在那里我们引用了“因为我们以土见土,以水见水”以及恩培多克勒的其余诗句。由此[亚里士多德]指责了恩培多克勒的另一点;因为他说恩培多克勒将思想等同于触觉。因为他说思维是通过接触相似者而产生的;但只有触觉是通过接触来感知的,因此他把思维称为触觉。然而可以对亚里士多德说,接触即使在感觉自身之间也是同名异义的;因为触觉的接触与视觉的接触是不同的。因此,应当承认思维也有另一种接触,而不必然得出思维与触觉是同一的。或者承认,与不相似者的接触是欺骗。正如他说,接触相似者是认识,接触不相似者就是欺骗,这样你就不至于在任何情况下都把接触当成触摸;因为正如我们所说,这是同名异义的。他说,如果情形如此,而你知道什么是认识,你也就掌握了什么是欺骗;因为对对立者的认识是单一的。但一个非同寻常的疑难接着摆在我们面前:因为如果认识是通过接触相似者而成立的,而对对立者的认识是单一的,那么感觉就将同时被同化于对立的事物,这是荒谬的;因为感觉是在被同化时产生现实活动的,并且同时接收对立的事物。但在判断方面被同化于对立的事物绝非荒谬。因为如果无生命的空气能够同时辨别相反者,那么有生命的感觉不同时判断相反者,又怎能不荒谬呢?
- 3.54Ἀλέξανδρος δοκεῖ μάτην εἶναι τὸ ἐπειδή
此处 δοκεῖ 取“认为、料想”(=νομίζει)的主动及物用法,以 Ἀλέξανδρος 为主语,支配宾格加不定式结构(μάτην εἶναι τὸ ἐπειδή)(在语义上相当于无人称结构 δοκεῖ Ἀλεξάνδρῳ μάτην εἶναι...,意即“在亚历山大看来……”)。
- 3.55ἐπιλαμβάνεται Ἐμπεδοκλέους
中动动词 ἐπιλαμβάνομαι 支配属格补足语(Ἐμπεδοκλέους),具有“指责”、“抓住(某人的论点)进行批评”或“抨击”的惯用法。在此表示主语[亚里士多德]抓住恩培多克勒的另一观点进行非难。
- 3.55ἔστω οὖν εἶναι καὶ ἄλλην θίξιν τῆς νοήσεως καὶ μὴ συνάγεσθαι ταὐτὸν εἶναι τῇ ἁφῇ τὴν νόησιν
第三人称单数祈使式 ἔστω 统辖不定式 εἶναι 以及 μὴ συνάγεσθαι,构成让步或假设性的命题结构:“就算承认……”。随后的 συνάγεσθαι 取逻辑上的“推出/得出结论”之意,并支配宾格加不定式结构 ταὐτὸν εἶναι 作为其补足语。
